Open Bible Data Home  About  News  OET Key

OETOET-RVOET-LVULTUSTBSBBLBAICNTOEBWEBBEWMBBNETLSVFBVTCNTT4TLEBBBEMoffJPSWymthASVDRAYLTDrbyRVWbstrKJB-1769KJB-1611BshpsGnvaCvdlTNTWyclSR-GNTUHBBrLXXBrTrRelatedTopicsParallelInterlinearReferenceDictionarySearch

SR-GNTBy Document By Chapter Details

1CORC1C2C3C4C5C6C7C8C9C10C11C12C13C14C15C16

SR-GNT 1COR Chapter 10

1COR 10 ©

10Οὐ θέλω γὰρ ὑμᾶς ἀγνοεῖν, ἀδελφοί, ὅτι οἱ πατέρες ἡμῶν πάντες ὑπὸ τὴν νεφέλην ἦσαν, καὶ πάντες διὰ τῆς θαλάσσης διῆλθον, 2καὶ πάντες εἰς τὸν Μωϋσῆν ἐβαπτίσαντο ἐν τῇ νεφέλῃ, καὶ ἐν τῇ θαλάσσῃ, 3καὶ πάντες τὸ αὐτὸ πνευματικὸν βρῶμα ἔφαγον, 4καὶ πάντες τὸ αὐτὸ πνευματικὸν ἔπιον πόμα, ἔπινον γὰρ ἐκ πνευματικῆς ἀκολουθούσης πέτρας, ἡ δὲ πέτρα ἦν ὁ ˚Χριστός. 5Ἀλλʼ οὐκ ἐν τοῖς πλείοσιν αὐτῶν ηὐδόκησεν ὁ ˚Θεός, κατεστρώθησαν γὰρ ἐν τῇ ἐρήμῳ.

6Ταῦτα δὲ τύποι ἡμῶν ἐγενήθησαν, εἰς τὸ μὴ εἶναι ἡμᾶς ἐπιθυμητὰς κακῶν, καθὼς κἀκεῖνοι ἐπεθύμησαν. 7Μηδὲ εἰδωλολάτραι γίνεσθε, καθώς τινες αὐτῶν· ὥσπερ γέγραπται, “Ἐκάθισεν ὁ λαὸς φαγεῖν καὶ πεῖν, καὶ ἀνέστησαν παίζειν.” 8Μηδὲ πορνεύωμεν, καθώς τινες αὐτῶν ἐπόρνευσαν, καὶ ἔπεσαν μιᾷ ἡμέρᾳ εἴκοσι τρεῖς χιλιάδες. 9Μηδὲ ἐκπειράζωμεν τὸν ˚Κύριον, καθώς τινες αὐτῶν ἐπείρασαν, καὶ ὑπὸ τῶν ὄφεων ἀπώλλυντο. 10Μηδὲ γογγύζετε, καθάπερ τινὲς αὐτῶν ἐγόγγυσαν, καὶ ἀπώλοντο ὑπὸ τοῦ ὀλοθρευτοῦ. 11Ταῦτα δὲ τυπικῶς συνέβαινεν ἐκείνοις, ἐγράφη δὲ πρὸς νουθεσίαν ἡμῶν, εἰς οὓς τὰ τέλη τῶν αἰώνων κατήντηκεν. 12Ὥστε ὁ δοκῶν ἑστάναι, βλεπέτω μὴ πέσῃ. 13Πειρασμὸς ὑμᾶς οὐκ εἴληφεν, εἰ μὴ ἀνθρώπινος· πιστὸς δὲ ὁ ˚Θεός, ὃς οὐκ ἐάσει ὑμᾶς πειρασθῆναι ὑπὲρ ὃ δύνασθε, ἀλλὰ ποιήσει σὺν τῷ πειρασμῷ καὶ τὴν ἔκβασιν τοῦ δύνασθαι ὑπενεγκεῖν.

