Open Bible Data Home About News OET Key
OET OET-RV OET-LV ULT UST BSB BLB AICNT OEB WEBBE WMBB NET LSV FBV TCNT T4T LEB BBE Moff JPS Wymth ASV DRA YLT Drby RV Wbstr KJB-1769 KJB-1611 Bshps Gnva Cvdl TNT Wycl SR-GNT UHB BrLXX BrTr Related Topics Parallel Interlinear Reference Dictionary Search
SR-GNT By Document By Chapter Details
SR-GNT MAT MARK LUKE YHN ACTs ROM 1COR 2COR GAL EPH PHP COL 1TH 2TH 1TIM 2TIM TIT PHM HEB YAC 1PET 2PET 1YHN 2YHN 3YHN YUD REV
3JN Statistical Restoration (SR) Greek New Testament
Copyright © 2022-2024 by Alan Bunning. All rights reserved.
Released under Creative Commons Attribution 4.0 International License (CC BY 4.0).
You must give credit to Alan Bunning and the Center for New Testament Restoration, and any derivative work must likewise require that this attribution be included.
Generated on 7/16/2024.
Ἰωάννου Γ
1 Ὁ πρεσβύτερος· Γαΐῳ τῷ ἀγαπητῷ, ὃν ἐγὼ ἀγαπῶ ἐν ἀληθείᾳ.
2 Ἀγαπητέ, περὶ πάντων εὔχομαί σε εὐοδοῦσθαι καὶ ὑγιαίνειν, καθὼς εὐοδοῦταί σου ἡ ψυχή. 3 Ἐχάρην γὰρ λίαν ἐρχομένων ἀδελφῶν καὶ μαρτυρούντων σου τῇ ἀληθείᾳ, καθὼς σὺ ἐν ἀληθείᾳ περιπατεῖς. 4 Μειζοτέραν τούτων οὐκ ἔχω χαράν, ἵνα ἀκούω τὰ ἐμὰ τέκνα ἐν τῇ ἀληθείᾳ περιπατοῦντα.
5 Ἀγαπητέ, πιστὸν ποιεῖς ὃ, ἐὰν ἐργάσῃ εἰς τοὺς ἀδελφοὺς καὶ τοῦτο ξένους, 6 οἳ ἐμαρτύρησάν σου τῇ ἀγάπῃ ἐνώπιον ἐκκλησίας, οὓς καλῶς ποιήσεις, προπέμψας ἀξίως τοῦ ˚Θεοῦ. 7 Ὑπὲρ γὰρ τοῦ ὀνόματος ἐξῆλθαν, μηδὲν λαμβάνοντες ἀπὸ τῶν ἐθνικῶν. 8 Ἡμεῖς οὖν ὀφείλομεν ὑπολαμβάνειν τοὺς τοιούτους, ἵνα συνεργοὶ γινώμεθα τῇ ἀληθείᾳ.
9 Ἔγραψά τι τῇ ἐκκλησίᾳ, ἀλλʼ ὁ φιλοπρωτεύων αὐτῶν, Διοτρέφης, οὐκ ἐπιδέχεται ἡμᾶς. 10 Διὰ τοῦτο, ἐὰν ἔλθω, ὑπομνήσω αὐτοῦ τὰ ἔργα, ἃ ποιεῖ, λόγοις πονηροῖς φλυαρῶν ἡμᾶς, καὶ μὴ ἀρκούμενος ἐπὶ τούτοις, οὔτε αὐτὸς ἐπιδέχεται τοὺς ἀδελφοὺς, καὶ τοὺς βουλομένους κωλύει, καὶ ἐκ τῆς ἐκκλησίας ἐκβάλλει.
11 Ἀγαπητέ, μὴ μιμοῦ τὸ κακὸν, ἀλλὰ τὸ ἀγαθόν. Ὁ ἀγαθοποιῶν ἐκ τοῦ ˚Θεοῦ ἐστιν, ὁ κακοποιῶν οὐχ ἑώρακεν τὸν ˚Θεόν. 12 Δημητρίῳ μεμαρτύρηται ὑπὸ πάντων, καὶ ὑπὸ αὐτῆς τῆς ἀληθείας· καὶ ἡμεῖς δὲ μαρτυροῦμεν, καὶ οἶδας ὅτι ἡ μαρτυρία ἡμῶν ἀληθής ἐστιν.
13 Πολλὰ εἶχον γράψαι σοι, ἀλλʼ οὐ θέλω διὰ μέλανος καὶ καλάμου σοι γράφειν, 14 ἐλπίζω δὲ εὐθέως σε ἰδεῖν, καὶ στόμα πρὸς στόμα λαλήσομεν.
15 Εἰρήνη σοι. Ἀσπάζονταί σε οἱ φίλοι. Ἀσπάζου τοὺς φίλους κατʼ ὄνομα.