Open Bible Data Home About News OET Key
OET OET-RV OET-LV ULT UST BSB BLB AICNT OEB WEBBE WMBB NET LSV FBV TCNT T4T LEB BBE Moff JPS Wymth ASV DRA YLT Drby RV Wbstr KJB-1769 KJB-1611 Bshps Gnva Cvdl TNT Wycl SR-GNT UHB BrLXX BrTr Related Topics Parallel Interlinear Reference Dictionary Search
BrLXX By Document By Section By Chapter Details
1SA C1 C2 C3 C4 C5 C6 C7 C8 C9 C10 C11 C12 C13 C14 C15 C16 C17 C18 C19 C20 C21 C22 C23 C24 C25 C26 C27 C28 C29 C30 C31
30 Καὶ ἐγενήθη εἰσελθόντος Δαυὶδ καὶ τῶν ἀνδρῶν αὐτοῦ τὴν Σεκελὰκ τῇ ἡμέρᾳ τῇ τρίτῃ, καὶ Ἀμαλὴκ ἐπέθετο ἐπὶ τὸν Νότον καὶ ἐπὶ τὴν Σεκελὰκ, καὶ ἐπάταξε τὴν Σεκελὰκ καὶ ἐνεπύρισαν αὐτὴν ἐν πυρί. 2 Καὶ τὰς γυναῖκας καὶ πάντα τὰ ἐν αὐτῇ ἀπὸ μικροῦ ἕως μεγάλου οὐκ ἐθανάτωσαν ἄνδρα καὶ γυναῖκα, ἀλλʼ ᾐχμαλὼτευσαν, καὶ ἀπῆλθον εἰς τὴν ὁδὸν αὐτῶν.
3 Καὶ ἦλθε Δαυὶδ καὶ οἱ ἄνδρες αὐτοῦ εἰς τὴν πόλιν, καὶ ἰδοὺ ἐμπεπύρισται ἐν πυρὶ, αἱ δὲ γυναῖκες αὐτῶν καὶ οἱ υἱοὶ αὐτῶν καὶ αἱ θυγατέρες αὐτῶν ᾐχμαλωτευμένοι. 4 Καὶ ᾖρε Δαυὶδ καὶ οἱ ἄνδρες αὐτοῦ τὴν φωνὴν αὐτῶν, καὶ ἔκλαυσαν ἕως ὅτου οὐκ ἦν ἐν αὐτοῖς ἰσχὺς ἔτι τοῦ κλαίειν. 5 Καὶ ἀμφότεραι αἱ γυναῖκες Δαυὶδ ᾐχμαλωτεύθησαν, Ἀχιναὰμ ἡ Ἰεζραηλίτις, καὶ Ἀβιγαία ἡ γυνὴ Νάβαλ τοῦ Καρμηλίου. 6 Καὶ ἐθλίβη Δαυὶδ σφόδρα, ὅτι εἶπεν ὁ λαὸς λιθοβολῆσαι αὐτὸν, ὅτι κατώδυνος ψυχὴ παντὸς τοῦ λαοῦ ἑκάστου ἐπὶ τοὺς υἱοὺς αὐτοῦ καὶ ἐπὶ τὰς θυγατέρας αὐτοῦ· καὶ ἐκραταιώθη Δαυὶδ ἐν Κυρίῳ Θεῷ αὐτοῦ.
7 Καὶ εἶπε Δαυὶδ πρὸς Ἀβιάθαρ τὸν ἱερέα υἱὸν Ἀχιμέλεχ, προσάγαγε τὸ ἐφούδ. 8 Καὶ ἐπηρώτησε Δαυὶδ διὰ τοῦ Κυρίου, λέγων, εἰ καταδιώξω ὀπίσω τοῦ γεδδοὺρ τούτου; εἰ καταλήμψομαι αὐτούς; καὶ εἶπεν αὐτῷ, καταδίωκε, ὅτι καταλαμβάνων καταλήμψῃ αὐτοὺς, καὶ ἐξαιρούμενος ἐξελῇ. 9 Καὶ ἐπορεύθη Δαυὶδ αὐτὸς καὶ οἱ ἑξακόσιοι ἄνδρες μετʼ αὐτοῦ, καὶ ἔρχονται ἕως τοῦ χειμάῤῥου Βοσὸρ, καὶ οἱ περισσοὶ ἔστησαν. 10 Καὶ κατεδίωξεν ἐν τετρακοσίοις ἀνδράσιν· ὑπέστησαν δὲ διακόσιοι ἄνδρες οἵτινες ἐκάθισαν πέραν τοῦ χειμάῤῥου τοῦ Βοσόρ.
