Open Bible Data Home  About  News  OET Key

OETOET-RVOET-LVULTUSTBSBBLBAICNTOEBWEBBEWMBBNETLSVFBVTCNTT4TLEBBBEMoffJPSWymthASVDRAYLTDrbyRVWbstrKJB-1769KJB-1611BshpsGnvaCvdlTNTWycSR-GNTUHBBrLXXBrTrRelatedTopicsParallelInterlinearReferenceDictionarySearch

BrLXXBy DocumentBy Section By Chapter Details

1SAC1C2C3C4C5C6C7C8C9C10C11C12C13C14C15C16C17C18C19C20C21C22C23C24C25C26C27C28C29C30C31

BrLXX 1SA Chapter 10

1SA 10 ©

10Καὶ ἔλαβε Σαμουὴλ τὸν φακὸν τοῦ ἐλαίου, καὶ ἐπέχεεν ἐπὶ τὴν κεφαλὴν αὐτοῦ, καὶ ἐφίλησεν αὐτὸν, καὶ εἶπεν αὐτῷ, οὐχὶ κέχρικέ σε Κύριος εἰς ἄρχοντα ἐπὶ τὸν λαὸν αὐτοῦ ἐπὶ Ἰσραήλ; καὶ σὺ ἄρξεις ἐν λαῷ Κυρίου, καὶ σὺ σώσεις αὐτὸν ἐκ χειρὸς ἐχθρῶν αὐτοῦ· καὶ τοῦτό σοι τὸ σημεῖον, ὅτι ἔχρισέ σε Κύριος ἐπὶ κληρονομίαν αὐτοῦ εἰς ἄρχοντα· 2Ὡς ἂν ἀπέλθῃς σήμερον ἀπʼ ἐμοῦ, καὶ εὑρήσεις δύο ἄνδρας πρὸς τοῖς τάφοις Ῥαχὴλ ἐν τῷ ὄρει Βενιαμὶν ἁλλομένους μεγάλα· καὶ ἐροῦσί σοι, εὕρηνται αἱ ὄνοι ἃς ἐπορεύθητε ζητεῖν· καὶ ἰδοὺ ὁ πατήρ σου ἀποτετίνακται τὸ ῥῆμα τῶν ὄνων, καὶ ἐδαψιλεύσατο διʼ ὑμᾶς, λέγων, τί ποιήσω ὑπὲρ τοῦ υἱοῦ μου; 3Καὶ ἀπελεύσῃ ἐκεῖθε καὶ ἐπέκεινα ἥξεις ἕως τῆς δρυὸς Θαβώρ, καὶ εὑρήσεις ἐκεῖ τρεῖς ἄνδρας ἀναβαίνοντας πρὸς τὸν Θεὸν εἰς Βαιθὴλ, ἕνα αἴροντα τρία αἰγίδια, καὶ ἕνα αἴροντα τρία ἀγγεῖα ἄρτων, καὶ ἕνα αἴροντα ἀσκὸν οἴνου· 4Καὶ ἐρωτήσουσί σε τὰ εἰς εἰρήνην, καὶ δώσουσί σοι δύο ἀπαρχὰς ἄρτων, καὶ λὴψῃ ἐκ τῆς χειρὸς αὐτῶν. 5Καὶ μετὰ ταῦτα εἰσελεύσῃ εἰς τὸν βουνὸν τοῦ Θεοῦ, οὗ ἐστιν ἐκεῖ τὸ ἀνάστημα τῶν ἀλλοφύλων· ἐκεῖ Νασὶβ ὁ ἀλλόφυλος· καὶ ἔσται ὡς ἂν εἰσέλθητε ἐκεῖ εἰς τὴν πόλιν, καὶ ἀπαντήσεις χορῷ προφητῶν καταβαινόντων ἐκ τῆς Βαμᾶ, καὶ ἔμπροσθεν αὐτῶν νάβλα, καὶ τύμπανον, καὶ αὐλὸς, καὶ κινύρα, καὶ αὐτοὶ προφητεύοντες· 6Καὶ ἐφαλεῖται ἐπὶ σὲ πνεῦμα Κυρίου, καὶ προφητεύσεις μετʼ αὐτῶν, καὶ στραφήσῃ εἰς ἄνδρα ἄλλον. 7Καὶ ἔσται ὅταν ἥξει τὰ σημεῖα ταῦτα ἐπὶ σὲ, ποίει πάντα ὅσα ἐὰν εὕρῃ ἡ χείρ σου, ὅτι Θεὸς μετὰ σοῦ. 8Καὶ καταβήσῃ ἔμπροσθεν τῆς Γαλγὰλ, καὶ ἰδοὺ καταβαίνω πρὸς σὲ ἀνενεγκεῖν ὁλοκαύτωσιν καὶ θυσίας εἰρηνικάς· ἑπτὰ ἡμέρας διαλείψεις ἕως τοῦ ἐλθεῖν με πρὸς σὲ, καὶ γνωρίσω σοι ἃ ποιήσεις.

