Open Bible Data Home  About  News  OET Key

OETOET-RVOET-LVULTUSTBSBBLBAICNTOEBWEBBEWMBBNETLSVFBVTCNTT4TLEBBBEMoffJPSWymthASVDRAYLTDrbyRVWbstrKJB-1769KJB-1611BshpsGnvaCvdlTNTWyclSR-GNTUHBBrLXXBrTrRelatedTopicsParallelInterlinearReferenceDictionarySearch

BrLXXBy DocumentBy Section By Chapter Details

1SAC1C2C3C4C5C6C7C8C9C10C11C12C13C14C15C16C17C18C19C20C21C22C23C24C25C26C27C28C29C30C31

BrLXX 1SA Chapter 8

1SA 8 ©

8Καὶ ἐγένετο ὡς ἐγήρασε Σαμουὴλ, καὶ κατέστησε τούς υἱοὺς αὐτοῦ δικαστὰς τῷ Ἰσραήλ. 2Καὶ ταῦτα τὰ ὀνόματα τῶν υἱῶν αὐτοῦ· πρωτότοκος Ἰωήλ, καὶ ὄνομα τοῦ δευτέρου ʼΑβιά, δικασταὶ ἐν Βηρσαβεέ. 3Καὶ οὐκ ἐπορεύθησαν οἱ υἱοὶ αὐτοῦ ἐν ὁδῷ αὐτοῦ· καὶ ἐξέκλιναν ὀπίσω τῆς συντελείας, καὶ ἐλάμβανον δῶρα, καὶ ἐξέκλινον δικαιώματα.

4Καὶ συναθροίζονται ἄνδρες Ἰσραὴλ, καὶ παραγίνονται εἰς ʼΑρμαθαὶμ πρὸς Σαμουὴλ, 5καὶ εἶπαν αὐτῷ, ἰδοὺ, σὺ γεγήρακας, καὶ οἱ υἱοί σου οὐ πορεύονται ἐν τῇ ὁδῷ σου· καὶ νῦν κατάστησον ἐφʼ ἡμᾶς βασιλέα δικάζειν ἡμᾶς, καθὰ καὶ τὰ λοιπὰ ἔθνη.

6Καὶ πονηρὸν τὸ ῥῆμα ἐν ὀφθαλμοῖς Σαμουήλ, ὡς εἶπαν, δὸς ἡμῖν βασιλέα δικάζειν ἡμᾶς· καὶ προσηύξατο Σαμουὴλ πρὸς Κύριον. 7Καὶ εἶπε Κύριος πρὸς Σαμουήλ, ἄκουε τῆς φωνῆς τοῦ λαοῦ, καθὰ ἂν λαλῶσί σοι, ὅτι οὐ σὲ ἐξουθενήκασιν, ἀλλʼ ἢ ἐμὲ ἐξουθενήκασι τοῦ μὴ βασιλεύειν ἐπʼ αὐτῶν. 8Κατὰ πάντα τὰ ποιήματα, ἃ ἐποίησάν μοι ἀφʼ ἧς ἡμέρας ἀνήγαγον αὐτοὺς ἐξ Αἰγύπτου ἕως τῆς ἡμέρας ταύτης, καὶ ἐγκατέλιπόν με, καὶ ἐδούλευον θεοῖς ἑτέροις, οὕτως αὐτοὶ ποιοῦσι καὶ σοί. 9Καὶ νῦν ἄκουε τῆς φωνῆς αὐτῶν· πλὴν ὅτι διαμαρτυρόμενος διαμαρτύρῃ αὐτοῖς, καὶ ἀπαγγελεῖς αὐτοῖς τὸ δικαίωμα τοῦ βασιλέως ὃς βασιλεύσει ἐπʼ αὐτούς.