11 Καὶ εὑρίσκουσιν ἄνδρα Αἰγύπτιον ἐν ἀγρῷ, καὶ λαμβάνουσιν αὐτὸν, καὶ ἄγουσιν αὐτὸν πρὸς Δαυίδ· καὶ διδόασιν αὐτῷ ἄρτον καὶ ἔφαγε, καὶ ἐπότισαν αὐτὸν ὕδωρ· 12 καὶ διδόασιν αὐτῷ κλάσμα παλάθης καὶ ἔφαγε, καὶ κατέστη τὸ πνεῦμα αὐτοῦ ἐν αὐτῷ· ὅτι οὐ βεβρώκει ἄρτον, καὶ οὐ πεπώκει ὕδωρ τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας. 13 Καὶ εἶπεν αὐτῷ Δαυὶδ, τίνος σὺ εἶ, καὶ πόθεν εἶ; καὶ εἶπε τὸ παιδάριον τὸ Αἰγύπτιον, ἐγώ εἰμι δοῦλος ἀνδρὸς Ἀμαληκίτου, καὶ κατέλιπέ με ὁ κύριός μου, ὅτι ἠνωχλήθην ἐγὼ σήμερον τριταῖος. 14 Καὶ ἡμεῖς ἐπεθέμεθα ἐπὶ τὸν Νότον τοῦ Χελεθὶ, καὶ ἐπὶ τὰ τῆς Ἰουδαίας μέρη, καὶ ἐπὶ Νότον Χελοὺβ, καὶ τὴν Σεκελὰκ ἐνεπυρίσαμεν ἐν πυρί. 15 Καὶ εἶπεν, αὐτῷ Δαυὶδ, εἰ κατάξεις με ἐπὶ τὸ γεδδοὺρ τοῦτο; καὶ εἶπεν, ὄμοσον δή μοι κατὰ τοῦ Θεοῦ μὴ θανατώσειν με, καὶ μὴ παραδοῦναί με εἰς χεῖρας τοῦ κυρίου μου, καὶ κατάξω σε ἐπὶ τὸ γεδδοὺρ τοῦτο.
16 Καὶ κατήγαγεν αὐτὸν ἐκεῖ, καὶ ἰδοὺ οὗτοι διακεχυμένοι ἐπὶ πρόσωπον πάσης τῆς γῆς, ἐσθίοντες καὶ πίνοντες καὶ ἑορτάζοντες ἐν πᾶσι τοῖς σκύλοις τοῖς μεγάλοις, οἷς ἔλαβον ἐκ γῆς ἀλλοφύλων καὶ ἐκ γῆς Ἰούδα. 17 Καὶ ἦλθεν ἐπʼ αὐτοὺς Δαυὶδ, καὶ ἐπάταξεν αὐτοὺς ἀπὸ ἑωσφόρου ἕως δείλης καὶ τῇ ἐπαύριον· καὶ οὐκ ἐσώθη ἐξ αὐτῶν ἀνὴρ, ὅτι ἀλλʼ ἢ τετρακόσια παιδάρια, ἃ ἦν ἐπιβεβηκότα ἐπὶ τὰς καμήλους, καὶ ἔφυγον. 18 Καὶ ἀφείλατο Δαυὶδ πάντα ἃ ἔλαβον οἱ Ἀμαληκῖται, καὶ ἀμφότερας τὰς γυναῖκας αὐτοῦ ἐξείλατο. 19 Καὶ οὐ διεφώνησεν αὐτοῖς ἀπὸ μικροῦ ἕως μεγάλου, καὶ ἀπὸ τῶν σκύλων, καὶ ἕως υἱῶν καὶ θυγατέρων, καὶ ἕως πάντων ὧν ἔλαβον αὐτῶν, καὶ πάντα ἐπέστρεψε Δαυίδ. 20 Καὶ ἔλαβε πάντα τὰ ποίμνια, καὶ τὰ βουκόλια, καὶ ἀπήγαγεν ἔμπροσθεν τῶν σκύλων· καὶ τοῖς σκύλοις ἐκείνοις ἐλέγετο, ταῦτα τὰ σκῦλα Δαυίδ.