9Καὶ ἐγενήθη ὥστε ἐπιστραφῆναι τῷ ὤμῳ αὐτοῦ ἀπελθεῖν ἀπὸ Σαμουὴλ, μετέστρεψεν αὐτῷ ὁ Θεὸς καρδίαν ἄλλην· καὶ ἦλθε πάντα τὰ σημεῖα ἐν τῇ ἡμέρᾳ ἐκείνῃ. 10Καὶ ἔρχεται ἐκεῖθεν εἰς τὸν βουνόν, καὶ ἰδοὺ χορὸς προφητῶν ἐξεναντίας αὐτοῦ· καὶ ἥλατο ἐπʼ αὐτὸν πνεῦμα Θεοῦ, καὶ προεφήτευσεν ἐν μέσῳ αὐτῶν. 11Καὶ ἐγενήθησαν πάντες οἱ εἰδότες αὐτὸν ἐχθὲς καὶ τρίτης, καὶ εἶδον, καὶ ἰδοὺ αὐτὸς ἐν μέσῳ τῶν προφητῶν· καὶ εἶπεν ὁ λαὸς ἕκαστος πρὸς τὸν πλησίον αὐτοῦ, τί τοῦτο τὸ γεγονὸς τῷ υἱῷ Κίς; ἢ καὶ Σαοὺλ ἐν προφήταις; 12Καὶ ἀπεκρίθη τίς αὐτῶν, καὶ εἶπε, καὶ τίς πατὴρ αὐτοῦ; καὶ διὰ τοῦτο ἐγενήθη εἰς παραβολὴν, ἢ καὶ Σαοὺλ ἐν προφήταις; 13Καὶ συνετέλεσε προφητεύων, καὶ ἔρχεται εἰς τὸν βουνόν.

14Καὶ εἶπεν ὁ οἰκεῖος αὐτοῦ πρὸς αὐτὸν καὶ πρὸς τὸ παιδάριον αὐτοῦ, ποῦ ἐπορεύθητε; καὶ εἶπαν, ζητεῖν τὰς ὄνους, καὶ εἴδαμεν ὅτι οὐκ εἰσί, καὶ εἰσήλθομεν πρὸς Σαμουήλ. 15Καὶ εἶπεν ὁ οἰκεῖος πρὸς Σαοὺλ, ἀπάγγειλον δή μοι, τί εἶπέ σοι Σαμουήλ; 16Καὶ εἶπε Σαοὺλ πρὸς τὸν οἰκεῖον αὐτοῦ, ἀπήγγειλεν ἀπαγγέλλων μοι, ὅτι εὕρηνται αἱ ὄνοι· τὸ δὲ ῥῆμα τῆς βασιλείας οὐκ ἀπήγγειλεν αὐτῷ.

