Open Bible Data Home  About  News  OET Key

OETOET-RVOET-LVULTUSTBSBBLBAICNTOEBWEBWMBNETLSVFBVTCNTT4TLEBBBEMoffJPSWymthASVDRAYLTDrbyRVWbstrKJB-1769KJB-1611BshpsGnvaCvdlTNTWycSR-GNTUHBRelatedParallelInterlinearReferenceDictionarySearch

SR-GNT By Document By ChapterDetails

SR-GNT MATMARKLUKEYHNACTsROM1COR2CORGALEPHPHPCOL1TH2TH1TIM2TIMTITPHMHEBYAC1PET2PET1YHN2YHN3YHNYUDREV

SR-GNT YHN

JHN Statistical Restoration (SR) Greek New Testament

Copyright © 2022-2024 by Alan Bunning. All rights reserved.

Released under Creative Commons Attribution 4.0 International License (CC BY 4.0).

You must give credit to Alan Bunning and the Center for New Testament Restoration, and any derivative work must likewise require that this attribution be included.

Generated on 7/16/2024.

Κατὰ Ἰωάννην

1Ἐν ἀρχῇ ἦν ὁ λόγος, καὶ ὁ λόγος ἦν πρὸς τὸν ˚Θεόν, καὶ ˚Θεὸς ἦν ὁ λόγος. 2Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν ˚Θεόν. 3Πάντα διʼ αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. 4Ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. 5Καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν.

6Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ ˚Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης. 7Οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν διʼ αὐτοῦ. 8Οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλʼ ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. 9Ἦν τὸ φῶς τὸ ἀληθινὸν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον.

10Ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος διʼ αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. 11Εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. 12Ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα ˚Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, 13οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλʼ ἐκ ˚Θεοῦ ἐγεννήθησαν.

14Καὶ ὁ λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. 15Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ, καὶ κέκραγεν λέγων, “Οὗτος ἦν ὃν εἶπον, ‘Ὁ ὀπίσω μου ἐρχόμενος, ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν.’ ” 16Ὅτι ἐκ τοῦ πληρώματος αὐτοῦ, ἡμεῖς πάντες ἐλάβομεν καὶ χάριν ἀντὶ χάριτος. 17Ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ ˚Ἰησοῦ ˚Χριστοῦ ἐγένετο. 18˚Θεὸν οὐδεὶς ἑώρακεν πώποτε· μονογενὴς ˚Θεὸς, ὁ ὢν εἰς τὸν κόλπον τοῦ Πατρὸς, ἐκεῖνος ἐξηγήσατο.

19Καὶ αὕτη ἐστὶν ἡ μαρτυρία τοῦ Ἰωάννου, ὅτε ἀπέστειλαν οἱ Ἰουδαῖοι ἐξ Ἱεροσολύμων ἱερεῖς καὶ Λευίτας, ἵνα ἐρωτήσωσιν αὐτόν, “Σὺ τίς εἶ;” 20Καὶ ὡμολόγησεν καὶ οὐκ ἠρνήσατο, καὶ ὡμολόγησεν, ὅτι “Ἐγὼ οὐκ εἰμὶ ὁ ˚Χριστός.” 21Καὶ ἠρώτησαν αὐτόν, “Τί οὖν; Σὺ Ἠλίας εἶ;” Καὶ λέγει, “Οὐκ εἰμί.” “Ὁ προφήτης εἶ σύ;” Καὶ ἀπεκρίθη, “Οὔ.” 22Εἶπαν οὖν αὐτῷ, “Τίς εἶ; Ἵνα ἀπόκρισιν δῶμεν τοῖς πέμψασιν ἡμᾶς. Τί λέγεις περὶ σεαυτοῦ;” 23Ἔφη, “Ἐγὼ ‘Φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ: “Εὐθύνατε τὴν ὁδὸν ˚Κυρίου” ’, καθὼς εἶπεν Ἠσαΐας ὁ προφήτης.”

24Καὶ ἀπεσταλμένοι ἦσαν ἐκ τῶν Φαρισαίων. 25Καὶ ἠρώτησαν αὐτὸν καὶ εἶπαν αὐτῷ, “Τί οὖν βαπτίζεις, εἰ σὺ οὐκ εἶ ὁ ˚Χριστὸς, οὐδὲ Ἠλίας, οὐδὲ ὁ προφήτης;” 26Ἀπεκρίθη αὐτοῖς ὁ Ἰωάννης λέγων, “Ἐγὼ βαπτίζω ἐν ὕδατι· μέσος ὑμῶν ἕστηκεν ὃν ὑμεῖς οὐκ οἴδατε, 27ὁ ὀπίσω μου ἐρχόμενος, οὗ οὐκ εἰμὶ ἐγὼ ἄξιος, ἵνα λύσω αὐτοῦ τὸν ἱμάντα τοῦ ὑποδήματος.” 28Ταῦτα ἐν Βηθανίᾳ ἐγένετο, πέραν τοῦ Ἰορδάνου, ὅπου ἦν ὁ Ἰωάννης βαπτίζων.

29Τῇ ἐπαύριον βλέπει τὸν ˚Ἰησοῦν ἐρχόμενον πρὸς αὐτόν, καὶ λέγει, “Ἴδε, ὁ Ἀμνὸς τοῦ ˚Θεοῦ, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου. 30Οὗτός ἐστιν ὑπὲρ οὗ ἐγὼ εἶπον, ‘Ὀπίσω μου ἔρχεται ἀνὴρ, ὃς ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν.’ 31Κἀγὼ οὐκ ᾔδειν αὐτόν, ἀλλʼ ἵνα φανερωθῇ τῷ Ἰσραὴλ διὰ τοῦτο, ἦλθον ἐγὼ ἐν ὕδατι βαπτίζων.” 32Καὶ ἐμαρτύρησεν Ἰωάννης λέγων, ὅτι “Τεθέαμαι τὸ ˚Πνεῦμα καταβαῖνον ὡς περιστερὰν ἐξ οὐρανοῦ, καὶ ἔμεινεν ἐπʼ αὐτόν. 33Κἀγὼ οὐκ ᾔδειν αὐτόν, ἀλλʼ ὁ πέμψας με βαπτίζειν ἐν ὕδατι, ἐκεῖνός μοι εἶπεν, ‘Ἐφʼ ὃν ἂν ἴδῃς τὸ ˚Πνεῦμα καταβαῖνον καὶ μένον ἐπʼ αὐτόν, οὗτός ἐστιν ὁ βαπτίζων ἐν ˚Πνεύματι Ἁγίῳ.’ 34Κἀγὼ ἑώρακα καὶ μεμαρτύρηκα ὅτι οὗτός ἐστιν ὁ Υἱὸς τοῦ ˚Θεοῦ.”

35Τῇ ἐπαύριον πάλιν εἱστήκει ὁ Ἰωάννης, καὶ ἐκ τῶν μαθητῶν αὐτοῦ δύο. 36Καὶ ἐμβλέψας τῷ ˚Ἰησοῦ περιπατοῦντι λέγει, “Ἴδε, ὁ Ἀμνὸς τοῦ ˚Θεοῦ!” 37Καὶ ἤκουσαν οἱ δύο αὐτοῦ μαθηταὶ λαλοῦντος, καὶ ἠκολούθησαν τῷ ˚Ἰησοῦ. 38Στραφεὶς δὲ ὁ ˚Ἰησοῦς, καὶ θεασάμενος αὐτοὺς ἀκολουθοῦντας, λέγει αὐτοῖς, “Τί ζητεῖτε;” Οἱ δὲ εἶπαν αὐτῷ, “Ῥαββί” (ὃ λέγεται μεθερμηνευόμενον, “Διδάσκαλε”), “Ποῦ μένεις;” 39Λέγει αὐτοῖς, “Ἔρχεσθε καὶ ὄψεσθε.” Ἦλθαν οὖν καὶ εἶδαν ποῦ μένει, καὶ παρʼ αὐτῷ ἔμειναν τὴν ἡμέραν ἐκείνην· ὥρα ἦν ὡς δεκάτη. 40Ἦν Ἀνδρέας ὁ ἀδελφὸς Σίμωνος Πέτρου, εἷς ἐκ τῶν δύο τῶν ἀκουσάντων παρὰ Ἰωάννου, καὶ ἀκολουθησάντων αὐτῷ. 41Εὑρίσκει οὗτος πρῶτον τὸν ἀδελφὸν τὸν ἴδιον Σίμωνα, καὶ λέγει αὐτῷ, “Εὑρήκαμεν τὸν Μεσσίαν”, (ὅ ἐστιν μεθερμηνευόμενον, “˚Χριστός”). 42ἤγαγεν αὐτὸν πρὸς τὸν ˚Ἰησοῦν. Ἐμβλέψας αὐτῷ, ὁ ˚Ἰησοῦς εἶπεν, “Σὺ εἶ Σίμων ὁ υἱὸς Ἰωάννου, σὺ κληθήσῃ Κηφᾶς”, (ὃ ἑρμηνεύεται, “Πέτρος”).

43Τῇ ἐπαύριον ἠθέλησεν ἐξελθεῖν εἰς τὴν Γαλιλαίαν. Καὶ εὑρίσκει Φίλιππον, καὶ λέγει αὐτῷ ὁ ˚Ἰησοῦς, “Ἀκολούθει μοι.” 44Ἦν δὲ ὁ Φίλιππος ἀπὸ Βηθσαϊδά, ἐκ τῆς πόλεως Ἀνδρέου καὶ Πέτρου. 45Εὑρίσκει Φίλιππος τὸν Ναθαναὴλ, καὶ λέγει αὐτῷ, “Ὃν ἔγραψεν Μωϋσῆς ἐν τῷ νόμῳ καὶ οἱ προφῆται, εὑρήκαμεν ˚Ἰησοῦν υἱὸν τοῦ Ἰωσὴφ, τὸν ἀπὸ Ναζαρέτ.” 46Καὶ εἶπεν αὐτῷ Ναθαναήλ, “Ἐκ Ναζαρὲτ δύναταί τι ἀγαθὸν εἶναι;” Λέγει αὐτῷ ὁ Φίλιππος, “Ἔρχου καὶ ἴδε.” 47Εἶδεν ὁ ˚Ἰησοῦς τὸν Ναθαναὴλ ἐρχόμενον πρὸς αὐτὸν καὶ λέγει περὶ αὐτοῦ, “Ἴδε, ἀληθῶς Ἰσραηλίτης ἐν ᾧ δόλος οὐκ ἔστιν.” 48Λέγει αὐτῷ Ναθαναήλ, “Πόθεν με γινώσκεις;” Ἀπεκρίθη ˚Ἰησοῦς καὶ εἶπεν αὐτῷ, “Πρὸ τοῦ σε Φίλιππον φωνῆσαι, ὄντα ὑπὸ τὴν συκῆν, εἶδόν σε.” 49Ἀπεκρίθη αὐτῷ Ναθαναήλ, “Ῥαββί, σὺ εἶ ὁ Υἱὸς τοῦ ˚Θεοῦ, σὺ Βασιλεὺς εἶ τοῦ Ἰσραήλ.” 50Ἀπεκρίθη ˚Ἰησοῦς καὶ εἶπεν αὐτῷ, “Ὅτι εἶπόν σοι ὅτι εἶδόν σε ὑποκάτω τῆς συκῆς, πιστεύεις; Μείζω τούτων ὄψῃ.” 51Καὶ λέγει αὐτῷ, “Ἀμὴν, ἀμὴν, λέγω ὑμῖν, ὄψεσθε τὸν οὐρανὸν ἀνεῳγότα, καὶ τοὺς ἀγγέλους τοῦ ˚Θεοῦ ἀναβαίνοντας καὶ καταβαίνοντας ἐπὶ τὸν Υἱὸν τοῦ Ἀνθρώπου.”

2Καὶ τῇ ἡμέρᾳ τῇ τρίτῃ γάμος ἐγένετο ἐν Κανὰ τῆς Γαλιλαίας, καὶ ἦν ἡ μήτηρ τοῦ ˚Ἰησοῦ ἐκεῖ. 2Ἐκλήθη δὲ καὶ ὁ ˚Ἰησοῦς καὶ οἱ μαθηταὶ αὐτοῦ εἰς τὸν γάμον. 3Καὶ ὑστερήσαντος οἴνου, λέγει ἡ μήτηρ τοῦ ˚Ἰησοῦ πρὸς αὐτόν, “Οἶνον οὐκ ἔχουσιν.” 4Καὶ λέγει αὐτῇ ὁ ˚Ἰησοῦς, “Τί ἐμοὶ καὶ σοί, γύναι; Οὔπω ἥκει ἡ ὥρα μου.” 5Λέγει ἡ μήτηρ αὐτοῦ τοῖς διακόνοις, “Ὅ τι ἂν λέγῃ ὑμῖν ποιήσατε.” 6Ἦσαν δὲ ἐκεῖ λίθιναι ὑδρίαι ἓξ κατὰ τὸν καθαρισμὸν τῶν Ἰουδαίων κείμεναι, χωροῦσαι ἀνὰ μετρητὰς δύο ἢ τρεῖς. 7Λέγει αὐτοῖς ὁ ˚Ἰησοῦς, “Γεμίσατε τὰς ὑδρίας ὕδατος.” Καὶ ἐγέμισαν αὐτὰς ἕως ἄνω. 8Καὶ λέγει αὐτοῖς, “Ἀντλήσατε νῦν καὶ φέρετε τῷ ἀρχιτρικλίνῳ.” Οἱ δὲ ἤνεγκαν. 9Ὡς δὲ ἐγεύσατο ὁ ἀρχιτρίκλινος τὸ ὕδωρ οἶνον γεγενημένον, καὶ οὐκ ᾔδει πόθεν ἐστίν, οἱ δὲ διάκονοι ᾔδεισαν οἱ ἠντληκότες τὸ ὕδωρ, φωνεῖ τὸν νυμφίον ὁ ἀρχιτρίκλινος 10καὶ λέγει αὐτῷ, “Πᾶς ἄνθρωπος πρῶτον τὸν καλὸν οἶνον τίθησιν, καὶ ὅταν μεθυσθῶσιν τὸν ἐλάσσω· σὺ τετήρηκας τὸν καλὸν οἶνον ἕως ἄρτι.” 11Ταύτην ἐποίησεν ἀρχὴν τῶν σημείων ὁ ˚Ἰησοῦς ἐν Κανὰ τῆς Γαλιλαίας, καὶ ἐφανέρωσεν τὴν δόξαν αὐτοῦ, καὶ ἐπίστευσαν εἰς αὐτὸν οἱ μαθηταὶ αὐτοῦ.

