Open Bible Data Home About News OET Key
OET OET-RV OET-LV ULT UST BSB BLB AICNT OEB WEBBE WMBB NET LSV FBV TCNT T4T LEB BBE Moff JPS Wymth ASV DRA YLT Drby RV Wbstr KJB-1769 KJB-1611 Bshps Gnva Cvdl TNT Wycl SR-GNT UHB BrLXX BrTr Related Topics Parallel Interlinear Reference Dictionary Search
BrLXX By Document By Section By Chapter Details
EZE C1 C2 C3 C4 C5 C6 C7 C8 C9 C10 C11 C12 C13 C14 C15 C16 C17 C18 C19 C20 C21 C22 C23 C24 C25 C26 C27 C28 C29 C30 C31 C32 C33 C34 C35 C36 C37 C38 C39 C40 C41 C42 C43 C44 C45 C46 C47 C48
13 Καὶ ἐγένετο λόγος Κυρίου πρὸς μὲ, λέγων, 2 υἱὲ ἀνθρώπου, προφήτευσον ἐπὶ τοὺς προφήτας τοῦ Ἰσραὴλ, καὶ προφητεύσεις, καὶ ἐρεῖς πρὸς αὐτοὺς, ἀκούσατε λόγον Κυρίου·
3 Τάδε λέγει Κύριος, οὐαὶ τοῖς προφητεύουσιν ἀπὸ καρδίας αὐτῶν, καὶ τὸ καθόλου μὴ βλέπουσιν. 4 Ὡς ἀλώπεκες ἐν ταῖς ἐρήμοις οἱ προφῆταί σου, Ἰσραήλ· 5 Οὐκ ἔστησαν ἐν στερεώματι· καὶ συνήγαγον ποίμνια ἐπὶ τὸν οἶκον τοῦ Ἰσραήλ· οὐκ ἀνέστησαν οἱ λέγοντες, ἐν ἡμέρᾳ Κυρίου, 6 βλέποντες ψευδῆ, μαντευόμενοι μάταια, οἱ λέγοντες, λέγει Κύριος, καὶ Κύριος οὐκ ἀπέσταλκεν αὐτοὺς, καὶ ἤρξαντο τοῦ ἀναστῆσαι λόγον. 7 Οὐχὶ ὅρασιν ψευδῆ ἑωράκατε; καὶ μαντείας ματαίας εἰρήκατε; 8 Καὶ διατοῦτο εἰπὸν,
Τάδε λέγει Κύριος, ἄνθʼ ὧν οἱ λόγοι ὑμῶν ψευδεῖς, καὶ αἱ μαντεῖαι ὑμῶν μάταιαι, διατοῦτο ἰδοὺ ἐγὼ ἐφʼ ὑμᾶς, λέγει Κύριος. 9 Καὶ ἐκτενῶ τὴν χεῖρά μου ἐπὶ τοὺς προφήτας τοὺς ὁρῶντας ψευδῆ, καὶ τοὺς ἀποφθεγγομένους μάταια· ἐν παιδείᾳ τοῦ λαοῦ μου οὐκ ἔσονται, οὐδὲ ἐν γραφῇ οἴκου Ἰσραὴλ οὐ γραφήσονται, καὶ εἰς τὴν γῆν τοῦ Ἰσραὴλ οὐκ εἰσελεύσονται, καὶ γνώσονται διότι ἐγὼ Κύριος· 10 Ἀνθʼ ὧν ἐπλάνησαν τὸν λαόν μου, λέγοντες, εἰρήνη, καὶ οὐκ ἔστιν εἰρήνη· καὶ οὗτος οἰκοδομεῖ τοῖχον, καὶ αὐτοὶ ἀλείφουσιν αὐτὸν, πεσεῖται.
11 Εἰπὸν πρὸς τοὺς ἀλείφοντας, πεσεῖται, καὶ ἔσται ὑετὸς κατακλύζων, καὶ δώσω λίθους πετροβόλους εἰς τοὺς ἐνδέσμους αὐτῶν, καὶ πεσοῦνται, καὶ πνεῦμα ἐξαῖρον, καὶ ῥαγήσεται. 12 Καὶ ἰδοὺ πέπτωκεν ὁ τοῖχος, καὶ οὐκ ἐροῦσι πρὸς ὑμᾶς, ποῦ ἐστιν ἡ ἀλοιφὴ ὑμῶν ἣν ἠλείψατε; 13 Διατοῦτο τάδε λέγει Κύριος, καὶ ῥήξω πνοὴν ἐξαίρουσαν μετὰ θυμοῦ, καὶ ὑετὸς κατακλύζων ἐν ὀργῇ μου ἔσται· καὶ τοὺς λίθους τοὺς πετροβόλους ἐν θυμῷ ἐπάξω εἰς συντέλειαν· 14 Καὶ κατασκάψω τὸν τοῖχον ὃν ἠλείψατε, και πεσεῖται· καὶ θήσω αὐτὸν ἐπὶ τὴν γῆν, καὶ ἀποκαλυφθήσεται τὰ θεμέλια αὐτοῦ, καὶ πεσεῖται, καὶ συντελεσθήσεσθε μετʼ ἐλέγχων, καὶ ἐπιγνώσεσθε διότι ἐγὼ Κύριος.
