Open Bible Data Home  About  News  OET Key

OETOET-RVOET-LVULTUSTBSBBLBAICNTOEBWEBBEWMBBNETLSVFBVTCNTT4TLEBBBEMoffJPSWymthASVDRAYLTDrbyRVWbstrKJB-1769KJB-1611BshpsGnvaCvdlTNTWyclSR-GNTUHBBrLXXBrTrRelatedTopicsParallelInterlinearReferenceDictionarySearch

BrLXXBy DocumentBy Section By Chapter Details

1SAC1C2C3C4C5C6C7C8C9C10C11C12C13C14C15C16C17C18C19C20C21C22C23C24C25C26C27C28C29C30C31

BrLXX 1SA Chapter 31

1SA 31 ©

31Καὶ οἱ ἀλλόφύλοι ἐπολέμουν ἐπὶ Ἰσραήλ· καὶ ἔφυγον οἱ ἄνδρες Ἰσραὴλ ἐκ προσώπου τῶν ἀλλοφύλων, καὶ πίπτουσι τραυματίαι ἐν τῷ ὄρει τῷ Γελβουέ. 2Καὶ συνάπτουσιν οἱ ἀλλόφυλοι τῷ Σαοὺλ καὶ τοῖς υἱοῖς αὐτοῦ, καὶ τύπτουσιν ἀλλόφυλοι τὸν Ἰωναθάν, καὶ τὸν Ἀμιναδὰβ, καὶ τὸν Μελχισᾶ υἱὸν Σαούλ. 3Καὶ βαρύνεται ὁ πόλεμος ἐπὶ Σαοὺλ, καὶ εὑρίσκουσιν αὐτὸν οἱ ἀκοντισταὶ ἄνδρες τόξοται, καὶ ἐτραυματίσθη εἰς τὰ ὑποχόνδρια. 4Καὶ εἶπε Σαοὺλ πρὸς τὸν αἴροντα τὰ σκεύη αὐτοῦ, σπάσαι τὴν ῥομφαίαν σου καὶ ἀποκέντησόν με ἐν αὐτῇ, μὴ ἔλθωσιν οἱ ἀπερίτμητοι οὗτοι καὶ ἀποκεντήσωσί με καὶ ἐμπαίξωσιν ἐμοί· καὶ οὐκ ἐβούλετο ὁ αἴρων τὰ σκεύη αὐτοῦ, ὅτι ἐφοβήθη σφόδρα· καὶ ἔλαβε Σαοὺλ τὴν ῥομφαίαν, καὶ ἐπέπεσεν ἐπʼ αὐτήν. 5Καὶ εἶδεν ὁ αἴρων τὰ σκεύη αὐτοῦ ὅτι τέθνηκε Σαοὺλ, καὶ ἐπέπεσε καὶ αὐτὸς ἐπὶ τὴν ῥομφαίαν αὐτοῦ, καὶ ἀπέθανε μετʼ αὐτοῦ. 6Καὶ ἀπέθανε Σαοὺλ, καὶ οἱ τρεῖς υἱοὶ αὐτοῦ, καὶ ὁ αἴρων τὰ σκεύη αὐτοῦ, ἐν τῇ ἡμέρᾳ ἐκείνῃ κατὰ τὸ αὐτό.

7Καὶ εἶδον οἱ ἄνδρες Ἰσραὴλ οἱ ἐν τῷ πέραν τῆς κοιλάδος καὶ οἱ ἐν τῷ πέραν τοῦ Ἰορδάνου, ὅτι ἔφυγον οἱ ἄνδρες Ἰσραὴλ, καὶ ὅτι τέθνηκε Σαοὺλ καὶ οἱ υἱοὶ αὐτοῦ, καὶ καταλείπουσι τὰς πόλεις αὐτῶν καὶ φεύγουσι· καὶ ἔρχονται οἱ ἀλλόφυλοι καὶ κατοικοῦσιν ἐν αὐταῖς.

8Καὶ ἐγενήθη τῇ ἐπαύριον ἔρχονται οἱ ἀλλόφυλοι ἐκδιδύσκειν τοὺς νεκροὺς, καὶ εὑρίσκουσι τὸν Σαοὺλ καὶ τοὺς τρεῖς υἱοὺς αὐτοῦ πεπτωκότας ἐπὶ τὰ ὄρη Γελβούε.

9Καὶ ἀποστρέφουσιν αὐτὸν, καὶ ἐξέδυσαν τὰ σκεύη αὐτοῦ, καὶ ἀποστέλλουσιν αὐτὰ εἰς γῆν ἀλλοφύλων, κύκλῳ εὐαγγελίζοντες τοῖς εἰδώλοις αὐτῶν καὶ τῷ λαῷ. 10Καὶ ἀνέθηκαν τὰ σκεύη αὐτοῦ εἰς τὸ Ἀσταρτεῖον, καὶ τὸ σῶμα αὐτοῦ κατέπηξαν ἐν τῷ τείχει Βαιθσάμ.

11Καὶ ἀκούουσιν οἱ κατοικοῦντες Ἰαβὶς τῆς Γαλααδίτιδος ἃ ἐποίησαν οἱ ἀλλόφυλοι τῷ Σαούλ. 12Καὶ ἀνέστησαν πᾶς ἀνὴρ δυνάμεως, καὶ ἐπορεύθησαν ὅλην τὴν νύκτα, καὶ ἔλαβον τὸ σῶμα Σαοὺλ καὶ τὸ σῶμα Ἰωνάθαν τοῦ υἱοῦ αὐτοῦ ἀπὸ τοῦ τείχους Βαιθσὰμ, καὶ φέρουσιν αὐτοὺς εἰς Ἰαβὶς, καὶ κατακαίουσιν αὐτοὺς ἐκεῖ. 13Καὶ λαμβάνουσιν τὰ ὀστᾶ αὐτῶν, καὶ θάπτουσιν ὑπὸ τὴν ἄρουραν τὴν ἐν Ἰαβὶς, καὶ νηστεύουσιν ἑπτὰ ἡμέρας.

1SA 31 ©

1SAC1C2C3C4C5C6C7C8C9C10C11C12C13C14C15C16C17C18C19C20C21C22C23C24C25C26C27C28C29C30C31