Open Bible Data Home  About  News  OET Key

OETOET-RVOET-LVULTUSTBSBBLBAICNTOEBWEBWMBNETLSVFBVTCNTT4TLEBBBEMoffJPSWymthASVDRAYLTDrbyRVWbstrKJB-1769KJB-1611BshpsGnvaCvdlTNTWycSR-GNTUHBRelatedParallelInterlinearReferenceDictionarySearch

SR-GNT By Document By ChapterDetails

SR-GNT MATMARKLUKEYHNACTsROM1COR2CORGALEPHPHPCOL1TH2TH1TIM2TIMTITPHMHEBYAC1PET2PET1YHN2YHN3YHNYUDREV

SR-GNT PHM

PHM Statistical Restoration (SR) Greek New Testament

Copyright © 2022-2024 by Alan Bunning. All rights reserved.

Released under Creative Commons Attribution 4.0 International License (CC BY 4.0).

You must give credit to Alan Bunning and the Center for New Testament Restoration, and any derivative work must likewise require that this attribution be included.

Generated on 7/16/2024.

Πρὸς Φιλήμονα

1Παῦλος, δέσμιος ˚Χριστοῦ ˚Ἰησοῦ, καὶ Τιμόθεος, ὁ ἀδελφὸς, Φιλήμονι, τῷ ἀγαπητῷ καὶ συνεργῷ ἡμῶν, 2καὶ Ἀπφίᾳ, τῇ ἀδελφῇ, καὶ Ἀρχίππῳ, τῷ συστρατιώτῃ ἡμῶν, καὶ τῇ κατʼ οἶκόν σου ἐκκλησίᾳ: 3χάρις ὑμῖν καὶ εἰρήνη, ἀπὸ ˚Θεοῦ Πατρὸς ἡμῶν καὶ ˚Κυρίου ˚Ἰησοῦ ˚Χριστοῦ.

4Εὐχαριστῶ τῷ ˚Θεῷ μου πάντοτε, μνείαν σου ποιούμενος ἐπὶ τῶν προσευχῶν μου, 5ἀκούων σου τὴν ἀγάπην καὶ τὴν πίστιν, ἣν ἔχεις εἰς τὸν ˚Κύριον ˚Ἰησοῦν, καὶ εἰς πάντας τοὺς ἁγίους, 6ὅπως ἡ κοινωνία τῆς πίστεώς σου, ἐνεργὴς γένηται ἐν ἐπιγνώσει παντὸς ἀγαθοῦ τοῦ ἐν ἡμῖν εἰς ˚Χριστόν. 7Χαρὰν γὰρ πολλὴν ἔσχον καὶ παράκλησιν, ἐπὶ τῇ ἀγάπῃ σου, ὅτι τὰ σπλάγχνα τῶν ἁγίων ἀναπέπαυται διὰ σοῦ, ἀδελφέ.

8Διό, πολλὴν ἐν ˚Χριστῷ παρρησίαν ἔχων, ἐπιτάσσειν σοι τὸ ἀνῆκον, 9διὰ τὴν ἀγάπην μᾶλλον παρακαλῶ τοιοῦτος ὢν, ὡς Παῦλος (πρεσβύτης νυνὶ δὲ καὶ δέσμιος ˚Χριστοῦ ˚Ἰησοῦ), 10παρακαλῶ σε περὶ τοῦ ἐμοῦ τέκνου, ὃν ἐγέννησα ἐν τοῖς δεσμοῖς, Ὀνήσιμον, 11τόν ποτέ σοι ἄχρηστον, νυνὶ δὲ σοὶ καὶ ἐμοὶ εὔχρηστον, 12ὃν ἀνέπεμψά σοι αὐτόν, τοῦτʼ ἔστιν τὰ ἐμὰ σπλάγχνα, 13ὃν ἐγὼ ἐβουλόμην πρὸς ἐμαυτὸν κατέχειν, ἵνα ὑπὲρ σοῦ μοι διακονῇ ἐν τοῖς δεσμοῖς τοῦ εὐαγγελίου, 14χωρὶς δὲ τῆς σῆς γνώμης, οὐδὲν ἠθέλησα ποιῆσαι, ἵνα μὴ ὡς κατὰ ἀνάγκην τὸ ἀγαθόν σου ᾖ, ἀλλὰ κατὰ ἑκούσιον. 15Τάχα γὰρ διὰ τοῦτο, ἐχωρίσθη πρὸς ὥραν, ἵνα αἰώνιον αὐτὸν ἀπέχῃς, 16οὐκέτι ὡς δοῦλον, ἀλλʼ ὑπὲρ δοῦλον, ἀδελφὸν ἀγαπητόν, μάλιστα ἐμοί πόσῳ δὲ μᾶλλον σοὶ, καὶ ἐν σαρκὶ καὶ ἐν ˚Κυρίῳ.

17Εἰ οὖν με ἔχεις κοινωνόν, προσλαβοῦ αὐτὸν ὡς ἐμέ. 18Εἰ δέ τι ἠδίκησέν σε ἢ ὀφείλει, τοῦτο ἐμοὶ ἐλλόγα. 19Ἐγὼ Παῦλος ἔγραψα τῇ ἐμῇ χειρί, ἐγὼ ἀποτίσω· ἵνα μὴ λέγω σοι ὅτι καὶ σεαυτόν μοι προσοφείλεις. 20Ναί, ἀδελφέ, ἐγώ σου ὀναίμην ἐν ˚Κυρίῳ· ἀνάπαυσόν μου τὰ σπλάγχνα ἐν ˚Χριστῷ. 21Πεποιθὼς τῇ ὑπακοῇ σου, ἔγραψά σοι, εἰδὼς ὅτι καὶ ὑπὲρ ἃ λέγω, ποιήσεις. 22Ἅμα δὲ καὶ ἑτοίμαζέ μοι ξενίαν, ἐλπίζω γὰρ ὅτι διὰ τῶν προσευχῶν ὑμῶν, χαρισθήσομαι ὑμῖν.

23Ἀσπάζεταί σε Ἐπαφρᾶς, ὁ συναιχμάλωτός μου ἐν ˚Χριστῷ ˚Ἰησοῦ, 24Μᾶρκος, Ἀρίσταρχος, Δημᾶς, Λουκᾶς, οἱ συνεργοί μου.

25Ἡ χάρις τοῦ ˚Κυρίου ἡμῶν, ˚Ἰησοῦ ˚Χριστοῦ, μετὰ τοῦ πνεύματος ὑμῶν. Ἀμήν!