12Μετὰ τοῦτο κατέβη εἰς Καφαρναοὺμ, αὐτὸς καὶ ἡ μήτηρ αὐτοῦ, καὶ οἱ ἀδελφοὶ καὶ οἱ μαθηταὶ αὐτοῦ, καὶ ἐκεῖ ἔμειναν οὐ πολλὰς ἡμέρας.

13Καὶ ἐγγὺς ἦν τὸ Πάσχα τῶν Ἰουδαίων, καὶ ἀνέβη εἰς Ἱεροσόλυμα ὁ ˚Ἰησοῦς. 14Καὶ εὗρεν ἐν τῷ ἱερῷ τοὺς πωλοῦντας βόας καὶ πρόβατα καὶ περιστερὰς, καὶ τοὺς κερματιστὰς καθημένους. 15Καὶ ποιήσας φραγέλλιον ἐκ σχοινίων, πάντας ἐξέβαλεν ἐκ τοῦ ἱεροῦ, τά τε πρόβατα καὶ τοὺς βόας, καὶ τῶν κολλυβιστῶν ἐξέχεεν τὰ κέρματα, καὶ τὰς τραπέζας ἀνέτρεψεν. 16Καὶ τοῖς τὰς περιστερὰς πωλοῦσιν εἶπεν, “Ἄρατε ταῦτα ἐντεῦθεν, μὴ ποιεῖτε τὸν οἶκον τοῦ πατρός μου οἶκον ἐμπορίου.” 17Ἐμνήσθησαν οἱ μαθηταὶ αὐτοῦ ὅτι γεγραμμένον ἐστίν, “Ὁ ζῆλος τοῦ οἴκου σου καταφάγεταί με.” 18Ἀπεκρίθησαν οὖν οἱ Ἰουδαῖοι καὶ εἶπαν αὐτῷ, “Τί σημεῖον δεικνύεις ἡμῖν, ὅτι ταῦτα ποιεῖς;” 19Ἀπεκρίθη ˚Ἰησοῦς καὶ εἶπεν αὐτοῖς, “Λύσατε τὸν ναὸν τοῦτον, καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν.” 20Εἶπαν οὖν οἱ Ἰουδαῖοι, “Τεσσεράκοντα καὶ ἓξ ἔτεσιν οἰκοδομήθη ὁ ναὸς οὗτος, καὶ σὺ ἐν τρισὶν ἡμέραις ἐγερεῖς αὐτόν;” 21Ἐκεῖνος δὲ ἔλεγεν περὶ τοῦ ναοῦ τοῦ σώματος αὐτοῦ. 22Ὅτε οὖν ἠγέρθη ἐκ νεκρῶν, ἐμνήσθησαν οἱ μαθηταὶ αὐτοῦ ὅτι τοῦτο ἔλεγεν, καὶ ἐπίστευσαν τῇ Γραφῇ καὶ τῷ λόγῳ ὃν εἶπεν ὁ ˚Ἰησοῦς.

23Ὡς δὲ ἦν ἐν τοῖς Ἱεροσολύμοις ἐν τῷ Πάσχα ἐν τῇ ἑορτῇ, πολλοὶ ἐπίστευσαν εἰς τὸ ὄνομα αὐτοῦ, θεωροῦντες αὐτοῦ τὰ σημεῖα ἃ ἐποίει. 24Αὐτὸς δὲ ˚Ἰησοῦς οὐκ ἐπίστευεν ἑαυτὸν αὐτοῖς, διὰ τὸ αὐτὸν γινώσκειν πάντας. 25Καὶ ὅτι οὐ χρείαν εἶχεν ἵνα τις μαρτυρήσῃ περὶ τοῦ ἀνθρώπου, αὐτὸς γὰρ ἐγίνωσκεν τί ἦν ἐν τῷ ἀνθρώπῳ.

3Ἦν δὲ ἄνθρωπος ἐκ τῶν Φαρισαίων, Νικόδημος ὄνομα αὐτῷ, ἄρχων τῶν Ἰουδαίων· 2οὗτος ἦλθεν πρὸς αὐτὸν νυκτὸς, καὶ εἶπεν αὐτῷ, “Ῥαββί, οἴδαμεν ὅτι ἀπὸ ˚Θεοῦ ἐλήλυθας διδάσκαλος· οὐδεὶς γὰρ δύναται ταῦτα τὰ σημεῖα ποιεῖν, ἃ σὺ ποιεῖς, ἐὰν μὴ ᾖ ὁ ˚Θεὸς μετʼ αὐτοῦ.” 3Ἀπεκρίθη ˚Ἰησοῦς καὶ εἶπεν αὐτῷ, “Ἀμὴν, ἀμὴν, λέγω σοι, ἐὰν μή τις γεννηθῇ ἄνωθεν, οὐ δύναται ἰδεῖν τὴν Βασιλείαν τοῦ ˚Θεοῦ.” 4Λέγει πρὸς αὐτὸν Νικόδημος, “Πῶς δύναται ἄνθρωπος γεννηθῆναι, γέρων ὤν; Μὴ δύναται εἰς τὴν κοιλίαν τῆς μητρὸς αὐτοῦ δεύτερον εἰσελθεῖν καὶ γεννηθῆναι;” 5Ἀπεκρίθη ˚Ἰησοῦς, “Ἀμὴν, ἀμὴν, λέγω σοι, ἐὰν μή τις γεννηθῇ ἐξ ὕδατος καὶ ˚Πνεύματος, οὐ δύναται εἰσελθεῖν εἰς τὴν Βασιλείαν τοῦ ˚Θεοῦ. 6Τὸ γεγεννημένον ἐκ τῆς σαρκὸς, σάρξ ἐστιν, καὶ τὸ γεγεννημένον ἐκ τοῦ ˚Πνεύματος, πνεῦμά ἐστιν. 7Μὴ θαυμάσῃς ὅτι εἶπόν σοι, ‘Δεῖ ὑμᾶς γεννηθῆναι ἄνωθεν.’ 8Τὸ πνεῦμα ὅπου θέλει, πνεῖ, καὶ τὴν φωνὴν αὐτοῦ ἀκούεις, ἀλλʼ οὐκ οἶδας πόθεν ἔρχεται, καὶ ποῦ ὑπάγει· οὕτως ἐστὶν πᾶς ὁ γεγεννημένος ἐκ τοῦ ˚Πνεύματος.” 9Ἀπεκρίθη Νικόδημος καὶ εἶπεν αὐτῷ, “Πῶς δύναται ταῦτα γενέσθαι;” 10Ἀπεκρίθη ˚Ἰησοῦς καὶ εἶπεν αὐτῷ, “Σὺ εἶ ὁ διδάσκαλος τοῦ Ἰσραὴλ, καὶ ταῦτα οὐ γινώσκεις; 11Ἀμὴν, ἀμὴν, λέγω σοι ὅτι ὃ οἴδαμεν λαλοῦμεν, καὶ ὃ ἑωράκαμεν μαρτυροῦμεν, καὶ τὴν μαρτυρίαν ἡμῶν οὐ λαμβάνετε. 12Εἰ τὰ ἐπίγεια εἶπον ὑμῖν, καὶ οὐ πιστεύετε, πῶς ἐὰν εἴπω ὑμῖν τὰ ἐπουράνια, πιστεύσετε; 13Καὶ οὐδεὶς ἀναβέβηκεν εἰς τὸν οὐρανὸν, εἰ μὴ ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς– ὁ Υἱὸς τοῦ Ἀνθρώπου. 14Καὶ καθὼς Μωϋσῆς ὕψωσεν τὸν ὄφιν ἐν τῇ ἐρήμῳ, οὕτως ὑψωθῆναι δεῖ τὸν Υἱὸν τοῦ Ἀνθρώπου, 15ἵνα πᾶς ὁ πιστεύων ἐν αὐτῷ ἔχῃ ζωὴν αἰώνιον.

16Οὕτως γὰρ ἠγάπησεν ὁ ˚Θεὸς τὸν κόσμον, ὥστε τὸν Υἱὸν τὸν μονογενῆ ἔδωκεν, ἵνα πᾶς ὁ πιστεύων εἰς αὐτὸν μὴ ἀπόληται, ἀλλʼ ἔχῃ ζωὴν αἰώνιον. 17Οὐ γὰρ ἀπέστειλεν ὁ ˚Θεὸς τὸν Υἱὸν εἰς τὸν κόσμον, ἵνα κρίνῃ τὸν κόσμον, ἀλλʼ ἵνα σωθῇ ὁ κόσμος διʼ αὐτοῦ. 18Ὁ πιστεύων εἰς αὐτὸν οὐ κρίνεται. Ὁ δὲ μὴ πιστεύων, ἤδη κέκριται, ὅτι μὴ πεπίστευκεν εἰς τὸ ὄνομα τοῦ μονογενοῦς Υἱοῦ τοῦ ˚Θεοῦ. 19Αὕτη δέ ἐστιν ἡ κρίσις, ὅτι τὸ φῶς ἐλήλυθεν εἰς τὸν κόσμον, καὶ ἠγάπησαν οἱ ἄνθρωποι μᾶλλον τὸ σκότος ἢ τὸ φῶς, ἦν γὰρ αὐτῶν πονηρὰ τὰ ἔργα. 20Πᾶς γὰρ ὁ φαῦλα πράσσων, μισεῖ τὸ φῶς, καὶ οὐκ ἔρχεται πρὸς τὸ φῶς, ἵνα μὴ ἐλεγχθῇ τὰ ἔργα αὐτοῦ. 21Ὁ δὲ ποιῶν τὴν ἀλήθειαν, ἔρχεται πρὸς τὸ φῶς, ἵνα φανερωθῇ αὐτοῦ τὰ ἔργα, ὅτι ἐν ˚Θεῷ ἐστιν εἰργασμένα.”

22Μετὰ ταῦτα ἦλθεν ὁ ˚Ἰησοῦς καὶ οἱ μαθηταὶ αὐτοῦ εἰς τὴν Ἰουδαίαν γῆν, καὶ ἐκεῖ διέτριβεν μετʼ αὐτῶν καὶ ἐβάπτιζεν. 23Ἦν δὲ καὶ ὁ Ἰωάννης βαπτίζων ἐν Αἰνὼν ἐγγὺς τοῦ Σαλείμ, ὅτι ὕδατα πολλὰ ἦν ἐκεῖ, καὶ παρεγίνοντο καὶ ἐβαπτίζοντο. 24Οὔπω γὰρ ἦν βεβλημένος εἰς τὴν φυλακὴν ὁ Ἰωάννης.

25Ἐγένετο οὖν ζήτησις ἐκ τῶν μαθητῶν Ἰωάννου μετὰ Ἰουδαίου περὶ καθαρισμοῦ. 26Καὶ ἦλθαν πρὸς τὸν Ἰωάννην καὶ εἶπαν αὐτῷ, “Ῥαββί, ὃς ἦν μετὰ σοῦ πέραν τοῦ Ἰορδάνου, ᾧ σὺ μεμαρτύρηκας, ἴδε, οὗτος βαπτίζει καὶ πάντες ἔρχονται πρὸς αὐτόν.” 27Ἀπεκρίθη Ἰωάννης καὶ εἶπεν, “Οὐ δύναται ἄνθρωπος λαμβάνειν, οὐδὲ ἓν ἐὰν μὴ ᾖ δεδομένον αὐτῷ ἐκ τοῦ οὐρανοῦ. 28Αὐτοὶ ὑμεῖς μοι μαρτυρεῖτε ὅτι εἶπον, ‘Οὐκ εἰμὶ ἐγὼ ὁ ˚Χριστός’, ἀλλʼ, ὅτι ‘Ἀπεσταλμένος εἰμὶ ἔμπροσθεν ἐκείνου.’ 29Ὁ ἔχων τὴν νύμφην, νυμφίος ἐστίν· ὁ δὲ φίλος τοῦ νυμφίου, ὁ ἑστηκὼς καὶ ἀκούων αὐτοῦ, χαρᾷ χαίρει διὰ τὴν φωνὴν τοῦ νυμφίου. Αὕτη οὖν ἡ χαρὰ ἡ ἐμὴ πεπλήρωται. 30Ἐκεῖνον δεῖ αὐξάνειν, ἐμὲ δὲ ἐλαττοῦσθαι.

31Ὁ ἄνωθεν ἐρχόμενος, ἐπάνω πάντων ἐστίν. Ὁ ὢν ἐκ τῆς γῆς, ἐκ τῆς γῆς ἐστιν, καὶ ἐκ τῆς γῆς λαλεῖ. Ὁ ἐκ τοῦ οὐρανοῦ ἐρχόμενος, ἐπάνω πάντων ἐστίν. 32Ὃ ἑώρακεν καὶ ἤκουσεν, τοῦτο μαρτυρεῖ, καὶ τὴν μαρτυρίαν αὐτοῦ, οὐδεὶς λαμβάνει. 33Ὁ λαβὼν αὐτοῦ τὴν μαρτυρίαν, ἐσφράγισεν ὅτι ὁ ˚Θεὸς ἀληθής ἐστιν. 34Ὃν γὰρ ἀπέστειλεν ὁ ˚Θεὸς, τὰ ῥήματα τοῦ ˚Θεοῦ λαλεῖ, οὐ γὰρ ἐκ μέτρου δίδωσιν τὸ ˚Πνεῦμα. 35Ὁ Πατὴρ ἀγαπᾷ τὸν Υἱόν, καὶ πάντα δέδωκεν ἐν τῇ χειρὶ αὐτοῦ. 36Ὁ πιστεύων εἰς τὸν Υἱὸν, ἔχει ζωὴν αἰώνιον· ὁ δὲ ἀπειθῶν τῷ Υἱῷ, οὐκ ὄψεται ζωήν, ἀλλʼ ἡ ὀργὴ τοῦ ˚Θεοῦ μένει ἐπʼ αὐτόν.”

4Ὡς οὖν ἔγνω ὁ ˚Κύριος ὅτι ἤκουσαν οἱ Φαρισαῖοι ὅτι ˚Ἰησοῦς πλείονας μαθητὰς ποιεῖ καὶ βαπτίζει ἢ Ἰωάννης 2(καίτοιγε ˚Ἰησοῦς αὐτὸς οὐκ ἐβάπτιζεν, ἀλλʼ οἱ μαθηταὶ αὐτοῦ), 3ἀφῆκεν τὴν Ἰουδαίαν καὶ ἀπῆλθεν πάλιν εἰς τὴν Γαλιλαίαν. 4Ἔδει δὲ αὐτὸν διέρχεσθαι διὰ τῆς Σαμαρείας. 5Ἔρχεται οὖν εἰς πόλιν τῆς Σαμαρείας λεγομένην Συχὰρ, πλησίον τοῦ χωρίου ὃ ἔδωκεν Ἰακὼβ τῷ Ἰωσὴφ, τῷ υἱῷ αὐτοῦ· 6ἦν δὲ ἐκεῖ πηγὴ τοῦ Ἰακώβ. Ὁ οὖν ˚Ἰησοῦς κεκοπιακὼς ἐκ τῆς ὁδοιπορίας, ἐκαθέζετο οὕτως ἐπὶ τῇ πηγῇ. Ὥρα ἦν ὡς ἕκτη.

