Open Bible Data Home About News OET Key
OET OET-RV OET-LV ULT UST BSB BLB AICNT OEB WEBBE WMBB NET LSV FBV TCNT T4T LEB BBE Moff JPS Wymth ASV DRA YLT Drby RV Wbstr KJB-1769 KJB-1611 Bshps Gnva Cvdl TNT Wycl SR-GNT UHB BrLXX BrTr Related Topics Parallel Interlinear Reference Dictionary Search
SR-GNT By Document By Chapter Details
SR-GNT MAT MARK LUKE YHN ACTs ROM 1COR 2COR GAL EPH PHP COL 1TH 2TH 1TIM 2TIM TIT PHM HEB YAC 1PET 2PET 1YHN 2YHN 3YHN YUD REV
1COR C1 C2 C3 C4 C5 C6 C7 C8 C9 C10 C11 C12 C13 C14 C15 C16
6 Τολμᾷ τις ὑμῶν, πρᾶγμα ἔχων πρὸς τὸν ἕτερον, κρίνεσθαι ἐπὶ τῶν ἀδίκων, καὶ οὐχὶ ἐπὶ τῶν ἁγίων; 2 Ἢ οὐκ οἴδατε ὅτι οἱ ἅγιοι τὸν κόσμον κρινοῦσιν; Καὶ εἰ ἐν ὑμῖν κρίνεται ὁ κόσμος, ἀνάξιοί ἐστε κριτηρίων ἐλαχίστων; 3 Οὐκ οἴδατε ὅτι ἀγγέλους κρινοῦμεν, μήτι γε βιωτικά; 4 Βιωτικὰ μὲν οὖν κριτήρια ἐὰν ἔχητε, τοὺς ἐξουθενημένους ἐν τῇ ἐκκλησίᾳ, τούτους καθίζετε; 5 Πρὸς ἐντροπὴν ὑμῖν λέγω. Οὕτως οὐκ ἔνι ἐν ὑμῖν οὐδεὶς σοφὸς, ὃς δυνήσεται διακρῖναι ἀνὰ μέσον τοῦ ἀδελφοῦ αὐτοῦ; 6 Ἀλλὰ ἀδελφὸς μετὰ ἀδελφοῦ κρίνεται, καὶ τοῦτο ἐπὶ ἀπίστων; 7 Ἤδη μὲν οὖν ὅλως ἥττημα ὑμῖν ἐστιν, ὅτι κρίματα ἔχετε μεθʼ ἑαυτῶν. Διὰ τί οὐχὶ μᾶλλον ἀδικεῖσθε; Διὰ τί οὐχὶ μᾶλλον ἀποστερεῖσθε; 8 Ἀλλὰ ὑμεῖς ἀδικεῖτε καὶ ἀποστερεῖτε, καὶ τοῦτο ἀδελφούς!
9 Ἢ οὐκ οἴδατε ὅτι ἄδικοι ˚Θεοῦ Βασιλείαν οὐ κληρονομήσουσιν; Μὴ πλανᾶσθε· οὔτε πόρνοι, οὔτε εἰδωλολάτραι, οὔτε μοιχοὶ, οὔτε μαλακοὶ, οὔτε ἀρσενοκοῖται, 10 οὔτε κλέπται, οὔτε πλεονέκται, οὐ μέθυσοι, οὐ λοίδοροι, οὐχ ἅρπαγες, Βασιλείαν ˚Θεοῦ κληρονομήσουσιν. 11 Καὶ ταῦτά τινες ἦτε· ἀλλὰ ἀπελούσασθε, ἀλλὰ ἡγιάσθητε, ἀλλὰ ἐδικαιώθητε, ἐν τῷ ὀνόματι τοῦ ˚Κυρίου ˚Ἰησοῦ ˚Χριστοῦ, καὶ ἐν τῷ ˚Πνεύματι τοῦ ˚Θεοῦ ἡμῶν.
12 Πάντα μοι ἔξεστιν, ἀλλʼ οὐ πάντα συμφέρει. Πάντα μοι ἔξεστιν, ἀλλʼ οὐκ ἐγὼ ἐξουσιασθήσομαι ὑπό τινος. 13 Τὰ βρώματα τῇ κοιλίᾳ, καὶ ἡ κοιλία τοῖς βρώμασιν· ὁ δὲ ˚Θεὸς καὶ ταύτην καὶ ταῦτα καταργήσει. Τὸ δὲ σῶμα οὐ τῇ πορνείᾳ, ἀλλὰ τῷ ˚Κυρίῳ, καὶ ὁ ˚Κύριος τῷ σώματι. 14 Ὁ δὲ ˚Θεὸς καὶ τὸν ˚Κύριον ἤγειρεν, καὶ ἡμᾶς ἐξεγερεῖ, διὰ τῆς δυνάμεως αὐτοῦ. 15 Οὐκ οἴδατε ὅτι τὰ σώματα ὑμῶν μέλη ˚Χριστοῦ ἐστιν; Ἄρας οὖν τὰ μέλη τοῦ ˚Χριστοῦ, ποιήσω πόρνης μέλη; Μὴ γένοιτο! 16 Ἢ οὐκ οἴδατε ὅτι ὁ κολλώμενος τῇ πόρνῃ, ἓν σῶμά ἐστιν; “Ἔσονται” γάρ, φησίν, “οἱ δύο εἰς σάρκα μίαν.” 17 Ὁ δὲ κολλώμενος τῷ ˚Κυρίῳ, ἓν πνεῦμά ἐστιν. 18 Φεύγετε τὴν πορνείαν. Πᾶν ἁμάρτημα ὃ ἐὰν ποιήσῃ ἄνθρωπος ἐκτὸς τοῦ σώματός ἐστιν, ὁ δὲ πορνεύων εἰς τὸ ἴδιον σῶμα ἁμαρτάνει. 19 Ἢ οὐκ οἴδατε ὅτι τὸ σῶμα ὑμῶν, ναὸς τοῦ ἐν ὑμῖν Ἁγίου ˚Πνεύματός ἐστιν, οὗ ἔχετε ἀπὸ ˚Θεοῦ; Καὶ οὐκ ἐστὲ ἑαυτῶν, 20 ἠγοράσθητε γὰρ τιμῆς· δοξάσατε δὴ τὸν ˚Θεὸν ἐν τῷ σώματι ὑμῶν.