Open Bible Data Home About News OET Key
OET OET-RV ULT UST BSB OEB WEBBE NET TCNT T4T LEB Wymth RV KJB-1769 KJB-1611 BrLXX Related Topics Parallel Interlinear Reference Dictionary Search
BrLXX By Document By Section By Chapter Details
BrLXX GEN EXO LEV NUM DEU JOS JDG RUTH 1SA 2SA 1KI 2KI 1CH 2CH EZRA JOB PSA PRO ECC SNG ISA JER LAM EZE DNG HOS JOEL AMOS OBA YNA MIC NAH HAB ZEP HAG ZEC MAL TOB JDT ESG WIS SIR BAR LJE SUS BEL 1MA 2MA 3MA 4MA GES MAN
1CH C1 C2 C3 C4 C5 C6 C7 C8 C9 C10 C11 C12 C13 C14 C15 C16 C17 C18 C19 C20 C21 C22 C23 C24 C25 C26 C27 C28 C29
13 Καὶ ἐβουλεύσατο Δαυὶδ μετὰ τῶν χιλιάρχων καὶ τῶν ἑκατοντάρχων, παντὶ ἡγουμένῳ. 2 Καὶ εἶπε Δαυὶδ πάσῃ ἐκκλησίᾳ Ἰσραὴλ, εἰ ἐφʼ ὑμῖν ἀγαθὸν, καὶ παρὰ Κυρίου τοῦ Θεοῦ ἡμῶν εὐοδωθῇ, ἀποστείλωμεν πρὸς τοὺς ἀδελφοὺς ἡμῶν τοὺς ὑπολελειμμένους ἐν πάσῃ γῇ Ἰσραὴλ, καὶ μετʼ αὐτῶν οἱ ἱερεῖς οἱ Λευῖται ἐν πόλεσι κατασχέσεως αὐτῶν, καὶ συναχθήσονται πρὸς ἡμᾶς, 3 καὶ μετενέγκωμεν τὴν κιβωτὸν τοῦ Θεοῦ ἡμῶν πρὸς ἡμᾶς, ὅτι οὐκ ἐζήτησαν αὐτὴν ἀφʼ ἡμερῶν Σαούλ. 4 Καὶ εἶπε πᾶσα ἡ ἐκκλησία τοῦ ποιῆσαι οὕτως, ὅτι εὐθὺς ὁ λόγος ἐν ὀφθαλμοῖς παντὸς τοῦ λαοῦ.
5 Καὶ ἐξεκκλησίασε Δαυὶδ τὸν πάντα Ἰσραὴλ ἀπὸ ὁρίων Αἰγύπτου καὶ ἕως εἰσόδου Ἡμὰθ τοῦ εἰσενέγκαι τὴν κιβωτὸν τοῦ Θεοῦ ἐκ πόλεως Ἰαρίμ. 6 Καὶ ἀνήγαγεν αὐτὴν Δαυίδ· καὶ πᾶς Ἰσραὴλ ἀνέβη εἰς πόλιν Δαυὶδ, ἣ ἦν τοῦ Ἰούδα, τοῦ ἀναγαγεῖν ἐκεῖθεν τὴν κιβωτὸν τοῦ Θεοῦ Κυρίου καθημένου ἐπὶ χερουβὶμ, οὗ ἐπεκλήθη ὄνομα αὐτοῦ. 7 Καὶ ἐπέθηκαν τὴν κιβωτὸν τοῦ Θεοῦ ἐφʼ ἅμαξαν καινὴν ἐξ οἴκου Ἀμιναδάβ· καὶ Ὀζὰ καὶ οἱ ἀδελφοὶ αὐτοῦ ἦγον τὴν ἅμαξαν.
8 Καὶ Δαυὶδ καὶ πᾶς Ἰσραὴλ παίζοντες ἐναντίον τοῦ Θεοῦ ἐν πάσῃ δυνάμει, καὶ ἐν ψαλτῳδοῖς, καὶ ἐν κινύραις, καὶ ἐν νάβλαις, ἐν τυμπάνοις, καὶ ἐν κυμβάλοις, καὶ ἐν σάλπιγξι. 9 Καὶ ἤλθοσαν ἕως τῆς ἅλωνος· καὶ ἐξέτεινεν Ὀζὰ τὴν χεῖρα αὐτοῦ τοῦ κατασχεῖν τὴν κιβωτὸν, ὅτι ἐξέκλινεν αὐτὴν ὁ μόσχος. 10 Καὶ ἐθυμώθη Κύριος ὀργῇ ἐπὶ Ὀζά, καὶ ἐπάταξεν αὐτὸν ἐκεῖ διὰ τὸ ἐκτεῖναι τὴν χεῖρα αὑτοῦ ἐπὶ τὴν κιβωτὸν, καὶ ἀπέθανεν ἐκεῖ ἀπέναντι τοῦ Θεοῦ· 11 Καὶ ἠθύμησε Δαυὶδ, ὅτι διέκοψε Κύριος διακοπὴν ἐν Ὀζὰ, καὶ ἐκάλεσε τὸν τόπον ἐκεῖνον, Διακοπὴ Ὀζὰ, ἕως τῆς ἡμέρας ταύτης. 12 Καὶ ἐφοβήθη Δαυὶδ τὸν Θεὸν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, λέγων, πῶς εἰσοίσω τὴν κιβωτὸν τοῦ Θεοῦ πρὸς ἐμαυτόν; 13 Καὶ οὐκ ἀπέστρεψε Δαυὶδ τὴν κιβωτὸν πρὸς ἑαυτὸν εἰς πόλιν Δαυὶδ, καὶ ἐξέκλινεν αὐτὴν εἰς οἶκον Ἀβεδδαρὰ τοῦ Γεθαίου.
14 Καὶ ἐκάθισεν ἡ κιβωτὸς τοῦ Θεοῦ ἐν οἴκῳ Ἀβεδδαρὰ τρεῖς μῆνας· καὶ εὐλόγησεν ὁ Θεὸς Ἀβεδδαρὰ, καὶ πάντα τὰ αὐτοῦ.
1CH C1 C2 C3 C4 C5 C6 C7 C8 C9 C10 C11 C12 C13 C14 C15 C16 C17 C18 C19 C20 C21 C22 C23 C24 C25 C26 C27 C28 C29