7Ἔρχεται γυνὴ ἐκ τῆς Σαμαρείας ἀντλῆσαι ὕδωρ. Λέγει αὐτῇ ὁ ˚Ἰησοῦς, “Δός μοι πεῖν”· 8οἱ γὰρ μαθηταὶ αὐτοῦ ἀπεληλύθεισαν εἰς τὴν πόλιν, ἵνα τροφὰς ἀγοράσωσιν. 9Λέγει οὖν αὐτῷ ἡ γυνὴ ἡ Σαμαρεῖτις, “Πῶς σὺ Ἰουδαῖος ὢν, παρʼ ἐμοῦ πεῖν αἰτεῖς γυναικὸς Σαμαρείτιδος οὔσης;” Οὐ γὰρ συγχρῶνται Ἰουδαῖοι Σαμαρείταις. 10Ἀπεκρίθη ˚Ἰησοῦς καὶ εἶπεν αὐτῇ, “Εἰ ᾔδεις τὴν δωρεὰν τοῦ ˚Θεοῦ, καὶ τίς ἐστιν ὁ λέγων σοι, ‘Δός μοι πεῖν’, σὺ ἂν ᾔτησας αὐτὸν, καὶ ἔδωκεν ἄν σοι ὕδωρ ζῶν.” 11Λέγει αὐτῷ ἡ γυνή, “Κύριε, οὔτε ἄντλημα ἔχεις καὶ τὸ φρέαρ ἐστὶν βαθύ· πόθεν οὖν ἔχεις τὸ ὕδωρ τὸ ζῶν; 12Μὴ σὺ μείζων εἶ τοῦ πατρὸς ἡμῶν Ἰακώβ, ὃς ἔδωκεν ἡμῖν τὸ φρέαρ, καὶ αὐτὸς ἐξ αὐτοῦ ἔπιεν, καὶ οἱ υἱοὶ αὐτοῦ, καὶ τὰ θρέμματα αὐτοῦ;” 13Ἀπεκρίθη ˚Ἰησοῦς καὶ εἶπεν αὐτῇ, “Πᾶς ὁ πίνων ἐκ τοῦ ὕδατος τούτου, διψήσει πάλιν· 14ὃς δʼ ἂν πίῃ ἐκ τοῦ ὕδατος οὗ ἐγὼ δώσω αὐτῷ, οὐ μὴ διψήσει, εἰς τὸν αἰῶνα, ἀλλὰ τὸ ὕδωρ ὃ δώσω αὐτῷ γενήσεται ἐν αὐτῷ πηγὴ ὕδατος, ἁλλομένου εἰς ζωὴν αἰώνιον.” 15Λέγει πρὸς αὐτὸν ἡ γυνή, “Κύριε, δός μοι τοῦτο τὸ ὕδωρ, ἵνα μὴ διψῶ, μηδὲ διέρχομαι ἐνθάδε ἀντλεῖν.”

16Λέγει αὐτῇ, “Ὕπαγε, φώνησον τὸν ἄνδρα σου καὶ ἐλθὲ ἐνθάδε.” 17Ἀπεκρίθη ἡ γυνὴ καὶ εἶπεν αὐτῷ, “Οὐκ ἔχω ἄνδρα.” Λέγει αὐτῇ ὁ ˚Ἰησοῦς, “Καλῶς εἶπας, ὅτι ‘Ἄνδρα οὐκ ἔχω’· 18πέντε γὰρ ἄνδρας ἔσχες, καὶ νῦν ὃν ἔχεις, οὐκ ἔστιν σου ἀνήρ· τοῦτο ἀληθὲς εἴρηκας.” 19Λέγει αὐτῷ ἡ γυνή, “Κύριε, θεωρῶ ὅτι προφήτης εἶ σύ. 20Οἱ πατέρες ἡμῶν ἐν τῷ ὄρει τούτῳ προσεκύνησαν, καὶ ὑμεῖς λέγετε ὅτι ἐν Ἱεροσολύμοις ἐστὶν ὁ τόπος ὅπου προσκυνεῖν δεῖ.” 21Λέγει αὐτῇ ὁ ˚Ἰησοῦς, “Πίστευέ μοι, γύναι, ὅτι ἔρχεται ὥρα, ὅτε οὔτε ἐν τῷ ὄρει τούτῳ, οὔτε ἐν Ἱεροσολύμοις, προσκυνήσετε τῷ Πατρί. 22Ὑμεῖς προσκυνεῖτε ὃ οὐκ οἴδατε, ἡμεῖς προσκυνοῦμεν ὃ οἴδαμεν, ὅτι ἡ σωτηρία ἐκ τῶν Ἰουδαίων ἐστίν. 23Ἀλλὰ ἔρχεται ὥρα καὶ νῦν ἐστιν, ὅτε οἱ ἀληθινοὶ προσκυνηταὶ προσκυνήσουσιν τῷ Πατρὶ ἐν πνεύματι καὶ ἀληθείᾳ, καὶ γὰρ ὁ Πατὴρ τοιούτους ζητεῖ, τοὺς προσκυνοῦντας αὐτόν. 24˚Πνεῦμα ὁ ˚Θεός, καὶ τοὺς προσκυνοῦντας αὐτὸν ἐν πνεύματι καὶ ἀληθείᾳ δεῖ προσκυνεῖν.” 25Λέγει αὐτῷ ἡ γυνή, “Οἶδα ὅτι Μεσσίας ἔρχεται, ὁ λεγόμενος ‘˚Χριστός’· ὅταν ἔλθῃ ἐκεῖνος, ἀναγγελεῖ ἡμῖν ἅπαντα.” 26Λέγει αὐτῇ ὁ ˚Ἰησοῦς, “Ἐγώ εἰμι, ὁ λαλῶν σοι.”

27Καὶ ἐπὶ τούτῳ ἦλθον οἱ μαθηταὶ αὐτοῦ, καὶ ἐθαύμαζον ὅτι μετὰ γυναικὸς ἐλάλει· οὐδεὶς μέντοι εἶπεν, “Τί ζητεῖς;” Ἢ, “Τί λαλεῖς μετʼ αὐτῆς;” 28Ἀφῆκεν οὖν τὴν ὑδρίαν αὐτῆς ἡ γυνὴ, καὶ ἀπῆλθεν εἰς τὴν πόλιν, καὶ λέγει τοῖς ἀνθρώποις, 29“Δεῦτε, ἴδετε ἄνθρωπον ὃς εἶπέν μοι πάντα ὅσα ἐποίησα· μήτι οὗτός ἐστιν ὁ ˚Χριστός;” 30Ἐξῆλθον ἐκ τῆς πόλεως, καὶ ἤρχοντο πρὸς αὐτόν.

31Ἐν τῷ μεταξὺ ἠρώτων αὐτὸν οἱ μαθηταὶ λέγοντες, “Ῥαββί, φάγε.” 32Ὁ δὲ εἶπεν αὐτοῖς, “Ἐγὼ βρῶσιν ἔχω φαγεῖν, ἣν ὑμεῖς οὐκ οἴδατε.” 33Ἔλεγον οὖν οἱ μαθηταὶ πρὸς ἀλλήλους, “Μή τις ἤνεγκεν αὐτῷ φαγεῖν;” 34Λέγει αὐτοῖς ὁ ˚Ἰησοῦς, “Ἐμὸν βρῶμά ἐστιν ἵνα ποιήσω τὸ θέλημα τοῦ πέμψαντός με, καὶ τελειώσω αὐτοῦ τὸ ἔργον. 35Οὐχ ὑμεῖς λέγετε, ὅτι ‘Ἔτι τετράμηνός ἐστιν καὶ ὁ θερισμὸς ἔρχεται’; Ἰδοὺ, λέγω ὑμῖν, ἐπάρατε τοὺς ὀφθαλμοὺς ὑμῶν καὶ θεάσασθε τὰς χώρας, ὅτι λευκαί εἰσιν πρὸς θερισμόν ἤδη. 36Ὁ θερίζων μισθὸν, λαμβάνει καὶ συνάγει καρπὸν εἰς ζωὴν αἰώνιον, ἵνα ὁ σπείρων ὁμοῦ χαίρῃ καὶ ὁ θερίζων. 37Ἐν γὰρ τούτῳ ὁ λόγος ἐστὶν ὁ ἀληθινὸς: ὅτι ‘Ἄλλος ἐστὶν ὁ σπείρων, καὶ ἄλλος ὁ θερίζων.’ 38Ἐγὼ ἀπέστειλα ὑμᾶς θερίζειν ὃ οὐχ ὑμεῖς κεκοπιάκατε· ἄλλοι κεκοπιάκασιν, καὶ ὑμεῖς εἰς τὸν κόπον αὐτῶν εἰσεληλύθατε.”

39Ἐκ δὲ τῆς πόλεως ἐκείνης, πολλοὶ ἐπίστευσαν εἰς αὐτὸν τῶν Σαμαρειτῶν, διὰ τὸν λόγον τῆς γυναικὸς μαρτυρούσης, ὅτι “Εἶπέν μοι πάντα ἃ ἐποίησα.” 40Ὡς οὖν ἦλθον πρὸς αὐτὸν οἱ Σαμαρεῖται, ἠρώτων αὐτὸν μεῖναι παρʼ αὐτοῖς, καὶ ἔμεινεν ἐκεῖ δύο ἡμέρας. 41Καὶ πολλῷ πλείους ἐπίστευσαν, διὰ τὸν λόγον αὐτοῦ, 42τῇ τε γυναικὶ ἔλεγον, ὅτι “Οὐκέτι διὰ τὴν σὴν λαλιὰν πιστεύομεν· αὐτοὶ γὰρ ἀκηκόαμεν καὶ οἴδαμεν ὅτι οὗτός ἐστιν ἀληθῶς ὁ Σωτὴρ τοῦ κόσμου.”

43Μετὰ δὲ τὰς δύο ἡμέρας, ἐξῆλθεν ἐκεῖθεν εἰς τὴν Γαλιλαίαν. 44Αὐτὸς γὰρ ˚Ἰησοῦς ἐμαρτύρησεν ὅτι προφήτης ἐν τῇ ἰδίᾳ πατρίδι, τιμὴν οὐκ ἔχει. 45Ὅτε οὖν ἦλθεν εἰς τὴν Γαλιλαίαν, ἐδέξαντο αὐτὸν οἱ Γαλιλαῖοι, πάντα ἑωρακότες ὅσα ἐποίησεν ἐν Ἱεροσολύμοις ἐν τῇ ἑορτῇ, καὶ αὐτοὶ γὰρ ἦλθον εἰς τὴν ἑορτήν.

46Ἦλθεν οὖν πάλιν εἰς τὴν Κανὰ τῆς Γαλιλαίας, ὅπου ἐποίησεν τὸ ὕδωρ οἶνον. Καὶ ἦν τις βασιλικὸς, οὗ ὁ υἱὸς ἠσθένει ἐν Καφαρναούμ. 47Οὗτος ἀκούσας ὅτι ˚Ἰησοῦς ἥκει ἐκ τῆς Ἰουδαίας εἰς τὴν Γαλιλαίαν, ἀπῆλθεν πρὸς αὐτὸν, καὶ ἠρώτα ἵνα καταβῇ, καὶ ἰάσηται αὐτοῦ τὸν υἱόν, ἤμελλεν γὰρ ἀποθνῄσκειν. 48Εἶπεν οὖν ὁ ˚Ἰησοῦς πρὸς αὐτόν, “Ἐὰν μὴ σημεῖα καὶ τέρατα ἴδητε, οὐ μὴ πιστεύσητε.” 49Λέγει πρὸς αὐτὸν ὁ βασιλικός, “Κύριε, κατάβηθι πρὶν ἀποθανεῖν τὸ παιδίον μου.” 50Λέγει αὐτῷ ὁ ˚Ἰησοῦς, “Πορεύου, ὁ υἱός σου ζῇ.” Ἐπίστευσεν ὁ ἄνθρωπος τῷ λόγῳ ὃν εἶπεν αὐτῷ ὁ ˚Ἰησοῦς, καὶ ἐπορεύετο. 51Ἤδη δὲ αὐτοῦ καταβαίνοντος, οἱ δοῦλοι αὐτοῦ ὑπήντησαν αὐτῷ καὶ ἀπήγγειλαν λέγοντες ὅτι ὁ παῖς αὐτοῦ ζῇ. 52Ἐπύθετο οὖν τὴν ὥραν παρʼ αὐτῶν ἐν ᾗ κομψότερον ἔσχεν. Εἶπον οὖν αὐτῷ, ὅτι “Ἐχθὲς ὥραν ἑβδόμην, ἀφῆκεν αὐτὸν ὁ πυρετός.” 53Ἔγνω οὖν ὁ πατὴρ ὅτι ἐκείνῃ τῇ ὥρᾳ ἐν ᾗ εἶπεν αὐτῷ ὁ ˚Ἰησοῦς, “Ὁ υἱός σου ζῇ”, καὶ ἐπίστευσεν αὐτὸς καὶ ἡ οἰκία αὐτοῦ ὅλη. 54Τοῦτο δὲ πάλιν δεύτερον σημεῖον ἐποίησεν ὁ ˚Ἰησοῦς, ἐλθὼν ἐκ τῆς Ἰουδαίας εἰς τὴν Γαλιλαίαν.