10Καὶ εἶπε Σαμουὴλ πᾶν τὸ ῥῆμα τοῦ κυρίου πρὸς τὸν λαὸν τοὺς αἰτοῦντας παρʼ αὐτοῦ βασιλέα. 11Καὶ εἶπε, τοῦτο ἔσται τὸ δικαίωμα τοῦ βασιλέως ὃς βασιλεύσει ἐφʼ ὑμᾶς· τοὺς υἱοὺς ὑμῶν λήψεται, καὶ θήσεται αὐτοὺς ἐν ἅρμασιν αὐτοῦ, καὶ ἐν ἱππεῦσιν αὐτοῦ, καὶ προτρέχοντας τῶν ἁρμάτων αὐτοῦ, 12καὶ θέσθαι αὐτοὺς ἑαυτῷ ἑκατονάρχους καὶ χιλιάρχους, καὶ θερίζειν θερισμὸν αὐτοῦ, καὶ τρυγᾷν τρυγητὸν αὐτοῦ, καὶ ποιεῖν σκεύη πολεμικὰ αὐτοῦ, καὶ σκεύη ἁρμάτων αὐτοῦ. 13Καὶ τὰς θυγατέρας ὑμῶν λήψεται εἰς μυρεψοὺς, καὶ εἰς μαγειρίσσας, καὶ εἰς πεσσούσας. 14Καὶ τοὺς ἀγροὺς ὑμῶν, καὶ τοὺς ἀμπελῶνας ὑμῶν, καὶ τοὺς ἐλαιῶνας ὑμῶν τοὺς ἀγαθοὺς λήψεται, καὶ δώσει τοῖς δούλοις ἑαυτοῦ. 15Καὶ τὰ σπέρματα ὑμῶν καὶ τοὺς ἀμπελῶνας ὑμῶν ἀποδεκατώσει, καὶ δώσει τοῖς εὐνούχοις αὐτοῦ, καὶ τοῖς δούλοις αὐτοῦ. 16Καὶ τοὺς δούλους ὑμῶν, καὶ τὰς δούλας ὑμῶν, καὶ τὰ βουκόλια ὑμῶν τὰ ἀγαθὰ, καὶ τοὺς ὄνους ὑμῶν λήψεται, καὶ ἀποδεκατώσει εἰς τὰ ἔργα αὐτοῦ· 17Καὶ τὰ ποίμνια ὑμῶν ἀποδεκατώσει, καὶ ὑμεῖς ἔσεσθε αὐτῷ δοῦλοι. 18Καὶ βοήσεσθε ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐκ προσώπου βασιλέως ὑμῶν οὗ ἐξελέξασθε ἑαυτοῖς, καὶ οὐκ ἐπακούσεται Κύριος ὑμῶν ἐν ταῖς ἡμέραις ἐκείναις, ὅτι ὑμεῖς ἐξελέξασθε ἑαυτοῖς βασιλέα.

19Καὶ οὐκ ἐβούλετο ὁ λαὸς ἀκοῦσαι τοῦ Σαμουὴλ, καὶ εἶπαν αὐτῷ, οὐχὶ, ἀλλʼ ἢ βασιλεὺς ἔσται ἐφʼ ἡμᾶς. 20Καὶ ἐσόμεθα καὶ ἡμεῖς καθὰ πάντα τὰ ἔθνη· καὶ δικάσει ἡμᾶς βασιλεὺς ἡμῶν, καὶ ἐξελεύσεται ἔμπροσθεν ἡμῶν, καὶ πολεμήσει τὸν πόλεμον ἡμῶν. 21Καὶ ἤκουσε Σαμουὴλ πάντας τοὺς λόγους τοῦ λαοῦ, καὶ ἐλάλησεν αὐτοὺς εἰς τὰ ὦτα Κυρίου. 22Καὶ εἶπε Κύριος πρὸς Σαμουήλ, ἄκουε τῆς φωνῆς αὐτῶν, καὶ βασίλευσον αὐτοῖς βασιλέα· καὶ εἶπε Σαμουὴλ πρὸς ἄνδρας Ἰσραήλ, ἀποτρεχέτω ἕκαστος εἰς τὴν πόλιν αὐτοῦ.

1SA 8 ©

1SAC1C2C3C4C5C6C7C8C9C10C11C12C13C14C15C16C17C18C19C20C21C22C23C24C25C26C27C28C29C30C31