14Διόπερ, ἀγαπητοί μου, φεύγετε ἀπὸ τῆς εἰδωλολατρίας. 15Ὡς φρονίμοις λέγω, κρίνατε ὑμεῖς ὅ φημι. 16Τὸ ποτήριον τῆς εὐλογίας, ὃ εὐλογοῦμεν, οὐχὶ κοινωνία ἐστὶν τοῦ αἵματος τοῦ ˚Χριστοῦ; Τὸν ἄρτον ὃν κλῶμεν, οὐχὶ κοινωνία τοῦ σώματος τοῦ ˚Χριστοῦ ἐστιν; 17Ὅτι εἷς ἄρτος, ἓν σῶμα οἱ πολλοί ἐσμεν, οἱ γὰρ πάντες ἐκ τοῦ ἑνὸς ἄρτου μετέχομεν. 18Βλέπετε τὸν Ἰσραὴλ κατὰ σάρκα· οὐχὶ οἱ ἐσθίοντες τὰς θυσίας, κοινωνοὶ τοῦ θυσιαστηρίου εἰσίν; 19Τί οὖν φημι; Ὅτι εἰδωλόθυτόν τί ἐστιν, τί ἐστιν; 20Ἀλλʼ ὅτι ἃ θύουσιν τὰ ἔθνη, δαιμονίοις καὶ οὐ ˚Θεῷ θύουσιν, οὐ θέλω δὲ ὑμᾶς κοινωνοὺς τῶν δαιμονίων γίνεσθαι. 21Οὐ δύνασθε ποτήριον ˚Κυρίου πίνειν, καὶ ποτήριον δαιμονίων. Οὐ δύνασθε τραπέζης ˚Κυρίου μετέχειν, καὶ τραπέζης δαιμονίων. 22Ἢ παραζηλοῦμεν τὸν ˚Κύριον; Μὴ ἰσχυρότεροι αὐτοῦ ἐσμεν;

23Πάντα ἔξεστιν, ἀλλʼ οὐ πάντα συμφέρει. Πάντα ἔξεστιν, ἀλλʼ οὐ πάντα οἰκοδομεῖ. 24Μηδεὶς τὸ ἑαυτοῦ ζητείτω, ἀλλὰ τὸ τοῦ ἑτέρου. 25Πᾶν τὸ ἐν μακέλλῳ πωλούμενον ἐσθίετε, μηδὲν ἀνακρίνοντες διὰ τὴν συνείδησιν. 26“Τοῦ ˚Κυρίου γὰρ ἡ γῆ, καὶ τὸ πλήρωμα αὐτῆς.” 27Εἴ τις καλεῖ ὑμᾶς τῶν ἀπίστων, καὶ θέλετε πορεύεσθαι, πᾶν τὸ παρατιθέμενον ὑμῖν ἐσθίετε, μηδὲν ἀνακρίνοντες διὰ τὴν συνείδησιν. 28Ἐὰν δέ τις ὑμῖν εἴπῃ, “Τοῦτο ἱερόθυτόν ἐστιν”, μὴ ἐσθίετε, διʼ ἐκεῖνον τὸν μηνύσαντα, καὶ τὴν συνείδησιν· 29συνείδησιν δὲ λέγω, οὐχὶ τὴν ἑαυτοῦ, ἀλλὰ τὴν τοῦ ἑτέρου· ἵνα τί γὰρ ἡ ἐλευθερία μου κρίνεται ὑπὸ ἄλλης συνειδήσεως; 30Εἰ ἐγὼ χάριτι μετέχω, τί βλασφημοῦμαι ὑπὲρ οὗ ἐγὼ εὐχαριστῶ;

31Εἴτε οὖν ἐσθίετε, εἴτε πίνετε, εἴτε τι ποιεῖτε, πάντα εἰς δόξαν ˚Θεοῦ ποιεῖτε. 32Ἀπρόσκοποι καὶ Ἰουδαίοις γίνεσθε, καὶ Ἕλλησιν, καὶ τῇ ἐκκλησίᾳ τοῦ ˚Θεοῦ. 33Καθὼς κἀγὼ πάντα, πᾶσιν ἀρέσκω, μὴ ζητῶν τὸ ἐμαυτοῦ σύμφορον, ἀλλὰ τὸ τῶν πολλῶν, ἵνα σωθῶσιν.

1COR 10 ©

1CORC1C2C3C4C5C6C7C8C9C10C11C12C13C14C15C16