Open Bible Data Home  About  News  OET Key

OET OET-RV OET-LV ULT UST BSB MSB BLB AICNT OEB WEBBE WMBB NET LSV FBV TCNT T4T LEB BBE Moff JPS Wymth ASV DRA YLT Drby RV SLT Wbstr KJB-1769 KJB-1611 Bshps Gnva Cvdl TNT Wycl SR-GNT UHB BrLXX BrTr Related Parallel Simple Interlinear Topics Reference Dictionary Search

SR-GNT By Document By Chapter Details

SR-GNT MAT MARK LUKE YHN ACTs ROM 1 COR 2 COR GAL EPH PHP COL 1 TH 2 TH 1 TIM 2 TIM TIT PHM HEB YAC 1 PET 2 PET 1 YHN 2 YHN 3 YHN YUD REV

1 COR C1 C2 C3 C4 C6 C7 C8 C9 C10 C11 C12 C13 C14 C15 C16

SR-GNT 1 COR Chapter 5

◄ 1 COR 5 ► ║ ═ ©

5 Ὅλως ἀκούεται ἐν ὑμῖν πορνεία, καὶ τοιαύτη πορνεία ἥτις οὐδὲ ἐν τοῖς ἔθνεσιν, ὥστε γυναῖκά τινα τοῦ πατρὸς ἔχειν. 2 Καὶ ὑμεῖς πεφυσιωμένοι ἐστέ, καὶ οὐχὶ μᾶλλον ἐπενθήσατε, ἵνα ἀρθῇ ἐκ μέσου ὑμῶν ὁ, τὸ ἔργον τοῦτο ποιήσας. 3 Ἐγὼ μὲν γάρ ἀπὼν τῷ σώματι, παρὼν δὲ τῷ πνεύματι, ἤδη κέκρικα ὡς παρὼν, τὸν οὕτως τοῦτο κατεργασάμενον. 4 Ἐν τῷ ὀνόματι τοῦ ˚Κυρίου ἡμῶν, ˚Ἰησοῦ συναχθέντων ὑμῶν καὶ τοῦ ἐμοῦ πνεύματος, σὺν τῇ δυνάμει τοῦ ˚Κυρίου ἡμῶν ˚Ἰησοῦ, 5 παραδοῦναι τὸν τοιοῦτον τῷ Σατανᾷ εἰς ὄλεθρον τῆς σαρκός, ἵνα τὸ πνεῦμα σωθῇ ἐν τῇ ἡμέρᾳ τοῦ ˚Κυρίου.

6 Οὐ καλὸν τὸ καύχημα ὑμῶν. Οὐκ οἴδατε ὅτι μικρὰ ζύμη, ὅλον τὸ φύραμα ζυμοῖ; 7 Ἐκκαθάρατε τὴν παλαιὰν ζύμην, ἵνα ἦτε νέον φύραμα, καθώς ἐστε ἄζυμοι. Καὶ γὰρ τὸ Πάσχα ἡμῶν ἐτύθη, ˚Χριστός. 8 Ὥστε ἑορτάζωμεν, μὴ ἐν ζύμῃ παλαιᾷ, μηδὲ ἐν ζύμῃ κακίας καὶ πονηρίας, ἀλλʼ ἐν ἀζύμοις εἰλικρινείας καὶ ἀληθείας.

9 Ἔγραψα ὑμῖν ἐν τῇ ἐπιστολῇ, μὴ συναναμίγνυσθαι πόρνοις, 10 οὐ πάντως τοῖς πόρνοις τοῦ κόσμου τούτου, ἢ τοῖς πλεονέκταις καὶ ἅρπαξιν, ἢ εἰδωλολάτραις, ἐπεὶ ὠφείλετε ἄρα ἐκ τοῦ κόσμου ἐξελθεῖν. 11 Νῦν δὲ ἔγραψα ὑμῖν μὴ συναναμίγνυσθαι ἐάν τις “ἀδελφὸς” ὀνομαζόμενος ᾖ πόρνος, ἢ πλεονέκτης, ἢ εἰδωλολάτρης, ἢ λοίδορος, ἢ μέθυσος, ἢ ἅρπαξ, τῷ τοιούτῳ μηδὲ συνεσθίειν. 12 Τί γάρ μοι τοὺς ἔξω κρίνειν; Οὐχὶ τοὺς ἔσω ὑμεῖς κρίνετε; 13 Τοὺς δὲ ἔξω ὁ ˚Θεὸς κρίνει. “Ἐξάρατε τὸν πονηρὸν ἐξ ὑμῶν αὐτῶν.”

◄ 1 COR 5 ► ║ ═ ©

1 COR C1 C2 C3 C4 C6 C7 C8 C9 C10 C11 C12 C13 C14 C15 C16