21 Καὶ παραγίνεται Δαυὶδ πρὸς τοὺς διακοσὶους ἄνδρας τούς ὑπολειφθέντας τοῦ πορεύεσθαι ὀπίσω Δαυὶδ, καὶ ἐκάθισεν αὐτοὺς ἐν τῷ χειμάῤῥῳ τοῦ Βοσὸρ, καὶ ἐξῆλθον εἰς ἀπάντησιν Δαυὶδ καὶ εἰς ἀπάντησιν τοῦ λαοῦ τοῦ μετʼ αὐτοῦ· καὶ προσήγαγε Δαυὶδ ἕως τοῦ λαοῦ, καὶ ἠρώτησαν αὐτὸν τὰ εἰς εἰρήνην.
22 Καὶ ἀπεκρίθη πᾶς ἀνὴρ λοιμὸς καὶ πονηρὸς τῶν ἀνδρῶν τῶν πολεμιστῶν τῶν πορευθέντων μετὰ Δαυὶδ, καὶ εἶπον, ὅτι οὐ κατεδίωξαν μεθʼ ἡμῶν, οὐ δώσομεν αὐτοῖς ἐκ τῶν σκύλων ὧν ἐξειλόμεθα, ὅτι ἀλλʼ ἢ ἕκαστος τὴς γυναῖκα αὐτοῦ, καὶ τὰ τέκνα αὐτοῦ ἀπαγέσθωσαν, καὶ ἀποστρεφέτωσαν. 23 Καὶ εἶπε Δαυὶδ, οὐ ποιήσετε οὕτως, μετὰ τὸ παραδοῦναι τὸν Κύριον ἡμῖν, καὶ φυλάξαι ἡμᾶς, καὶ παρέδωκε Κύριος τὸν γεδδοὺρ τὸν ἐπερχόμενον ἐφʼ ἡμᾶς, εἰς χεῖρας ἡμῶν. 24 Καὶ τίς ἐπακούσεται ὑμῶν τῶν λόγων τούτων; ὅτιδοὐχ ἧττον ἡμῶν εἰσι, διότι κατὰ τὴν μερίδα τοῦ καταβαίνοντος εἰς τὸν πόλεμον, οὕτως ἔσται ἡ μερὶς τοῦ καθημένου ἐπὶ τὰ σκεύη, κατὰ τὸ αὐτὸ μεριοῦνται. 25 Καὶ ἐγενήθη ἀπὸ τῆς ἡμέρας ἐκείνης καὶ ἐπάνω, καὶ ἐγένετο εἰς προστάγμα καὶ εἱς δικαίωμα τῷ Ἰσραὴλ ἕως τῆς σήμερον.
26 Καὶ ἦλθε Δαυὶδ εἰς Σεκελὰκ, καὶ ἀπέστειλε τοῖς πρεσβυτέροις τῶν σκύλων Ἰούδα καὶ τοῖς πλησίον αὐτοῦ, λέγων, ἰδοὺ ἀπὸ τῶν σκύλων τῶν ἐχθρῶν Κυρίου, 27 τοῖς ἐν Βαιθσοὺρ, καὶ τοῖς Ῥαμᾷ Νότου, καὶ τοῖς ἐν Γεθὸρ, 28 καὶ τοῖς ἐν Ἀροὴρ, καὶ τοῖς ἐν Ἀμμαδὶ, καὶ τοῖς ἐν Σαφὶ, καὶ τοῖς ἐν Ἐσθιὲ, 28a καὶ τοὶς ἐν Γὲθ, καὶ τοῖς ἐν Κιμὰθ, καὶ τοῖς ἐν Σαφὲκ, καὶ τοῖς ἐν Θημὰθ, 29 καὶ τοῖς ἐν Καρμήλῳ, καὶ τοῖς ἐν ταῖς πόλεσι τοῦ Ἱερεμεὴλ, καὶ τοῖς ἐν ταῖς πόλεσι τοῦ Κενεζὶ, 30 καὶ τοῖς ἐν Ἱεριμοὺθ, καὶ τοῖς ἐν Βηρσαβεὶ, καὶ τοῖς ἐν Νομβὲ, 31 καὶ τοῖς ἐν Χεβρὼν, καὶ πάντας τοὺς τόπους οὓς διῆλθε Δαυὶδ ἐκεῖ αὐτὸς καὶ οἱ ἄνδρες αὐτοῦ.
1SA C1 C2 C3 C4 C5 C6 C7 C8 C9 C10 C11 C12 C13 C14 C15 C16 C17 C18 C19 C20 C21 C22 C23 C24 C25 C26 C27 C28 C29 C30 C31