Open Bible Data Home  About  News  OET Key  Downloads

OET OET-RV OET-LV GHT ULT UST BSB MSB BLB AICNT OEB WEBBE WMBB NET LSV FBV TCNT T4T LEB BBE Moff JPS Wymth ASV DRA YLT Drby RV SLT Wbstr KJB-1769 KJB-1611 Bshps Gnva Cvdl TNT Wycl SR-GNT UHB BrLXX BrTr Related Parallel Simple Interlinear Topics Reference Dictionary Search

SR-GNT By Document By Chapter Version details

SR-GNT MAT MARK LUKE JOHN ACTS ROM 1 COR 2 COR GAL EPH PHP COL 1 TH 2 TH 1 TIM 2 TIM TIT PHM HEB JAM 1 PET 2 PET 1 JHN 2 JHN 3 JHN JUDE REV

SR-GNT 1 PET C1 C2 C3 C4

SR-GNT PE1 5 V1 V2 V3 V4 V5 V6 V7 V8 V9 V10 V11 V12 V13 V14

SR-GNT 1 PET Chapter 5

◄ 1 PET 5 ║ ═ ©

5 Πρεσβυτέρους οὖν ἐν ὑμῖν παρακαλῶ, ὁ συμπρεσβύτερος καὶ μάρτυς τῶν τοῦ ˚Χριστοῦ παθημάτων, ὁ καὶ τῆς μελλούσης ἀποκαλύπτεσθαι δόξης κοινωνός, 2 ποιμάνατε τὸ ἐν ὑμῖν ποίμνιον τοῦ ˚Θεοῦ, μὴ ἀναγκαστῶς, ἀλλὰ ἑκουσίως, κατὰ ˚Θεόν, μηδὲ αἰσχροκερδῶς, ἀλλὰ προθύμως, 3 μηδʼ ὡς κατακυριεύοντες τῶν κλήρων, ἀλλὰ τύποι γινόμενοι τοῦ ποιμνίου. 4 Καὶ φανερωθέντος τοῦ ἀρχιποίμενος, κομιεῖσθε τὸν ἀμαράντινον τῆς δόξης στέφανον. 5 Ὁμοίως, νεώτεροι, ὑποτάγητε πρεσβυτέροις. Πάντες, δὲ ἀλλήλοις τὴν ταπεινοφροσύνην ἐγκομβώσασθε ὅτι, “Ὁ ˚Θεὸς ὑπερηφάνοις ἀντιτάσσεται, ταπεινοῖς δὲ δίδωσιν χάριν.”

6 Ταπεινώθητε οὖν ὑπὸ τὴν κραταιὰν χεῖρα τοῦ ˚Θεοῦ, ἵνα ὑμᾶς ὑψώσῃ ἐν καιρῷ, 7 πᾶσαν τὴν μέριμναν ὑμῶν ἐπιρίψαντες ἐπʼ αὐτόν, ὅτι αὐτῷ μέλει περὶ ὑμῶν. 8 Νήψατε, γρηγορήσατε. Ὁ ἀντίδικος ὑμῶν, διάβολος, ὡς λέων ὠρυόμενος περιπατεῖ, ζητῶν καταπιεῖν· 9 ᾧ ἀντίστητε, στερεοὶ τῇ πίστει, εἰδότες τὰ αὐτὰ τῶν παθημάτων, τῇ ἐν τῷ κόσμῳ ὑμῶν ἀδελφότητι ἐπιτελεῖσθαι. 10 Ὁ δὲ ˚Θεὸς πάσης χάριτος, ὁ καλέσας ὑμᾶς εἰς τὴν αἰώνιον αὐτοῦ δόξαν ἐν ˚Χριστῷ, ὀλίγον παθόντας, αὐτὸς καταρτίσει, στηρίξει, σθενώσει, 11 αὐτῷ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν!

12 Διὰ Σιλουανοῦ, ὑμῖν τοῦ πιστοῦ ἀδελφοῦ (ὡς λογίζομαι), διʼ ὀλίγων ἔγραψα, παρακαλῶν καὶ ἐπιμαρτυρῶν ταύτην εἶναι ἀληθῆ χάριν τοῦ ˚Θεοῦ, εἰς ἣν στῆτε. 13 Ἀσπάζεται ὑμᾶς ἡ ἐν Βαβυλῶνι συνεκλεκτὴ, καὶ Μᾶρκος, ὁ υἱός μου. 14 Ἀσπάσασθε ἀλλήλους ἐν φιλήματι ἀγάπης. Εἰρήνη ὑμῖν πᾶσιν, τοῖς ἐν ˚Χριστῷ.

◄ 1 PET 5 ║ ═ ©

SR-GNT 1 PET C1 C2 C3 C4