5Μετὰ ταῦτα ἦν ἑορτὴ τῶν Ἰουδαίων, καὶ ἀνέβη ˚Ἰησοῦς εἰς Ἱεροσόλυμα. 2Ἔστιν δὲ ἐν τοῖς Ἱεροσολύμοις ἐπὶ τῇ Προβατικῇ κολυμβήθρα, ἡ ἐπιλεγομένη Ἑβραϊστὶ, Βηθσαϊδά, πέντε στοὰς ἔχουσα. 3Ἐν ταύταις κατέκειτο πλῆθος τῶν ἀσθενούντων, τυφλῶν, χωλῶν, ξηρῶν. 5Ἦν δέ τις ἄνθρωπος ἐκεῖ, τριάκοντα ὀκτὼ ἔτη ἔχων ἐν τῇ ἀσθενείᾳ αὐτοῦ. 6Τοῦτον ἰδὼν ὁ ˚Ἰησοῦς κατακείμενον, καὶ γνοὺς ὅτι πολὺν ἤδη χρόνον ἔχει, λέγει αὐτῷ, “Θέλεις ὑγιὴς γενέσθαι;” 7Ἀπεκρίθη αὐτῷ ὁ ἀσθενῶν, “Κύριε, ἄνθρωπον οὐκ ἔχω, ἵνα ὅταν ταραχθῇ τὸ ὕδωρ, βάλῃ με εἰς τὴν κολυμβήθραν· ἐν ᾧ δὲ ἔρχομαι ἐγὼ, ἄλλος πρὸ ἐμοῦ καταβαίνει.” 8Λέγει αὐτῷ ὁ ˚Ἰησοῦς, “Ἔγειρε, ἆρον τὸν κράβαττόν σου, καὶ περιπάτει.” 9Καὶ εὐθέως ἐγένετο ὑγιὴς ὁ ἄνθρωπος, καὶ ἦρεν τὸν κράβαττον αὐτοῦ, καὶ περιεπάτει.

Ἦν δὲ Σάββατον ἐν ἐκείνῃ τῇ ἡμέρᾳ. 10Ἔλεγον οὖν οἱ Ἰουδαῖοι τῷ τεθεραπευμένῳ, “Σάββατόν ἐστιν, καὶ οὐκ ἔξεστίν σοι ἆραι τὸν κράβαττον σου.” 11ὃς δὲ ἀπεκρίθη αὐτοῖς, “Ὁ ποιήσας με ὑγιῆ, ἐκεῖνός μοι εἶπεν, ‘Ἆρον τὸν κράβαττόν σου καὶ περιπάτει.’ ” 12Ἠρώτησαν αὐτόν, “Τίς ἐστιν ὁ ἄνθρωπος ὁ εἰπών σοι, ‘Ἆρον καὶ περιπάτει’;” 13Ὁ δὲ ἰαθεὶς οὐκ ᾔδει τίς ἐστιν, ὁ γὰρ ˚Ἰησοῦς ἐξένευσεν, ὄχλου ὄντος ἐν τῷ τόπῳ. 14Μετὰ ταῦτα εὑρίσκει αὐτὸν ὁ ˚Ἰησοῦς ἐν τῷ ἱερῷ, καὶ εἶπεν αὐτῷ, “Ἴδε, ὑγιὴς γέγονας· μηκέτι ἁμάρτανε, ἵνα μὴ χεῖρόν σοί τι γένηται.” 15Ἀπῆλθεν ὁ ἄνθρωπος, καὶ ἀνήγγειλεν τοῖς Ἰουδαίοις ὅτι ˚Ἰησοῦς ἐστιν ὁ ποιήσας αὐτὸν ὑγιῆ. 16Καὶ διὰ τοῦτο, ἐδίωκον οἱ Ἰουδαῖοι τὸν ˚Ἰησοῦν, ὅτι ταῦτα ἐποίει ἐν Σαββάτῳ. 17Ὁ δὲ ἀπεκρίνατο αὐτοῖς, “Ὁ Πατήρ μου ἕως ἄρτι ἐργάζεται, κἀγὼ ἐργάζομαι.” 18Διὰ τοῦτο οὖν, μᾶλλον ἐζήτουν αὐτὸν οἱ Ἰουδαῖοι ἀποκτεῖναι, ὅτι οὐ μόνον ἔλυε τὸ Σάββατον, ἀλλὰ καὶ Πατέρα ἴδιον ἔλεγεν τὸν ˚Θεόν, ἴσον ἑαυτὸν ποιῶν τῷ ˚Θεῷ.

19Ἀπεκρίνατο οὖν ὁ ˚Ἰησοῦς καὶ ἔλεγεν αὐτοῖς, “Ἀμὴν, ἀμὴν, λέγω ὑμῖν, οὐ δύναται ὁ Υἱὸς ποιεῖν ἀφʼ ἑαυτοῦ οὐδὲν, ἐὰν μή τι βλέπῃ τὸν Πατέρα ποιοῦντα· ἃ γὰρ ἂν ἐκεῖνος ποιῇ, ταῦτα καὶ ὁ Υἱὸς ὁμοίως ποιεῖ. 20Ὁ γὰρ Πατὴρ φιλεῖ τὸν Υἱὸν, καὶ πάντα δείκνυσιν αὐτῷ ἃ αὐτὸς ποιεῖ, καὶ μείζονα τούτων δείξει αὐτῷ ἔργα, ἵνα ὑμεῖς θαυμάζητε. 21Ὥσπερ γὰρ ὁ Πατὴρ ἐγείρει τοὺς νεκροὺς καὶ ζῳοποιεῖ, οὕτως καὶ ὁ Υἱὸς, οὓς θέλει ζῳοποιεῖ. 22Οὐδὲ γὰρ ὁ Πατὴρ κρίνει οὐδένα, ἀλλὰ τὴν κρίσιν πᾶσαν δέδωκεν τῷ Υἱῷ, 23ἵνα πάντες τιμῶσι τὸν Υἱὸν, καθὼς τιμῶσι τὸν Πατέρα. Ὁ μὴ τιμῶν τὸν Υἱὸν, οὐ τιμᾷ τὸν Πατέρα, τὸν πέμψαντα αὐτόν. 24Ἀμὴν, ἀμὴν, λέγω ὑμῖν ὅτι ὁ τὸν λόγον μου ἀκούων, καὶ πιστεύων τῷ πέμψαντί με, ἔχει ζωὴν αἰώνιον, καὶ εἰς κρίσιν οὐκ ἔρχεται, ἀλλὰ μεταβέβηκεν ἐκ τοῦ θανάτου εἰς τὴν ζωήν.

25Ἀμὴν, ἀμὴν, λέγω ὑμῖν ὅτι ἔρχεται ὥρα καὶ νῦν ἐστιν, ὅτε οἱ νεκροὶ ἀκούσουσιν τῆς φωνῆς τοῦ Υἱοῦ τοῦ ˚Θεοῦ, καὶ οἱ ἀκούσαντες ζήσουσιν. 26Ὥσπερ γὰρ ὁ Πατὴρ ἔχει ζωὴν ἐν ἑαυτῷ, οὕτως καὶ τῷ Υἱῷ ἔδωκεν ζωὴν ἔχειν ἐν ἑαυτῷ· 27καὶ ἐξουσίαν ἔδωκεν αὐτῷ κρίσιν ποιεῖν, ὅτι Υἱὸς Ἀνθρώπου ἐστίν. 28Μὴ θαυμάζετε τοῦτο, ὅτι ἔρχεται ὥρα ἐν ᾗ πάντες οἱ ἐν τοῖς μνημείοις ἀκούσουσιν τῆς φωνῆς αὐτοῦ, 29καὶ ἐκπορεύσονται, οἱ τὰ ἀγαθὰ ποιήσαντες, εἰς ἀνάστασιν ζωῆς, οἱ δὲ τὰ φαῦλα πράξαντες, εἰς ἀνάστασιν κρίσεως. 30Οὐ δύναμαι ἐγὼ ποιεῖν ἀπʼ ἐμαυτοῦ οὐδέν· καθὼς ἀκούω, κρίνω, καὶ ἡ κρίσις ἡ ἐμὴ δικαία ἐστίν, ὅτι οὐ ζητῶ τὸ θέλημα τὸ ἐμὸν, ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντός με.

31Ἐὰν ἐγὼ μαρτυρῶ περὶ ἐμαυτοῦ, ἡ μαρτυρία μου οὐκ ἔστιν ἀληθής. 32Ἄλλος ἐστὶν ὁ μαρτυρῶν περὶ ἐμοῦ, καὶ οἶδα ὅτι ἀληθής ἐστιν ἡ μαρτυρία ἣν μαρτυρεῖ περὶ ἐμοῦ. 33Ὑμεῖς ἀπεστάλκατε πρὸς Ἰωάννην, καὶ μεμαρτύρηκεν τῇ ἀληθείᾳ. 34Ἐγὼ δὲ οὐ παρὰ ἀνθρώπου τὴν μαρτυρίαν λαμβάνω, ἀλλὰ ταῦτα λέγω, ἵνα ὑμεῖς σωθῆτε. 35Ἐκεῖνος ἦν ὁ λύχνος ὁ καιόμενος καὶ φαίνων, ὑμεῖς δὲ ἠθελήσατε ἀγαλλιαθῆναι πρὸς ὥραν ἐν τῷ φωτὶ αὐτοῦ. 36Ἐγὼ δὲ ἔχω τὴν μαρτυρίαν μείζων τοῦ Ἰωάννου, τὰ γὰρ ἔργα ἃ δέδωκέν μοι ὁ Πατὴρ, ἵνα τελειώσω αὐτά, αὐτὰ τὰ ἔργα ἃ ποιῶ, μαρτυρεῖ περὶ ἐμοῦ ὅτι ὁ Πατήρ με ἀπέσταλκεν. 37Καὶ ὁ πέμψας με Πατὴρ, ἐκεῖνος μεμαρτύρηκεν περὶ ἐμοῦ. Οὔτε φωνὴν αὐτοῦ πώποτε ἀκηκόατε, οὔτε εἶδος αὐτοῦ ἑωράκατε. 38Καὶ τὸν λόγον αὐτοῦ οὐκ ἔχετε ἐν ὑμῖν μένοντα, ὅτι ὃν ἀπέστειλεν ἐκεῖνος, τούτῳ ὑμεῖς οὐ πιστεύετε.

39Ἐραυνᾶτε τὰς Γραφάς, ὅτι ὑμεῖς δοκεῖτε ἐν αὐταῖς ζωὴν αἰώνιον ἔχειν, καὶ ἐκεῖναί εἰσιν αἱ μαρτυροῦσαι περὶ ἐμοῦ· 40καὶ οὐ θέλετε ἐλθεῖν πρός με, ἵνα ζωὴν ἔχητε. 41Δόξαν παρὰ ἀνθρώπων οὐ λαμβάνω, 42ἀλλὰ ἔγνωκα ὑμᾶς ὅτι τὴν ἀγάπην τοῦ ˚Θεοῦ οὐκ ἔχετε ἐν ἑαυτοῖς. 43Ἐγὼ ἐλήλυθα ἐν τῷ ὀνόματι τοῦ Πατρός μου, καὶ οὐ λαμβάνετέ με· ἐὰν ἄλλος ἔλθῃ ἐν τῷ ὀνόματι τῷ ἰδίῳ, ἐκεῖνον λήμψεσθε. 44Πῶς δύνασθε ὑμεῖς πιστεῦσαι, δόξαν παρὰ ἀλλήλων λαμβάνοντες, καὶ τὴν δόξαν τὴν παρὰ τοῦ μόνου ˚Θεοῦ, οὐ ζητεῖτε; 45Μὴ δοκεῖτε ὅτι ἐγὼ κατηγορήσω ὑμῶν πρὸς τὸν Πατέρα. Ἔστιν ὁ κατηγορῶν ὑμῶν Μωϋσῆς, εἰς ὃν ὑμεῖς ἠλπίκατε. 46Εἰ γὰρ ἐπιστεύετε Μωϋσεῖ, ἐπιστεύετε ἂν ἐμοί, περὶ γὰρ ἐμοῦ ἐκεῖνος ἔγραψεν. 47Εἰ δὲ τοῖς ἐκείνου γράμμασιν οὐ πιστεύετε, πῶς τοῖς ἐμοῖς ῥήμασιν πιστεύσετε;”

6Μετὰ ταῦτα, ἀπῆλθεν ὁ ˚Ἰησοῦς πέραν τῆς θαλάσσης τῆς Γαλιλαίας τῆς Τιβεριάδος. 2Ἠκολούθει δὲ αὐτῷ ὄχλος πολύς, ὅτι ἐθεώρων τὰ σημεῖα ἃ ἐποίει ἐπὶ τῶν ἀσθενούντων. 3Ἀνῆλθεν δὲ εἰς τὸ ὄρος ˚Ἰησοῦς, καὶ ἐκεῖ ἐκάθητο μετὰ τῶν μαθητῶν αὐτοῦ. 4Ἦν δὲ ἐγγὺς τὸ Πάσχα, ἡ ἑορτὴ τῶν Ἰουδαίων. 5Ἐπάρας οὖν τοὺς ὀφθαλμοὺς ὁ ˚Ἰησοῦς, καὶ θεασάμενος ὅτι πολὺς ὄχλος ἔρχεται πρὸς αὐτὸν, λέγει πρὸς Φίλιππον, “Πόθεν ἀγοράσωμεν ἄρτους, ἵνα φάγωσιν οὗτοι;” 6Τοῦτο δὲ ἔλεγεν πειράζων αὐτόν, αὐτὸς γὰρ ᾔδει τί ἔμελλεν ποιεῖν. 7Ἀπεκρίθη αὐτῷ Φίλιππος, “Διακοσίων δηναρίων ἄρτοι οὐκ ἀρκοῦσιν αὐτοῖς, ἵνα ἕκαστος βραχύ λάβῃ.” 8Λέγει αὐτῷ εἷς ἐκ τῶν μαθητῶν αὐτοῦ, Ἀνδρέας ὁ ἀδελφὸς Σίμωνος Πέτρου, 9“Ἔστιν παιδάριον ὧδε, ὃς ἔχει πέντε ἄρτους κριθίνους καὶ δύο ὀψάρια, ἀλλὰ ταῦτα τί ἐστιν εἰς τοσούτους;” 10Εἶπεν ὁ ˚Ἰησοῦς, “Ποιήσατε τοὺς ἀνθρώπους ἀναπεσεῖν.” Ἦν δὲ χόρτος πολὺς ἐν τῷ τόπῳ. Ἀνέπεσαν οὖν οἱ ἄνδρες, τὸν ἀριθμὸν ὡς πεντακισχίλιοι. 11Ἔλαβεν οὖν τοὺς ἄρτους ὁ ˚Ἰησοῦς, καὶ εὐχαριστήσας, διέδωκεν τοῖς ἀνακειμένοις, ὁμοίως καὶ ἐκ τῶν ὀψαρίων, ὅσον ἤθελον. 12Ὡς δὲ ἐνεπλήσθησαν, λέγει τοῖς μαθηταῖς αὐτοῦ, “Συναγάγετε τὰ περισσεύσαντα κλάσματα, ἵνα μή τι ἀπόληται.” 13Συνήγαγον οὖν καὶ ἐγέμισαν δώδεκα κοφίνους κλασμάτων ἐκ τῶν πέντε ἄρτων τῶν κριθίνων, ἃ ἐπερίσσευσαν τοῖς βεβρωκόσιν. 14Οἱ οὖν ἄνθρωποι ἰδόντες ἃ ἐποίησεν σημεῖα ἔλεγον, ὅτι “Οὗτός ἐστιν ἀληθῶς ὁ προφήτης ὁ ἐρχόμενος εἰς τὸν κόσμον.” 15˚Ἰησοῦς οὖν γνοὺς ὅτι μέλλουσιν ἔρχεσθαι καὶ ἁρπάζειν αὐτὸν, ἵνα ποιήσωσιν βασιλέα, ἀνεχώρησεν πάλιν εἰς τὸ ὄρος αὐτὸς μόνος.