15 Καὶ συντελέσω τὸν θυμόν μου ἐπὶ τὸν τοῖχον, καὶ ἐπὶ τοὺς ἀλείφοντας αὐτὸν, πεσεῖται· καὶ εἶπα πρὸς ὑμᾶς, οὐκ ἔστιν ὁ τοῖχος, οὐδὲ οἱ ἀλείφοντες αὐτὸν, 16 προφῆται τοῦ Ἰσραὴλ, οἱ προφητεύοντες ἐπὶ Ἱερουσαλὴμ, καὶ οἱ ὁρῶντες αὐτῇ εἰρήνην, καὶ οὐκ ἔστιν εἰρήνη, λέγει Κύριος.
17 Καὶ σὺ, υἱὲ ἀνθρώπου, στήρισον τὸ πρόσωπόν σου ἐπὶ τὰς θυγατέρας τοῦ λαοῦ σου, τὰς προφητευούσας ἀπὸ καρδίας αὐτῶν, καὶ προφήτευσον ἐπʼ αὐτὰς, 18 καὶ ἐρεῖς, τάδε λέγει Κύριος, οὐαὶ ταῖς συῤῥαπτούσαις προσκεφάλαια ὑπὸ πάντα ἀγκῶνα χειρὸς, καὶ ποιούσαις ἐπιβόλαια ἐπὶ πᾶσαν κεφαλὴν πάσης ἡλικίας, τοῦ διαστρέφειν ψυχάς· αἱ ψυχαὶ διεστράφησαν τοῦ λαοῦ μου· καὶ ψυχὰς περιεποιοῦντο. 19 Καὶ ἐβεβήλουν με πρὸς τὸν λαόν μου, ἕνεκεν δρακὸς κριθῶν, καὶ ἕνεκεν κλασμάτων ἄρτων, τοῦ ἀποκτεῖναι ψυχὰς ἃς οὐκ ἔδει ἀποθανεῖν, καὶ τοῦ περιποιήσασθαι ψυχὰς ἃς οὐκ ἔδει ζῆσαι, ἐν τῷ ἀποφθέγγεσθαι ὑμᾶς λαῷ εἰσακούοντι μάταια ἀποφθέγματα.
20 Διατοῦτο τάδε λέγει Κύριος Κύριος, ἰδοὺ ἐγὼ ἐπὶ τὰ προσκεφάλαια ὑμῶν, ἐφʼ ἃ ὑμεῖς ἐκεῖ συστρέφετε ψυχάς· καὶ διαῤῥήξω αὐτὰ ἀπὸ τῶν βραχιόνων ὑμῶν, καὶ ἐξαποστελῶ τὰς ψυχὰς ἃς ὑμεῖς ἐκστρέφετε τὰς ψυχὰς αὐτῶν εἰς διασκορπισμόν. 21 Καὶ διαῤῥήξω τὰ ἐπιβόλαια ὑμῶν, καὶ ῥύσομαι τὸν λαόν μου ἐκ χειρὸς ὑμῶν, καὶ οὐκέτι ἔσονται ἐν χερσὶν ὑμῶν εἰς συστροφήν· καὶ ἐπιγνώσεσθε διότι ἐγὼ Κύριος.
22 Ἀνθʼ ὧν διεστρέψετε καρδίαν δικαίου, καὶ ἐγὼ οὐ διέστρεφον αὐτὸν, καὶ τοῦ κατισχῦσαι χεῖρας ἀνόμου τὸ καθόλου μὴ ἀποστρέψαι ἀπὸ τῆς ὁδοῦ αὐτοῦ τῆς πονηρᾶς, καὶ ζῆσαι αὐτόν· 23 Διατοῦτο ψευδῆ οὐ μὴ ἴδητε, καὶ μαντείας οὐ μὴ μαντεύσησθε ἔτι· καὶ ῥύσομαι τὸν λαόν μου ἐκ χειρὸς ὑμῶν, καὶ γνώσεσθε ὅτι ἐγὼ Κύριος.
EZE C1 C2 C3 C4 C5 C6 C7 C8 C9 C10 C11 C12 C13 C14 C15 C16 C17 C18 C19 C20 C21 C22 C23 C24 C25 C26 C27 C28 C29 C30 C31 C32 C33 C34 C35 C36 C37 C38 C39 C40 C41 C42 C43 C44 C45 C46 C47 C48