Open Bible Data Home About News OET Key
OET OET-RV OET-LV ULT UST BSB BLB AICNT OEB WEBBE WMBB NET LSV FBV TCNT T4T LEB BBE Moff JPS Wymth ASV DRA YLT Drby RV Wbstr KJB-1769 KJB-1611 Bshps Gnva Cvdl TNT Wycl SR-GNT UHB BrLXX BrTr Related Topics Parallel Interlinear Reference Dictionary Search
SR-GNT By Document By Chapter Details
SR-GNT MAT MARK LUKE YHN ACTs ROM 1COR 2COR GAL EPH PHP COL 1TH 2TH 1TIM 2TIM TIT PHM HEB YAC 1PET 2PET 1YHN 2YHN 3YHN YUD REV
1COR C1 C2 C3 C4 C5 C6 C7 C8 C9 C10 C11 C12 C13 C14 C15 C16
2 Κἀγὼ ἐλθὼν πρὸς ὑμᾶς, ἀδελφοί, ἦλθον οὐ καθʼ ὑπεροχὴν λόγου ἢ σοφίας, καταγγέλλων ὑμῖν τὸ μυστήριον τοῦ ˚Θεοῦ. 2 Οὐ γὰρ ἔκρινά τι εἰδέναι ἐν ὑμῖν, εἰ μὴ ˚Ἰησοῦν ˚Χριστὸν, καὶ τοῦτον ἐσταυρωμένον. 3 Κἀγὼ ἐν ἀσθενείᾳ, καὶ ἐν φόβῳ, καὶ ἐν τρόμῳ πολλῷ ἐγενόμην πρὸς ὑμᾶς. 4 Καὶ ὁ λόγος μου καὶ τὸ κήρυγμά μου, οὐκ ἐν πειθοῖς σοφίας λόγοις, ἀλλʼ ἐν ἀποδείξει ˚Πνεύματος καὶ δυνάμεως, 5 ἵνα ἡ πίστις ὑμῶν, μὴ ᾖ ἐν σοφίᾳ ἀνθρώπων, ἀλλʼ ἐν δυνάμει ˚Θεοῦ.
6 Σοφίαν δὲ λαλοῦμεν ἐν τοῖς τελείοις, σοφίαν δὲ, οὐ τοῦ αἰῶνος τούτου, οὐδὲ τῶν ἀρχόντων τοῦ αἰῶνος τούτου, τῶν καταργουμένων, 7 ἀλλὰ λαλοῦμεν ˚Θεοῦ σοφίαν ἐν μυστηρίῳ τὴν ἀποκεκρυμμένην, ἣν προώρισεν ὁ ˚Θεὸς πρὸ τῶν αἰώνων, εἰς δόξαν ἡμῶν· 8 ἣν οὐδεὶς τῶν ἀρχόντων τοῦ αἰῶνος τούτου ἔγνωκεν, εἰ γὰρ ἔγνωσαν, οὐκ ἂν τὸν ˚Κύριον τῆς δόξης ἐσταύρωσαν· 9 ἀλλὰ καθὼς γέγραπται, “Ἃ ὀφθαλμὸς οὐκ εἶδεν, καὶ οὖς οὐκ ἤκουσεν, καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη, ἃ ἡτοίμασεν ὁ ˚Θεὸς τοῖς ἀγαπῶσιν αὐτόν.” 10 Ἡμῖν γὰρ ἀπεκάλυψεν ὁ ˚Θεὸς διὰ τοῦ ˚Πνεύματος, τὸ γὰρ ˚Πνεῦμα πάντα ἐραυνᾷ, καὶ τὰ βάθη τοῦ ˚Θεοῦ. 11 Τίς γὰρ οἶδεν ἀνθρώπων τὰ τοῦ ἀνθρώπου, εἰ μὴ τὸ πνεῦμα τοῦ ἀνθρώπου τὸ ἐν αὐτῷ; Οὕτως καὶ τὰ τοῦ ˚Θεοῦ οὐδεὶς ἔγνωκεν, εἰ μὴ τὸ ˚Πνεῦμα τοῦ ˚Θεοῦ. 12 Ἡμεῖς δὲ οὐ τὸ πνεῦμα τοῦ κόσμου ἐλάβομεν, ἀλλὰ τὸ ˚Πνεῦμα τὸ ἐκ τοῦ ˚Θεοῦ, ἵνα εἰδῶμεν τὰ ὑπὸ τοῦ ˚Θεοῦ χαρισθέντα ἡμῖν. 13 Ἃ καὶ λαλοῦμεν, οὐκ ἐν διδακτοῖς ἀνθρωπίνης σοφίας λόγοις, ἀλλʼ ἐν διδακτοῖς ˚Πνεύματος, πνευματικοῖς πνευματικὰ συγκρίνοντες.
14 Ψυχικὸς δὲ ἄνθρωπος, οὐ δέχεται τὰ τοῦ ˚Πνεύματος τοῦ ˚Θεοῦ, μωρία γὰρ αὐτῷ ἐστίν, καὶ οὐ δύναται γνῶναι, ὅτι πνευματικῶς ἀνακρίνεται. 15 Ὁ δὲ πνευματικὸς ἀνακρίνει τὰ πάντα, αὐτὸς δὲ ὑπʼ οὐδενὸς ἀνακρίνεται. 16 “Τίς” γὰρ “ἔγνω νοῦν ˚Κυρίου, ὃς συμβιβάσει αὐτόν;” Ἡμεῖς δὲ νοῦν ˚Χριστοῦ ἔχομεν.