16Ὡς δὲ ὀψία ἐγένετο, κατέβησαν οἱ μαθηταὶ αὐτοῦ ἐπὶ τὴν θάλασσαν, 17καὶ ἐμβάντες εἰς πλοῖον, ἤρχοντο πέραν τῆς θαλάσσης εἰς Καφαρναούμ. Καὶ σκοτία ἤδη ἐγεγόνει, καὶ οὔπω πρὸς αὐτοὺς ἐληλύθει ὁ ˚Ἰησοῦς. 18Ἥ τε θάλασσα ἀνέμου μεγάλου πνέοντος διηγείρετο. 19Ἐληλακότες οὖν ὡς σταδίους εἴκοσι πέντε ἢ τριάκοντα, θεωροῦσιν τὸν ˚Ἰησοῦν περιπατοῦντα ἐπὶ τῆς θαλάσσης, καὶ ἐγγὺς τοῦ πλοίου γινόμενον, καὶ ἐφοβήθησαν. 20Ὁ δὲ λέγει αὐτοῖς, “Ἐγώ εἰμι, μὴ φοβεῖσθε.” 21Ἤθελον οὖν λαβεῖν αὐτὸν εἰς τὸ πλοῖον, καὶ εὐθέως ἐγένετο τὸ πλοῖον ἐπὶ τῆς γῆς εἰς ἣν ὑπῆγον.

22Τῇ ἐπαύριον ὁ ὄχλος ὁ ἑστηκὼς πέραν τῆς θαλάσσης, εἶδον ὅτι πλοιάριον ἄλλο οὐκ ἦν ἐκεῖ εἰ μὴ ἕν, καὶ ὅτι οὐ συνεισῆλθεν τοῖς μαθηταῖς αὐτοῦ ὁ ˚Ἰησοῦς εἰς τὸ πλοῖον, ἀλλὰ μόνοι οἱ μαθηταὶ αὐτοῦ ἀπῆλθον· 23ἄλλα ἦλθεν πλοῖα ἐκ Τιβεριάδος, ἐγγὺς τοῦ τόπου ὅπου ἔφαγον τὸν ἄρτον, εὐχαριστήσαντος τοῦ ˚Κυρίου. 24Ὅτε οὖν εἶδεν ὁ ὄχλος ὅτι ˚Ἰησοῦς οὐκ ἔστιν ἐκεῖ, οὐδὲ οἱ μαθηταὶ αὐτοῦ, ἐνέβησαν αὐτοὶ εἰς τὰ πλοιάρια, καὶ ἦλθον εἰς Καφαρναοὺμ ζητοῦντες τὸν ˚Ἰησοῦν.

25Καὶ εὑρόντες αὐτὸν πέραν τῆς θαλάσσης, εἶπον αὐτῷ, “Ῥαββί, πότε ὧδε γέγονας;” 26Ἀπεκρίθη αὐτοῖς ὁ ˚Ἰησοῦς καὶ εἶπεν, “Ἀμὴν, ἀμὴν, λέγω ὑμῖν, ζητεῖτέ με, οὐχ ὅτι εἴδετε σημεῖα, ἀλλʼ ὅτι ἐφάγετε ἐκ τῶν ἄρτων καὶ ἐχορτάσθητε. 27Ἐργάζεσθε μὴ τὴν βρῶσιν τὴν ἀπολλυμένην, ἀλλὰ τὴν βρῶσιν τὴν μένουσαν εἰς ζωὴν αἰώνιον, ἣν ὁ Υἱὸς τοῦ Ἀνθρώπου ὑμῖν δώσει, τοῦτον γὰρ ὁ Πατὴρ ἐσφράγισεν ὁ ˚Θεός.” 28Εἶπον οὖν πρὸς αὐτόν, “Τί ποιῶμεν, ἵνα ἐργαζώμεθα τὰ ἔργα τοῦ ˚Θεοῦ;” 29Ἀπεκρίθη ὁ ˚Ἰησοῦς καὶ εἶπεν αὐτοῖς, “Τοῦτό ἐστιν τὸ ἔργον τοῦ ˚Θεοῦ, ἵνα πιστεύητε εἰς ὃν ἀπέστειλεν ἐκεῖνος.” 30Εἶπον οὖν αὐτῷ, “Τί οὖν ποιεῖς σὺ σημεῖον, ἵνα ἴδωμεν καὶ πιστεύσωμέν σοι; Τί ἐργάζῃ; 31Οἱ πατέρες ἡμῶν τὸ μάννα ἔφαγον ἐν τῇ ἐρήμῳ, καθώς ἐστιν γεγραμμένον, ‘Ἄρτον ἐκ τοῦ οὐρανοῦ ἔδωκεν αὐτοῖς φαγεῖν.’ ” 32Εἶπεν οὖν αὐτοῖς ὁ ˚Ἰησοῦς, “Ἀμὴν, ἀμὴν, λέγω ὑμῖν, οὐ Μωϋσῆς δέδωκεν ὑμῖν τὸν ἄρτον ἐκ τοῦ οὐρανοῦ, ἀλλʼ ὁ Πατήρ μου δίδωσιν ὑμῖν τὸν ἄρτον ἐκ τοῦ οὐρανοῦ τὸν ἀληθινόν. 33Ὁ γὰρ ἄρτος τοῦ ˚Θεοῦ ἐστιν ὁ καταβαίνων ἐκ τοῦ οὐρανοῦ, καὶ ζωὴν διδοὺς τῷ κόσμῳ.” 34Εἶπον οὖν πρὸς αὐτόν, “Κύριε, πάντοτε δὸς ἡμῖν τὸν ἄρτον τοῦτον.”

35Εἶπεν αὐτοῖς ὁ ˚Ἰησοῦς, “Ἐγώ εἰμι ὁ ἄρτος τῆς ζωῆς· ὁ ἐρχόμενος πρὸς ἐμὲ, οὐ μὴ πεινάσῃ, καὶ ὁ πιστεύων εἰς ἐμὲ, οὐ μὴ διψήσει πώποτε. 36Ἀλλʼ εἶπον ὑμῖν ὅτι καὶ ἑωράκατέ με καὶ οὐ πιστεύετε. 37Πᾶν ὃ δίδωσίν μοι ὁ Πατὴρ, πρὸς ἐμὲ ἥξει, καὶ τὸν ἐρχόμενον πρός ἐμὲ, οὐ μὴ ἐκβάλω ἔξω. 38Ὅτι καταβέβηκα ἀπὸ τοῦ οὐρανοῦ, οὐχ ἵνα ποιῶ τὸ θέλημα τὸ ἐμὸν, ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντός με. 39Τοῦτο δέ ἐστιν τὸ θέλημα τοῦ πέμψαντός με, ἵνα πᾶν ὃ δέδωκέν μοι, μὴ ἀπολέσω ἐξ αὐτοῦ, ἀλλὰ ἀναστήσω αὐτὸ τῇ ἐσχάτῃ ἡμέρᾳ. 40Τοῦτο γάρ ἐστιν τὸ θέλημα τοῦ Πατρός μου, ἵνα πᾶς ὁ θεωρῶν τὸν Υἱὸν καὶ πιστεύων εἰς αὐτὸν, ἔχῃ ζωὴν αἰώνιον, καὶ ἀναστήσω αὐτὸν ἐγὼ τῇ ἐσχάτῃ ἡμέρᾳ.”

41Ἐγόγγυζον οὖν οἱ Ἰουδαῖοι περὶ αὐτοῦ, ὅτι εἶπεν, “Ἐγώ εἰμι ὁ ἄρτος ὁ καταβὰς ἐκ τοῦ οὐρανοῦ.” 42Καὶ ἔλεγον, “Οὐχ οὗτός ἐστιν ˚Ἰησοῦς ὁ υἱὸς Ἰωσήφ, οὗ ἡμεῖς οἴδαμεν τὸν πατέρα καὶ τὴν μητέρα; Πῶς νῦν λέγει, ὅτι ‘Ἐκ τοῦ οὐρανοῦ καταβέβηκα’;” 43Ἀπεκρίθη ˚Ἰησοῦς καὶ εἶπεν αὐτοῖς, “Μὴ γογγύζετε μετʼ ἀλλήλων. 44Οὐδεὶς δύναται ἐλθεῖν πρός με, ἐὰν μὴ ὁ Πατὴρ, ὁ πέμψας με, ἑλκύσῃ αὐτόν, κἀγὼ ἀναστήσω αὐτὸν τῇ ἐσχάτῃ ἡμέρᾳ. 45Ἔστιν γεγραμμένον ἐν τοῖς προφήταις, ‘Καὶ ἔσονται πάντες διδακτοὶ ˚Θεοῦ.’ Πᾶς ὁ ἀκούσας παρὰ τοῦ Πατρὸς καὶ μαθὼν, ἔρχεται πρὸς με. 46Οὐχ ὅτι τὸν Πατέρα ἑώρακέν τις, εἰ μὴ ὁ ὢν παρὰ τοῦ ˚Θεοῦ, οὗτος ἑώρακεν τὸν Πατέρα. 47Ἀμὴν, ἀμὴν, λέγω ὑμῖν, ὁ πιστεύων ἔχει ζωὴν αἰώνιον. 48Ἐγώ εἰμι ὁ ἄρτος τῆς ζωῆς. 49Οἱ πατέρες ὑμῶν ἔφαγον ἐν τῇ ἐρήμῳ τὸ μάννα, καὶ ἀπέθανον. 50Οὗτός ἐστιν ὁ ἄρτος ὁ ἐκ τοῦ οὐρανοῦ καταβαίνων, ἵνα τις ἐξ αὐτοῦ φάγῃ, καὶ μὴ ἀποθάνῃ. 51Ἐγώ εἰμι ὁ ἄρτος ὁ ζῶν ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς· ἐάν τις φάγῃ ἐκ τούτου τοῦ ἄρτου, ζήσεται εἰς τὸν αἰῶνα. Καὶ ὁ ἄρτος δὲ ὃν ἐγὼ δώσω, ἡ σάρξ μού ἐστιν ὑπὲρ τῆς τοῦ κόσμου ζωῆς.”

52Ἐμάχοντο οὖν πρὸς ἀλλήλους οἱ Ἰουδαῖοι λέγοντες, “Πῶς δύναται οὗτος ἡμῖν δοῦναι τὴν σάρκα αὐτοῦ φαγεῖν;” 53Εἶπεν οὖν αὐτοῖς ὁ ˚Ἰησοῦς, “Ἀμὴν, ἀμὴν, λέγω ὑμῖν, ἐὰν μὴ φάγητε τὴν σάρκα τοῦ Υἱοῦ τοῦ Ἀνθρώπου, καὶ πίητε αὐτοῦ τὸ αἷμα, οὐκ ἔχετε ζωὴν ἐν ἑαυτοῖς. 54Ὁ τρώγων μου τὴν σάρκα, καὶ πίνων μου τὸ αἷμα, ἔχει ζωὴν αἰώνιον, κἀγὼ ἀναστήσω αὐτὸν τῇ ἐσχάτῃ ἡμέρᾳ. 55Ἡ γὰρ σάρξ μου ἀληθής ἐστιν βρῶσις, καὶ τὸ αἷμά μου ἀληθής ἐστιν πόσις. 56Ὁ τρώγων μου τὴν σάρκα, καὶ πίνων μου τὸ αἷμα, ἐν ἐμοὶ μένει, κἀγὼ ἐν αὐτῷ. 57Καθὼς ἀπέστειλέν με ὁ ζῶν Πατὴρ, κἀγὼ ζῶ διὰ τὸν Πατέρα, καὶ ὁ τρώγων με, κἀκεῖνος ζήσει διʼ ἐμέ. 58Οὗτός ἐστιν ὁ ἄρτος ὁ ἐξ οὐρανοῦ καταβάς, οὐ καθὼς ἔφαγον οἱ πατέρες καὶ ἀπέθανον· ὁ τρώγων τοῦτον τὸν ἄρτον ζήσει εἰς τὸν αἰῶνα.” 59Ταῦτα εἶπεν ἐν συναγωγῇ, διδάσκων ἐν Καφαρναούμ.

60Πολλοὶ οὖν ἀκούσαντες ἐκ τῶν μαθητῶν αὐτοῦ εἶπον, “Σκληρός ἐστιν ὁ λόγος οὗτος· τίς δύναται αὐτοῦ ἀκούειν;” 61Εἰδὼς δὲ ὁ ˚Ἰησοῦς ἐν ἑαυτῷ ὅτι γογγύζουσιν περὶ τούτου οἱ μαθηταὶ αὐτοῦ, εἶπεν αὐτοῖς, “Τοῦτο ὑμᾶς σκανδαλίζει; 62Ἐὰν οὖν θεωρῆτε τὸν Υἱὸν τοῦ Ἀνθρώπου, ἀναβαίνοντα ὅπου ἦν τὸ πρότερον; 63Τὸ ˚Πνεῦμά ἐστιν τὸ ζῳοποιοῦν, ἡ σὰρξ οὐκ ὠφελεῖ οὐδέν. Τὰ ῥήματα ἃ ἐγὼ λελάληκα ὑμῖν πνεῦμά ἐστιν καὶ ζωή ἐστιν. 64Ἀλλʼ εἰσὶν ἐξ ὑμῶν τινες, οἳ οὐ πιστεύουσιν.” ᾜδει γὰρ ἐξ ἀρχῆς ὁ ˚Ἰησοῦς, τίνες εἰσὶν οἱ μὴ πιστεύοντες, καὶ τίς ἐστιν ὁ παραδώσων αὐτόν. 65Καὶ ἔλεγεν, “Διὰ τοῦτο εἴρηκα ὑμῖν ὅτι οὐδεὶς δύναται ἐλθεῖν πρός με, ἐὰν μὴ ᾖ δεδομένον αὐτῷ ἐκ τοῦ Πατρός.”