17Καὶ παρήγγειλε Σαμουὴλ παντὶ τῷ λαῷ πρὸς Κύριον εἰς Μασσηφάθ. 18Καὶ εἶπε πρὸς υἱοὺς Ἰσραὴλ, τάδε εἶπε Κύριος ὁ Θεὸς Ἰσραὴλ, λέγων, ἐγὼ ἀνήγαγον τοὺς υἱοὺς Ἰσραὴλ ἐξ Αἰγύπτου, καὶ ἐξειλάμην ὑμᾶς ἐκ χειρὸς Φαραὼ βασιλέως Αἰγύπτου, καὶ ἐκ πασῶν τῶν βασιλειῶν τῶν θλιβουσῶν ὑμᾶς. 19Καὶ ὑμεῖς σήμερον ἐξουδενήκατε τὸν Θεόν, ὃς αὐτός ἐστιν ὑμῶν σωτὴρ ἐκ πάντων τῶν κακῶν ὑμῶν καὶ θλίψεων ὑμῶν· καὶ εἴπατε, οὐχί, ἀλλʼ ἢ ὅτι βασιλέα καταστήσεις ἐφʼ ἡμῶν· καὶ νῦν κατάστητε ἐνώπιον Κυρίου κατὰ τὰ σκῆπτρα ὑμῶν καὶ κατὰ τὰς φυλὰς ὑμῶν.

20Καὶ προσήγαγε Σαμουὴλ πάντα τὰ σκῆπτρα Ἰσραὴλ, καὶ κατακληροῦται σκῆπτρον Βενιαμίν. 21Καὶ προσάγει σκῆπτρον Βενιαμὶν εἰς φυλάς, καὶ κατακληροῦται φυλὴ Ματταρί· καὶ προσάγουσι τὴν φυλὴν Ματταρὶ εἰς ἄνδρας, καὶ κατακληροῦται Σαοὺλ υἱὸς Κίς· καὶ ἐζήτει αὐτόν, καὶ οὐχ εὑρίσκετο.

22Καὶ ἐπηρώτησε Σαμουὴλ ἔτι ἐν Κυρίῳ, εἰ ἔρχεται ὁ ἀνὴρ ἐνταῦθα; καὶ εἶπε Κύριος, ἰδοὺ αὐτὸς κέκρυπται ἐν τοῖς σκεύεσι. 23Καὶ ἔδραμε καὶ λαμβάνει αὐτὸν ἐκεῖθεν, καὶ κατέστησεν ἐν μέσῳ τοῦ λαοῦ· καὶ ὑψώθη ὑπὲρ πάντα τὸν λαὸν ὑπερωμίαν καὶ ἐπάνω.

24Καὶ εἶπε Σαμουὴλ πρὸς πάντα τὸν λαὸν, εἰ ἑωράκατε ὃν ἐκλέλεκται ἑαυτῷ Κύριος, ὅτι οὐκ ἔστιν ὅμοιος αὐτῷ ἐν πᾶσιν ὑμῖν; καὶ ἔγνωσαν πᾶς ὁ λαὸς, καὶ εἶπαν, ζήτω ὁ βασιλεύς. 25Καὶ εἶπε Σαμουὴλ πρὸς τὸν λαὸν τὸ δικαίωμα τοῦ βασιλέως, καὶ ἔγραψεν ἐν βιβλίῳ, καὶ ἔθηκεν ἐνώπιον Κυρίου· καὶ ἐξαπέστειλε Σαμουὴλ πάντα τὸν λαόν, καὶ ἀπῆλθεν ἕκαστος εἰς τὸν τόπον αὐτοῦ.

26Καὶ Σαοὺλ ἀπῆλθεν εἰς τὸν οἶκον αὐτοῦ εἰς Γαβαά· καὶ ἐπορεύθησαν υἱοὶ δυνάμεων, ὧν ἥψατο Κύριος καρδίας αὐτῶν μετὰ Σαούλ. 27Καὶ υἱοὶ λοιμοὶ εἶπαν, τίς σώσει ἡμᾶς οὗτος; καὶ ἠτίμασαν αὐτόν, καὶ οὐκ ἤνεγκαν αὐτῷ δῶρα.

1SA 10 ©

1SAC1C2C3C4C5C6C7C8C9C10C11C12C13C14C15C16C17C18C19C20C21C22C23C24C25C26C27C28C29C30C31