Open Bible Data Home About News OET Key
OET OET-RV ULT UST BSB OEB WEBBE NET TCNT T4T LEB Wymth RV KJB-1769 KJB-1611 BrLXX Related Topics Parallel Interlinear Reference Dictionary Search
BrLXX By Document By Section By Chapter Details
BrLXX GEN EXO LEV NUM DEU JOS JDG RUTH 1SA 2SA 1KI 2KI 1CH 2CH EZRA JOB PSA PRO ECC SNG ISA JER LAM EZE DNG HOS JOEL AMOS OBA YNA MIC NAH HAB ZEP HAG ZEC MAL TOB JDT ESG WIS SIR BAR LJE SUS BEL 1MA 2MA 3MA 4MA GES MAN
EZE C1 C2 C3 C4 C5 C6 C7 C8 C9 C10 C11 C12 C13 C14 C15 C16 C17 C18 C19 C20 C21 C22 C23 C24 C25 C26 C27 C28 C29 C30 C31 C32 C33 C34 C35 C36 C37 C38 C39 C40 C41 C42 C43 C44 C45 C46 C47 C48
19 Καὶ σὺ λάβε θρῆνον ἐπὶ τὸν ἄρχοντα τοῦ Ἰσραὴλ, 2 καὶ ἐρεῖς, τί ἡ μήτηρ σου σκύμνος ἐν μέσῳ λεόντων ἐγενήθη; ἐν μέσῳ λεόντων ἐπλήθυεν σκύμνους αὐτῆς. 3 Καὶ ἀπεπήδησεν εἷς τῶν σκύμνων αὐτῆς, λέων ἐγένετο, καὶ ἔμαθε τοῦ ἁρπάζειν ἁρπάγματα, ἀνθρώπους ἔφαγε. 4 Καὶ ἤκουσαν κατʼ αὐτοῦ ἔθνη, ἐν τῇ διαφθορᾷ αὐτῶν συνελήφθη, καὶ ἤγαγον αὐτὸν ἐν κημῷ εἰς γῆν Αἰγύπτου.
5 Καὶ εἶδεν ὅτι ἀπῶσται ἀπʼ αὐτῆς, ἀπώλετο ἡ ὑπόστασις αὐτῆς· καὶ ἔλαβεν ἄλλον ἐκ τῶν σκύμνων αὐτῆς· λέοντα ἔταξεν αὐτὸν. 6 Καὶ ἀνεστρέφετο ἐν μέσῳ λεόντων, λέων ἐγένετο, καὶ ἔμαθεν ἁρπάζειν ἁρπάγματα, ἀνθρώπους ἔφαγε, 7 καὶ ἐνέμετο τῷ θράσει αὐτοῦ, καὶ τὰς πόλεις αὐτῶν ἐξηρήμωσε, καὶ ἠφάνισε γῆν, καὶ τὸ πλήρωμα αὐτῆς ἀπὸ φωνῆς ὠρυώματος αὐτοῦ.
8 Καὶ ἔδωκαν ἐπʼ αὐτὸν ἔθνη ἐκ χωρῶν κυκλόθεν, καὶ ἐξεπέτασαν ἐπʼ αὐτὸν δίκτυα αὐτῶν, ἐν διαφθορᾷ αὐτῶν συνελήφθη· 9 Καὶ ἔθεντο αὐτὸν ἐν κημῷ καὶ ἐν γαλεάγρᾳ, ἦλθε πρὸς βασιλέα Βαβυλῶνος, καὶ εἰσήγαγεν αὐτὸν εἰς φυλακὴν, ὅπως μὴ ἀκουσθῇ ἡ φωνὴ αὐτοῦ ἐπὶ τὰ ὄρη τοῦ Ἰσραήλ.
10 Ἡ μήτηρ σου ὡς ἄμπελος καὶ ὡς ἄνθος ἐν ῥοᾷ, ἐν ὕδατι πεφυτευμένη, ὁ καρπὸς αὐτῆς καὶ ὁ βλαστὸς αὐτῆς ἐγένετο ἐξ ὕδατος πολλοῦ. 11 Καὶ ἐγένετο αὕτη ῥάβδος ἐπὶ φυλὴν ἡγουμένων, καὶ ὑψώθη τῷ μεγέθει αὐτῆς ἐν μέσῳ στελεχῶν· καὶ εἶδε τὸ μέγεθος αὐτῆς ἐν πλήθει κλημάτων αὐτῆς.
12 Καὶ κατεκλάσθη ἐν θυμῷ, ἐπὶ γῆν ἐῤῥίφη, καὶ ἄνεμος ὁ καύσων ἐξήρανε τὰ ἐκλεκτὰ αὐτῆς· ἐξεδικήθησαν, καὶ ἐξηράνθη ἡ ῥάβδος ἰσχύος αὐτῆς· πῦρ ἀνήλωσεν αὐτήν. 13 Καὶ νῦν πεφύτευκαν αὐτὴν ἐν τῇ ἠρημῳ, ἐν γῇ ἀνύδρῳ. 14 Καὶ ἐξῆλθε πῦρ ἐκ ῥάβδου ἐκλεκτῶν αὐτῆς, καὶ κατέφαγεν αὐτὴν, καὶ οὐκ ἦν ἐν αὐτῇ ῥάβδος ἰσχύος· φυλὴ εἰς παραβολὴν θρήνου ἐστὶ, καὶ ἐσται εἰς θρῆνον.
EZE C1 C2 C3 C4 C5 C6 C7 C8 C9 C10 C11 C12 C13 C14 C15 C16 C17 C18 C19 C20 C21 C22 C23 C24 C25 C26 C27 C28 C29 C30 C31 C32 C33 C34 C35 C36 C37 C38 C39 C40 C41 C42 C43 C44 C45 C46 C47 C48