66Ἐκ τούτου πολλοὶ ἐκ τῶν μαθητῶν αὐτοῦ ἀπῆλθον εἰς τὰ ὀπίσω, καὶ οὐκέτι μετʼ αὐτοῦ περιεπάτουν. 67Εἶπεν οὖν ὁ ˚Ἰησοῦς τοῖς δώδεκα, “Μὴ καὶ ὑμεῖς θέλετε ὑπάγειν;” 68Ἀπεκρίθη αὐτῷ Σίμων Πέτρος, “˚Κύριε, πρὸς τίνα ἀπελευσόμεθα; Ῥήματα ζωῆς αἰωνίου ἔχεις. 69Καὶ ἡμεῖς πεπιστεύκαμεν καὶ ἐγνώκαμεν ὅτι σὺ εἶ ὁ Ἅγιος τοῦ ˚Θεοῦ.” 70Ἀπεκρίθη αὐτοῖς ὁ ˚Ἰησοῦς, “Οὐκ ἐγὼ ὑμᾶς τοὺς δώδεκα ἐξελεξάμην, καὶ ἐξ ὑμῶν εἷς διάβολός ἐστιν;” 71Ἔλεγεν δὲ τὸν Ἰούδαν Σίμωνος Ἰσκαριώτου· οὗτος γὰρ ἔμελλεν παραδιδόναι αὐτόν, εἷς ἐκ τῶν δώδεκα.

7Καὶ μετὰ ταῦτα, περιεπάτει ὁ ˚Ἰησοῦς ἐν τῇ Γαλιλαίᾳ, οὐ γὰρ ἤθελεν ἐν τῇ Ἰουδαίᾳ περιπατεῖν, ὅτι ἐζήτουν αὐτὸν οἱ Ἰουδαῖοι ἀποκτεῖναι. 2Ἦν δὲ ἐγγὺς ἡ ἑορτὴ τῶν Ἰουδαίων ἡ σκηνοπηγία. 3Εἶπον οὖν πρὸς αὐτὸν οἱ ἀδελφοὶ αὐτοῦ, “Μετάβηθι ἐντεῦθεν, καὶ ὕπαγε εἰς τὴν Ἰουδαίαν, ἵνα καὶ οἱ μαθηταί σου θεωρήσουσιν σοῦ τὰ ἔργα ἃ ποιεῖς. 4Οὐδεὶς γάρ τι ἐν κρυπτῷ ποιεῖ καὶ ζητεῖ αὐτὸς ἐν παρρησίᾳ εἶναι.” Εἰ ταῦτα ποιεῖς, φανέρωσον σεαυτὸν τῷ κόσμῳ. 5Οὐδὲ γὰρ οἱ ἀδελφοὶ αὐτοῦ ἐπίστευον εἰς αὐτόν. 6Λέγει οὖν αὐτοῖς ὁ ˚Ἰησοῦς, “Ὁ καιρὸς ὁ ἐμὸς οὔπω πάρεστιν, ὁ δὲ καιρὸς ὁ ὑμέτερος πάντοτέ ἐστιν ἕτοιμος. 7Οὐ δύναται ὁ κόσμος μισεῖν ὑμᾶς, ἐμὲ δὲ μισεῖ, ὅτι ἐγὼ μαρτυρῶ περὶ αὐτοῦ ὅτι τὰ ἔργα αὐτοῦ πονηρά ἐστιν. 8Ὑμεῖς ἀνάβητε εἰς τὴν ἑορτήν· ἐγὼ οὔπω ἀναβαίνω εἰς τὴν ἑορτὴν ταύτην, ὅτι ὁ ἐμὸς καιρὸς οὔπω πεπλήρωται.” 9Ταῦτα δὲ εἰπὼν αὐτοῖς ἔμεινεν ἐν τῇ Γαλιλαίᾳ.

10Ὡς δὲ ἀνέβησαν οἱ ἀδελφοὶ αὐτοῦ εἰς τὴν ἑορτήν, τότε καὶ αὐτὸς ἀνέβη, οὐ φανερῶς, ἀλλʼ ὡς ἐν κρυπτῷ. 11Οἱ οὖν Ἰουδαῖοι ἐζήτουν αὐτὸν ἐν τῇ ἑορτῇ, καὶ ἔλεγον, “Ποῦ ἐστιν ἐκεῖνος;” 12Καὶ γογγυσμὸς περὶ αὐτοῦ ἦν πολὺς ἐν τοῖς ὄχλοις. Οἱ μὲν ἔλεγον, ὅτι “Ἀγαθός ἐστιν”, ἄλλοι δὲ ἔλεγον, “Οὔ, ἀλλὰ πλανᾷ τὸν ὄχλον.” 13Οὐδεὶς μέντοι παρρησίᾳ ἐλάλει περὶ αὐτοῦ, διὰ τὸν φόβον τῶν Ἰουδαίων.

14Ἤδη δὲ τῆς ἑορτῆς μεσούσης, ἀνέβη ˚Ἰησοῦς εἰς τὸ ἱερὸν καὶ ἐδίδασκεν. 15Ἐθαύμαζον οὖν οἱ Ἰουδαῖοι λέγοντες, “Πῶς οὗτος γράμματα οἶδεν, μὴ μεμαθηκώς;” 16Ἀπεκρίθη οὖν αὐτοῖς ˚Ἰησοῦς καὶ εἶπεν, “Ἡ ἐμὴ διδαχὴ οὐκ ἔστιν ἐμὴ, ἀλλὰ τοῦ πέμψαντός με. 17Ἐάν τις θέλῃ τὸ θέλημα αὐτοῦ ποιεῖν, γνώσεται περὶ τῆς διδαχῆς, πότερον ἐκ τοῦ ˚Θεοῦ ἐστιν, ἢ ἐγὼ ἀπʼ ἐμαυτοῦ λαλῶ. 18Ὁ ἀφʼ ἑαυτοῦ λαλῶν, τὴν δόξαν τὴν ἰδίαν ζητεῖ· ὁ δὲ ζητῶν τὴν δόξαν τοῦ πέμψαντος αὐτὸν, οὗτος ἀληθής ἐστιν, καὶ ἀδικία ἐν αὐτῷ οὐκ ἔστιν.

19Οὐ Μωϋσῆς δέδωκεν ὑμῖν τὸν νόμον, καὶ οὐδεὶς ἐξ ὑμῶν ποιεῖ τὸν νόμον; Τί με ζητεῖτε ἀποκτεῖναι;” 20Ἀπεκρίθη ὁ ὄχλος, “Δαιμόνιον ἔχεις· τίς σε ζητεῖ ἀποκτεῖναι;” 21Ἀπεκρίθη ˚Ἰησοῦς καὶ εἶπεν αὐτοῖς, “Ἓν ἔργον ἐποίησα καὶ πάντες θαυμάζετε. 22Διὰ τοῦτο Μωϋσῆς δέδωκεν ὑμῖν τὴν περιτομήν (οὐχ ὅτι ἐκ τοῦ Μωϋσέως ἐστὶν, ἀλλʼ ἐκ τῶν πατέρων), καὶ ἐν Σαββάτῳ περιτέμνετε ἄνθρωπον. 23Εἰ περιτομὴν λαμβάνει ἄνθρωπος ἐν Σαββάτῳ, ἵνα μὴ λυθῇ ὁ νόμος Μωϋσέως, ἐμοὶ χολᾶτε ὅτι ὅλον ἄνθρωπον ὑγιῆ ἐποίησα ἐν Σαββάτῳ; 24Μὴ κρίνετε κατʼ ὄψιν, ἀλλὰ τὴν δικαίαν κρίσιν κρίνετε.”

25Ἔλεγον οὖν τινες ἐκ τῶν Ἱεροσολυμιτῶν, “Οὐχ οὗτός ἐστιν ὃν ζητοῦσιν ἀποκτεῖναι; 26Καὶ ἴδε, παρρησίᾳ λαλεῖ, καὶ οὐδὲν αὐτῷ λέγουσιν. Μήποτε ἀληθῶς ἔγνωσαν οἱ ἄρχοντες ὅτι οὗτός ἐστιν ὁ ˚Χριστός; 27Ἀλλὰ τοῦτον οἴδαμεν πόθεν ἐστίν. Ὁ δὲ ˚Χριστὸς ὅταν ἔρχηται, οὐδεὶς γινώσκει πόθεν ἐστίν.” 28Ἔκραξεν οὖν ἐν τῷ ἱερῷ διδάσκων ὁ ˚Ἰησοῦς, καὶ λέγων, “Κἀμὲ οἴδατε, καὶ οἴδατε πόθεν εἰμί· καὶ ἀπʼ ἐμαυτοῦ οὐκ ἐλήλυθα, ἀλλʼ ἔστιν ἀληθινὸς ὁ πέμψας με, ὃν ὑμεῖς οὐκ οἴδατε. 29Ἐγὼ οἶδα αὐτόν, ὅτι παρʼ αὐτοῦ εἰμι, κἀκεῖνός με ἀπέστειλεν.” 30Ἐζήτουν οὖν αὐτὸν πιάσαι, καὶ οὐδεὶς ἐπέβαλεν ἐπʼ αὐτὸν τὴν χεῖρα, ὅτι οὔπω ἐληλύθει ἡ ὥρα αὐτοῦ. 31Ἐκ τοῦ ὄχλου δὲ πολλοὶ ἐπίστευσαν εἰς αὐτόν, καὶ ἔλεγον, “Ὁ ˚Χριστὸς, ὅταν ἔλθῃ, μὴ πλείονα σημεῖα ποιήσει ὧν οὗτος ἐποίησεν;”

32Ἤκουσαν οἱ Φαρισαῖοι τοῦ ὄχλου γογγύζοντος περὶ αὐτοῦ ταῦτα, καὶ ἀπέστειλαν οἱ ἀρχιερεῖς καὶ οἱ Φαρισαῖοι ὑπηρέτας, ἵνα πιάσωσιν αὐτόν. 33Εἶπεν οὖν ὁ ˚Ἰησοῦς, “Ἔτι χρόνον μικρὸν μεθʼ ὑμῶν εἰμι, καὶ ὑπάγω πρὸς τὸν πέμψαντά με. 34Ζητήσετέ με, καὶ οὐχ εὑρήσετέ, με καὶ ὅπου εἰμὶ ἐγὼ ὑμεῖς, οὐ δύνασθε ἐλθεῖν.” 35Εἶπον οὖν οἱ Ἰουδαῖοι πρὸς ἑαυτούς, “Ποῦ οὗτος μέλλει πορεύεσθαι, ὅτι ἡμεῖς οὐχ εὑρήσομεν αὐτόν; Μὴ εἰς τὴν διασπορὰν τῶν Ἑλλήνων μέλλει πορεύεσθαι, καὶ διδάσκειν τοὺς Ἕλληνας; 36Τίς ἐστιν ὁ λόγος οὗτος ὃν εἶπεν, ‘Ζητήσετέ με, καὶ οὐχ εὑρήσετέ, με καὶ ὅπου εἰμὶ ἐγὼ, ὑμεῖς οὐ δύνασθε ἐλθεῖν’;”

37Ἐν δὲ τῇ ἐσχάτῃ ἡμέρᾳ τῇ μεγάλῃ τῆς ἑορτῆς εἱστήκει ὁ ˚Ἰησοῦς, καὶ ἔκραξεν λέγων, “Ἐάν τις διψᾷ, ἐρχέσθω πρός με καὶ πινέτω. 38Ὁ πιστεύων εἰς ἐμέ, καθὼς εἶπεν ἡ Γραφή, ‘Ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσιν ὕδατος ζῶντος.’ ” 39Τοῦτο δὲ εἶπεν περὶ τοῦ ˚Πνεύματος, οὗ ἔμελλον λαμβάνειν, οἱ πιστεύσαντες εἰς αὐτόν· οὔπω γὰρ ἦν ˚Πνεῦμα, ὅτι ˚Ἰησοῦς οὐδέπω ἐδοξάσθη.

40Ἐκ τοῦ ὄχλου οὖν, ἀκούσαντες τῶν λόγων τούτων, ἔλεγον, “Οὗτός ἐστιν ἀληθῶς ὁ προφήτης”. 41Ἄλλοι ἔλεγον, “Οὗτός ἐστιν ὁ ˚Χριστός.” Οἱ δὲ ἔλεγον, “Μὴ γὰρ ἐκ τῆς Γαλιλαίας ὁ ˚Χριστὸς ἔρχεται; 42Οὐχ ἡ Γραφὴ εἶπεν ὅτι ἐκ τοῦ σπέρματος Δαυὶδ, καὶ ἀπὸ Βηθλέεμ, τῆς κώμης ὅπου ἦν Δαυὶδ, ἔρχεται ὁ ˚Χριστός;” 43Σχίσμα οὖν ἐγένετο ἐν τῷ ὄχλῳ διʼ αὐτόν. 44Τινὲς δὲ ἤθελον ἐξ αὐτῶν πιάσαι αὐτόν, ἀλλʼ οὐδεὶς ἔβαλεν ἐπʼ αὐτὸν τὰς χεῖρας.

45Ἦλθον οὖν οἱ ὑπηρέται πρὸς τοὺς ἀρχιερεῖς καὶ Φαρισαίους, καὶ εἶπον αὐτοῖς ἐκεῖνοι, “Διὰ τί οὐκ ἠγάγετε αὐτόν;” 46Ἀπεκρίθησαν οἱ ὑπηρέται, “Οὐδέποτε ἐλάλησεν οὕτως ἄνθρωπος.” 47Ἀπεκρίθησαν οὖν αὐτοῖς οἱ Φαρισαῖοι, “Μὴ καὶ ὑμεῖς πεπλάνησθε; 48Μή τις ἐκ τῶν ἀρχόντων ἐπίστευσεν εἰς αὐτὸν, ἢ ἐκ τῶν Φαρισαίων; 49Ἀλλὰ ὁ ὄχλος οὗτος, ὁ μὴ γινώσκων τὸν νόμον, ἐπάρατοί εἰσιν.” 50Λέγει Νικόδημος πρὸς αὐτούς, ὁ ἐλθὼν πρὸς αὐτὸν πρότερον, εἷς ὢν ἐξ αὐτῶν, 51“Μὴ ὁ νόμος ἡμῶν κρίνει τὸν ἄνθρωπον, ἐὰν μὴ ἀκούσῃ πρῶτον παρʼ αὐτοῦ, καὶ γνῷ τί ποιεῖ;” 52Ἀπεκρίθησαν καὶ εἶπαν αὐτῷ, “Μὴ καὶ σὺ ἐκ τῆς Γαλιλαίας εἶ; Ἐραύνησον καὶ ἴδε ὅτι ἐκ τῆς Γαλιλαίας προφήτης οὐκ ἐγείρεται.”

12Πάλιν οὖν αὐτοῖς ἐλάλησεν ὁ ˚Ἰησοῦς λέγων, “Ἐγώ εἰμι τὸ φῶς τοῦ κόσμου· ὁ ἀκολουθῶν μοι οὐ μὴ περιπατήσῃ ἐν τῇ σκοτίᾳ, ἀλλʼ ἕξει τὸ φῶς τῆς ζωῆς.” 13Εἶπον οὖν αὐτῷ οἱ Φαρισαῖοι, “Σὺ περὶ σεαυτοῦ μαρτυρεῖς· ἡ μαρτυρία σου οὐκ ἔστιν ἀληθής.” 14Ἀπεκρίθη ˚Ἰησοῦς καὶ εἶπεν αὐτοῖς, “Κἂν ἐγὼ μαρτυρῶ περὶ ἐμαυτοῦ, ἀληθής ἐστιν ἡ μαρτυρία μου, ὅτι οἶδα πόθεν ἦλθον καὶ ποῦ ὑπάγω. Ὑμεῖς δὲ οὐκ οἴδατε πόθεν ἔρχομαι ἢ ποῦ ὑπάγω. 15Ὑμεῖς κατὰ τὴν σάρκα κρίνετε, ἐγὼ οὐ κρίνω οὐδένα. 16Καὶ ἐὰν κρίνω δὲ ἐγώ, ἡ κρίσις ἡ ἐμὴ ἀληθινή ἐστιν, ὅτι μόνος οὐκ εἰμί, ἀλλʼ ἐγὼ καὶ ὁ πέμψας με Πατήρ. 17Καὶ ἐν τῷ νόμῳ δὲ τῷ ὑμετέρῳ γέγραπται, ὅτι δύο ἀνθρώπων ἡ μαρτυρία ἀληθής ἐστιν. 18Ἐγώ εἰμι ὁ μαρτυρῶν περὶ ἐμαυτοῦ, καὶ μαρτυρεῖ περὶ ἐμοῦ ὁ πέμψας με Πατήρ.” 19Ἔλεγον οὖν αὐτῷ, “Ποῦ ἐστιν ὁ πατήρ σου;” Ἀπεκρίθη ˚Ἰησοῦς, “Οὔτε ἐμὲ οἴδατε, οὔτε τὸν Πατέρα μου. Εἰ ἐμὲ ᾔδειτε, καὶ τὸν Πατέρα μου ἂν ᾔδειτε.” 20Ταῦτα τὰ ῥήματα ἐλάλησεν ἐν τῷ γαζοφυλακίῳ, διδάσκων ἐν τῷ ἱερῷ· καὶ οὐδεὶς ἐπίασεν αὐτόν, ὅτι οὔπω ἐληλύθει ἡ ὥρα αὐτοῦ.

21Εἶπεν οὖν πάλιν αὐτοῖς, “Ἐγὼ ὑπάγω καὶ ζητήσετέ με, καὶ ἐν τῇ ἁμαρτίᾳ ὑμῶν ἀποθανεῖσθε· ὅπου ἐγὼ ὑπάγω, ὑμεῖς οὐ δύνασθε ἐλθεῖν.” 22Ἔλεγον οὖν οἱ Ἰουδαῖοι, “Μήτι ἀποκτενεῖ ἑαυτὸν, ὅτι λέγει, ‘Ὅπου ἐγὼ ὑπάγω ὑμεῖς, οὐ δύνασθε ἐλθεῖν’;” 23Καὶ ἔλεγεν αὐτοῖς, “Ὑμεῖς ἐκ τῶν κάτω ἐστέ, ἐγὼ ἐκ τῶν ἄνω εἰμί· ὑμεῖς ἐκ τούτου τοῦ κόσμου ἐστέ, ἐγὼ οὐκ εἰμὶ ἐκ τοῦ κόσμου τούτου. 24Εἶπον οὖν ὑμῖν ὅτι ἀποθανεῖσθε ἐν ταῖς ἁμαρτίαις ὑμῶν· ἐὰν γὰρ μὴ πιστεύσητε ὅτι ἐγώ εἰμι, ἀποθανεῖσθε ἐν ταῖς ἁμαρτίαις ὑμῶν.” 25Ἔλεγον οὖν αὐτῷ, “Σὺ τίς εἶ;” Εἶπεν αὐτοῖς ὁ ˚Ἰησοῦς, “Τὴν ἀρχὴν ὅ τι καὶ λαλῶ ὑμῖν; 26Πολλὰ ἔχω περὶ ὑμῶν λαλεῖν καὶ κρίνειν· ἀλλʼ ὁ πέμψας με ἀληθής ἐστιν, κἀγὼ ἃ ἤκουσα παρʼ αὐτοῦ, ταῦτα λαλῶ εἰς τὸν κόσμον.” 27Οὐκ ἔγνωσαν ὅτι τὸν Πατέρα αὐτοῖς ἔλεγεν. 28Εἶπεν οὖν αὐτοῖς ὁ ˚Ἰησοῦς, “Ὅταν ὑψώσητε τὸν Υἱὸν τοῦ Ἀνθρώπου, τότε γνώσεσθε ὅτι ἐγώ εἰμι, καὶ ἀπʼ ἐμαυτοῦ ποιῶ οὐδέν, ἀλλὰ καθὼς ἐδίδαξέν με ὁ Πατὴρ, ταῦτα λαλῶ. 29Καὶ ὁ πέμψας με, μετʼ ἐμοῦ ἐστιν· οὐκ ἀφῆκέν με μόνον, ὅτι ἐγὼ τὰ ἀρεστὰ αὐτῷ ποιῶ πάντοτε.” 30Ταῦτα αὐτοῦ λαλοῦντος, πολλοὶ ἐπίστευσαν εἰς αὐτόν.

31Ἔλεγεν οὖν ὁ ˚Ἰησοῦς πρὸς τοὺς πεπιστευκότας αὐτῷ Ἰουδαίους, “Ἐὰν ὑμεῖς μείνητε ἐν τῷ λόγῳ τῷ ἐμῷ, ἀληθῶς μαθηταί μού ἐστε. 32Καὶ γνώσεσθε τὴν ἀλήθειαν, καὶ ἡ ἀλήθεια ἐλευθερώσει ὑμᾶς.” 33Ἀπεκρίθησαν πρὸς αὐτόν, “Σπέρμα Ἀβραάμ ἐσμεν, καὶ οὐδενὶ δεδουλεύκαμεν πώποτε· πῶς σὺ λέγεις, ὅτι ‘Ἐλεύθεροι γενήσεσθε’;”

34Ἀπεκρίθη αὐτοῖς ὁ ˚Ἰησοῦς, “Ἀμὴν, ἀμὴν, λέγω ὑμῖν ὅτι πᾶς ὁ ποιῶν τὴν ἁμαρτίαν, δοῦλός ἐστιν τῆς ἁμαρτίας. 35Ὁ δὲ δοῦλος οὐ μένει ἐν τῇ οἰκίᾳ εἰς τὸν αἰῶνα, ὁ Υἱὸς μένει εἰς τὸν αἰῶνα. 36Ἐὰν οὖν ὁ Υἱὸς ὑμᾶς ἐλευθερώσῃ, ὄντως ἐλεύθεροι ἔσεσθε. 37Οἶδα ὅτι σπέρμα Ἀβραάμ ἐστε, ἀλλὰ ζητεῖτέ με ἀποκτεῖναι, ὅτι ὁ λόγος ὁ ἐμὸς οὐ χωρεῖ ἐν ὑμῖν. 38Ἃ ἐγὼ ἑώρακα παρὰ τῷ Πατρὶ, λαλῶ· καὶ ὑμεῖς οὖν ἃ ἠκούσατε παρὰ τοῦ πατρὸς, ποιεῖτε.”

39Ἀπεκρίθησαν καὶ εἶπαν αὐτῷ, “Ὁ πατὴρ ἡμῶν Ἀβραάμ ἐστιν.” Λέγει αὐτοῖς ὁ ˚Ἰησοῦς, “Εἰ τέκνα τοῦ Ἀβραάμ ἐστε, τὰ ἔργα τοῦ Ἀβραὰμ ἐποιεῖτε. 40Νῦν δὲ ζητεῖτέ με ἀποκτεῖναι, ἄνθρωπον ὃς τὴν ἀλήθειαν ὑμῖν λελάληκα, ἣν ἤκουσα παρὰ τοῦ ˚Θεοῦ· τοῦτο Ἀβραὰμ οὐκ ἐποίησεν. 41Ὑμεῖς ποιεῖτε τὰ ἔργα τοῦ πατρὸς ὑμῶν.” εἶπον οὖν αὐτῷ, “Ἡμεῖς ἐκ πορνείας οὐ γεγεννήμεθα· ἕνα Πατέρα ἔχομεν, τὸν ˚Θεόν.” 42Εἶπεν αὐτοῖς ὁ ˚Ἰησοῦς, “Εἰ ὁ ˚Θεὸς Πατὴρ ὑμῶν ἦν, ἠγαπᾶτε ἂν ἐμέ, ἐγὼ γὰρ ἐκ τοῦ ˚Θεοῦ ἐξῆλθον καὶ ἥκω· οὐδὲ γὰρ ἀπʼ ἐμαυτοῦ ἐλήλυθα, ἀλλʼ ἐκεῖνός με ἀπέστειλεν. 43Διὰ τί τὴν λαλιὰν τὴν ἐμὴν οὐ γινώσκετε; Ὅτι οὐ δύνασθε ἀκούειν τὸν λόγον τὸν ἐμόν. 44Ὑμεῖς ἐκ τοῦ πατρὸς τοῦ διαβόλου ἐστὲ, καὶ τὰς ἐπιθυμίας τοῦ πατρὸς ὑμῶν θέλετε ποιεῖν. Ἐκεῖνος ἀνθρωποκτόνος ἦν ἀπʼ ἀρχῆς, καὶ ἐν τῇ ἀληθείᾳ οὐκ ἔστηκεν, ὅτι οὐκ ἔστιν ἀλήθεια ἐν αὐτῷ. Ὅταν λαλῇ τὸ ψεῦδος, ἐκ τῶν ἰδίων λαλεῖ, ὅτι ψεύστης ἐστὶν, καὶ ὁ πατὴρ αὐτοῦ. 45Ἐγὼ δὲ ὅτι τὴν ἀλήθειαν λέγω, οὐ πιστεύετέ μοι! 46Τίς ἐξ ὑμῶν ἐλέγχει με περὶ ἁμαρτίας; Εἰ ἀλήθειαν λέγω, διὰ τί ὑμεῖς οὐ πιστεύετέ μοι; 47Ὁ ὢν ἐκ τοῦ ˚Θεοῦ, τὰ ῥήματα τοῦ ˚Θεοῦ ἀκούει· διὰ τοῦτο ὑμεῖς οὐκ ἀκούετε, ὅτι ἐκ τοῦ ˚Θεοῦ οὐκ ἐστέ.”

48Ἀπεκρίθησαν οἱ Ἰουδαῖοι καὶ εἶπαν αὐτῷ, “Οὐ καλῶς λέγομεν ἡμεῖς ὅτι Σαμαρείτης εἶ σὺ, καὶ δαιμόνιον ἔχεις;” 49Ἀπεκρίθη ˚Ἰησοῦς, “Ἐγὼ δαιμόνιον οὐκ ἔχω, ἀλλὰ τιμῶ τὸν Πατέρα μου, καὶ ὑμεῖς ἀτιμάζετέ με. 50Ἐγὼ δὲ οὐ ζητῶ τὴν δόξαν μου· ἔστιν ὁ ζητῶν καὶ κρίνων. 51Ἀμὴν, ἀμὴν, λέγω ὑμῖν, ἐάν τις τὸν ἐμὸν λόγον τηρήσῃ, θάνατον οὐ μὴ θεωρήσῃ εἰς τὸν αἰῶνα.” 52Εἶπον αὐτῷ οἱ Ἰουδαῖοι, “Νῦν ἐγνώκαμεν ὅτι δαιμόνιον ἔχεις. Ἀβραὰμ ἀπέθανεν καὶ οἱ προφῆται, καὶ σὺ λέγεις, ‘Ἐάν τις τὸν λόγον μου τηρήσῃ, οὐ μὴ γεύσηται θανάτου εἰς τὸν αἰῶνα.’ 53Μὴ σὺ μείζων εἶ τοῦ πατρὸς ἡμῶν Ἀβραάμ, ὅστις ἀπέθανεν; Καὶ οἱ προφῆται ἀπέθανον! Τίνα σεαυτὸν ποιεῖς;” 54Ἀπεκρίθη ˚Ἰησοῦς, “Ἐὰν ἐγὼ δοξάσω ἐμαυτόν, ἡ δόξα μου οὐδέν ἐστιν· ἔστιν ὁ Πατήρ μου ὁ δοξάζων με, ὃν ὑμεῖς λέγετε, ὅτι ‘˚Θεὸς ἡμῶν ἐστιν’, 55καὶ οὐκ ἐγνώκατε αὐτόν, ἐγὼ δὲ οἶδα αὐτόν, κἂν εἴπω ὅτι οὐκ οἶδα αὐτόν, ἔσομαι ὅμοιος ὑμῖν ψεύστης. Ἀλλʼ οἶδα αὐτὸν, καὶ τὸν λόγον αὐτοῦ τηρῶ. 56Ἀβραὰμ ὁ πατὴρ ὑμῶν ἠγαλλιάσατο, ἵνα ἴδῃ τὴν ἡμέραν τὴν ἐμήν, καὶ εἶδεν καὶ ἐχάρη.” 57Εἶπον οὖν οἱ Ἰουδαῖοι πρὸς αὐτόν, “Πεντήκοντα ἔτη οὔπω ἔχεις, καὶ Ἀβραὰμ ἑώρακας;” 58Εἶπεν αὐτοῖς ˚Ἰησοῦς, “Ἀμὴν, ἀμὴν, λέγω ὑμῖν, πρὶν Ἀβραὰμ γενέσθαι, ἐγὼ εἰμί.” 59Ἦραν οὖν λίθους, ἵνα βάλωσιν ἐπʼ αὐτόν· ˚Ἰησοῦς δὲ ἐκρύβη, καὶ ἐξῆλθεν ἐκ τοῦ ἱεροῦ.

9Καὶ παράγων, εἶδεν ἄνθρωπον τυφλὸν ἐκ γενετῆς. 2Καὶ ἠρώτησαν αὐτὸν οἱ μαθηταὶ αὐτοῦ λέγοντες, “Ῥαββί, τίς ἥμαρτεν, οὗτος ἢ οἱ γονεῖς αὐτοῦ, ἵνα τυφλὸς γεννηθῇ;” 3Ἀπεκρίθη ˚Ἰησοῦς, “Οὔτε οὗτος ἥμαρτεν, οὔτε οἱ γονεῖς αὐτοῦ, ἀλλʼ ἵνα φανερωθῇ τὰ ἔργα τοῦ ˚Θεοῦ ἐν αὐτῷ. 4Ἡμᾶς δεῖ ἐργάζεσθαι τὰ ἔργα τοῦ πέμψαντός με, ἕως ἡμέρα ἐστίν· ἔρχεται νὺξ, ὅτε οὐδεὶς δύναται ἐργάζεσθαι. 5Ὅταν ἐν τῷ κόσμῳ ὦ, φῶς εἰμι τοῦ κόσμου.” 6Ταῦτα εἰπὼν, ἔπτυσεν χαμαὶ καὶ ἐποίησεν πηλὸν ἐκ τοῦ πτύσματος, καὶ ἐπέχρισεν αὐτοῦ τὸν πηλὸν ἐπὶ τοὺς ὀφθαλμούς. 7Καὶ εἶπεν αὐτῷ, “Ὕπαγε, νίψαι εἰς τὴν κολυμβήθραν τοῦ Σιλωάμ” (ὃ ἑρμηνεύεται, “Ἀπεσταλμένος”). Ἀπῆλθεν οὖν καὶ ἐνίψατο, καὶ ἦλθεν βλέπων. 8Οἱ οὖν γείτονες καὶ οἱ θεωροῦντες αὐτὸν τὸ πρότερον, ὅτι προσαίτης ἦν, ἔλεγον, “Οὐχ οὗτός ἐστιν ὁ καθήμενος καὶ προσαιτῶν;” 9Ἄλλοι ἔλεγον, ὅτι “Οὗτός ἐστιν”, ἄλλοι ἔλεγον, “Οὐχί, ἀλλὰ ὅμοιος αὐτῷ ἐστιν.” Ἐκεῖνος ἔλεγεν, ὅτι “Ἐγώ εἰμι.” 10Ἔλεγον οὖν αὐτῷ, “Πῶς ἠνεῴχθησάν σου οἱ ὀφθαλμοί;” 11Ἀπεκρίθη ἐκεῖνος, ἄνθρωπος ὁ λεγόμενος ˚Ἰησοῦς πηλὸν ἐποίησεν, καὶ ἐπέχρισέν μου τοὺς ὀφθαλμοὺς, καὶ εἶπέν μοι, ὅτι ‘Ὕπαγε εἰς τὸν Σιλωὰμ καὶ νίψαι.’ Ἀπελθὼν οὖν καὶ νιψάμενος, ἀνέβλεψα.” 12Καὶ εἶπαν αὐτῷ, “Ποῦ ἐστιν ἐκεῖνος;” Λέγει, “Οὐκ οἶδα.”

13Ἄγουσιν αὐτὸν πρὸς τοὺς Φαρισαίους, τόν ποτε τυφλόν. 14Ἦν δὲ Σάββατον ἐν ᾗ ἡμέρᾳ τὸν πηλὸν ἐποίησεν ὁ ˚Ἰησοῦς, καὶ ἀνέῳξεν αὐτοῦ τοὺς ὀφθαλμούς. 15Πάλιν οὖν ἠρώτων αὐτὸν καὶ οἱ Φαρισαῖοι πῶς ἀνέβλεψεν. Ὁ δὲ εἶπεν αὐτοῖς, “Πηλὸν ἐπέθηκέν μου ἐπὶ τοὺς ὀφθαλμούς, καὶ ἐνιψάμην, καὶ βλέπω.” 16Ἔλεγον οὖν ἐκ τῶν Φαρισαίων τινές, “Οὐκ ἔστιν οὗτος παρὰ ˚Θεοῦ ὁ ἄνθρωπος, ὅτι τὸ Σάββατον οὐ τηρεῖ.” Ἄλλοι ἔλεγον, “Πῶς δύναται ἄνθρωπος ἁμαρτωλὸς τοιαῦτα σημεῖα ποιεῖν;” Καὶ σχίσμα ἦν ἐν αὐτοῖς. 17Λέγουσιν οὖν τῷ τυφλῷ πάλιν, “Σὺ τί λέγεις περὶ αὐτοῦ, ὅτι ἠνέῳξέν σου τοὺς ὀφθαλμούς;” Ὁ δὲ εἶπεν, ὅτι “Προφήτης ἐστίν.”

18Οὐκ ἐπίστευσαν οὖν οἱ Ἰουδαῖοι περὶ αὐτοῦ ὅτι ἦν τυφλὸς καὶ ἀνέβλεψεν, ἕως ὅτου ἐφώνησαν τοὺς γονεῖς αὐτοῦ τοῦ ἀναβλέψαντος. 19Καὶ ἠρώτησαν αὐτοὺς λέγοντες, “Οὗτός ἐστιν ὁ υἱὸς ὑμῶν, ὃν ὑμεῖς λέγετε ὅτι τυφλὸς ἐγεννήθη; Πῶς οὖν βλέπει ἄρτι;” 20Ἀπεκρίθησαν οὖν οἱ γονεῖς αὐτοῦ καὶ εἶπαν, “Οἴδαμεν ὅτι οὗτός ἐστιν ὁ υἱὸς ἡμῶν, καὶ ὅτι τυφλὸς ἐγεννήθη. 21Πῶς δὲ νῦν βλέπει, οὐκ οἴδαμεν, ἢ τίς ἤνοιξεν αὐτοῦ τοὺς ὀφθαλμοὺς, ἡμεῖς οὐκ οἴδαμεν· αὐτὸς ἡλικίαν ἔχει, αὐτὸν ἐρωτήσατε, αὐτὸς περὶ ἑαυτοῦ λαλήσει.” 22Ταῦτα εἶπον οἱ γονεῖς αὐτοῦ, ὅτι ἐφοβοῦντο τοὺς Ἰουδαίους, ἤδη γὰρ συνετέθειντο οἱ Ἰουδαῖοι ἵνα ἐάν τις αὐτὸν ὁμολογήσῃ ˚Χριστόν, ἀποσυνάγωγος γένηται. 23Διὰ τοῦτο οἱ γονεῖς αὐτοῦ εἶπαν, ὅτι “Ἡλικίαν ἔχει, αὐτὸν ἐπερωτήσατε.”

24Ἐφώνησαν οὖν τὸν ἄνθρωπον ἐκ δευτέρου ὃς ἦν τυφλὸς, καὶ εἶπαν αὐτῷ, “Δὸς δόξαν τῷ ˚Θεῷ· ἡμεῖς οἴδαμεν ὅτι οὗτος ὁ ἄνθρωπος ἁμαρτωλός ἐστιν.” 25Ἀπεκρίθη οὖν ἐκεῖνος, “Εἰ ἁμαρτωλός ἐστιν οὐκ οἶδα. Ἓν οἶδα, ὅτι τυφλὸς ὢν, ἄρτι βλέπω.” 26Εἶπον οὖν αὐτῷ, “Τί ἐποίησέν σοι; Πῶς ἤνοιξέν σου τοὺς ὀφθαλμούς;” 27Ἀπεκρίθη αὐτοῖς, “Εἶπον ὑμῖν ἤδη, καὶ οὐκ ἠκούσατε. Τί πάλιν θέλετε ἀκούειν; Μὴ καὶ ὑμεῖς θέλετε αὐτοῦ μαθηταὶ γενέσθαι;” 28Καὶ ἐλοιδόρησαν αὐτὸν, καὶ εἶπον, “Σὺ μαθητὴς εἶ ἐκείνου, ἡμεῖς δὲ τοῦ Μωϋσέως ἐσμὲν μαθηταί. 29Ἡμεῖς οἴδαμεν ὅτι Μωϋσεῖ λελάληκεν ὁ ˚Θεός, τοῦτον δὲ οὐκ οἴδαμεν πόθεν ἐστίν.” 30Ἀπεκρίθη ὁ ἄνθρωπος καὶ εἶπεν αὐτοῖς, “Ἐν τούτῳ γὰρ τὸ θαυμαστόν ἐστιν, ὅτι ὑμεῖς οὐκ οἴδατε πόθεν ἐστίν, καὶ ἤνοιξέν μου τοὺς ὀφθαλμούς. 31Οἴδαμεν ὅτι ἁμαρτωλῶν ὁ ˚Θεὸς οὐκ ἀκούει, ἀλλʼ ἐάν τις θεοσεβὴς ᾖ, καὶ τὸ θέλημα αὐτοῦ ποιῇ, τούτου ἀκούει. 32Ἐκ τοῦ αἰῶνος οὐκ ἠκούσθη ὅτι ἤνοιξέν τις ὀφθαλμοὺς τυφλοῦ γεγεννημένου. 33Εἰ μὴ ἦν οὗτος παρὰ ˚Θεοῦ, οὐκ ἠδύνατο ποιεῖν οὐδέν.” 34Ἀπεκρίθησαν καὶ εἶπαν αὐτῷ, “Ἐν ἁμαρτίαις σὺ ἐγεννήθης ὅλος, καὶ σὺ διδάσκεις ἡμᾶς;” Καὶ ἐξέβαλον αὐτὸν ἔξω.

35Ἤκουσεν ˚Ἰησοῦς ὅτι ἐξέβαλον αὐτὸν ἔξω, καὶ εὑρὼν αὐτὸν εἶπεν, “Σὺ πιστεύεις εἰς τὸν Υἱὸν τοῦ Ἀνθρώπου;” 36Ἀπεκρίθη ἐκεῖνος, “Καὶ τίς ἐστιν,” ἔφη, “κύριε, ἵνα πιστεύσω εἰς αὐτόν;” 37Εἶπεν αὐτῷ ὁ ˚Ἰησοῦς, “Καὶ ἑώρακας αὐτὸν, καὶ ὁ λαλῶν μετὰ σοῦ ἐκεῖνός ἐστιν.” 38Ὁ δὲ ἔφη, “Πιστεύω, ˚Κύριε”· καὶ προσεκύνησεν αὐτῷ. 39Καὶ εἶπεν ὁ ˚Ἰησοῦς, “Εἰς κρίμα ἐγὼ εἰς τὸν κόσμον τοῦτον ἦλθον, ἵνα οἱ μὴ βλέποντες, βλέπωσιν, καὶ οἱ βλέποντες, τυφλοὶ γένωνται.” 40Ἤκουσαν ἐκ τῶν Φαρισαίων ταῦτα οἱ μετʼ αὐτοῦ ὄντες, καὶ εἶπον αὐτῷ, “Μὴ καὶ ἡμεῖς τυφλοί ἐσμεν;” 41Εἶπεν αὐτοῖς ὁ ˚Ἰησοῦς, “Εἰ τυφλοὶ ἦτε, οὐκ ἂν εἴχετε ἁμαρτίαν· νῦν δὲ λέγετε, ὅτι ‘Βλέπομεν’, ἡ ἁμαρτία ὑμῶν μένει.

10Ἀμὴν, ἀμὴν, λέγω ὑμῖν, ὁ μὴ εἰσερχόμενος διὰ τῆς θύρας, εἰς τὴν αὐλὴν τῶν προβάτων, ἀλλὰ ἀναβαίνων ἀλλαχόθεν, ἐκεῖνος κλέπτης ἐστὶν καὶ λῃστής. 2Ὁ δὲ εἰσερχόμενος διὰ τῆς θύρας, ποιμήν ἐστιν τῶν προβάτων. 3Τούτῳ ὁ θυρωρὸς ἀνοίγει, καὶ τὰ πρόβατα τῆς φωνῆς αὐτοῦ ἀκούει, καὶ τὰ ἴδια πρόβατα φωνεῖ κατʼ ὄνομα, καὶ ἐξάγει αὐτά. 4Ὅταν τὰ ἴδια πάντα ἐκβάλῃ, ἔμπροσθεν αὐτῶν πορεύεται, καὶ τὰ πρόβατα αὐτῷ ἀκολουθεῖ, ὅτι οἴδασιν τὴν φωνὴν αὐτοῦ. 5Ἀλλοτρίῳ δὲ οὐ μὴ ἀκολουθήσωσιν, ἀλλὰ φεύξονται ἀπʼ αὐτοῦ, ὅτι οὐκ οἴδασι τῶν ἀλλοτρίων τὴν φωνήν.” 6Ταύτην τὴν παροιμίαν εἶπεν αὐτοῖς ὁ ˚Ἰησοῦς, ἐκεῖνοι δὲ οὐκ ἔγνωσαν τίνα ἦν, ἃ ἐλάλει αὐτοῖς.

7Εἶπεν οὖν αὐτοῖς πάλιν ὁ ˚Ἰησοῦς, “Ἀμὴν, ἀμὴν, λέγω ὑμῖν ὅτι ἐγώ εἰμι ἡ θύρα τῶν προβάτων. 8Πάντες ὅσοι ἦλθον πρὸ ἐμοῦ κλέπται εἰσὶν καὶ λῃσταί, ἀλλʼ οὐκ ἤκουσαν αὐτῶν τὰ πρόβατα. 9Ἐγώ εἰμι ἡ θύρα· διʼ ἐμοῦ ἐάν τις εἰσέλθῃ σωθήσεται, καὶ εἰσελεύσεται, καὶ ἐξελεύσεται, καὶ νομὴν εὑρήσει. 10Ὁ κλέπτης οὐκ ἔρχεται, εἰ μὴ ἵνα κλέψῃ, καὶ θύσῃ, καὶ ἀπολέσῃ. Ἐγὼ ἦλθον, ἵνα ζωὴν ἔχωσιν, καὶ περισσὸν ἔχωσιν.

11Ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός. Ὁ ποιμὴν ὁ καλὸς τὴν ψυχὴν αὐτοῦ τίθησιν ὑπὲρ τῶν προβάτων. 12Ὁ μισθωτὸς καὶ οὐκ ὢν ποιμήν, οὗ οὐκ ἔστιν τὰ πρόβατα ἴδια, θεωρεῖ τὸν λύκον ἐρχόμενον, καὶ ἀφίησιν τὰ πρόβατα καὶ φεύγει, καὶ ὁ λύκος ἁρπάζει αὐτὰ καὶ σκορπίζει, 13ὅτι μισθωτός ἐστιν καὶ οὐ μέλει αὐτῷ περὶ τῶν προβάτων. 14Ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός, καὶ γινώσκω τὰ ἐμὰ, καὶ γινώσκουσί με τὰ ἐμά. 15Καθὼς γινώσκει με ὁ Πατὴρ, κἀγὼ γινώσκω τὸν Πατέρα, καὶ τὴν ψυχήν μου τίθημι ὑπὲρ τῶν προβάτων. 16Καὶ ἄλλα πρόβατα ἔχω, ἃ οὐκ ἔστιν ἐκ τῆς αὐλῆς ταύτης· κἀκεῖνα δεῖ με ἀγαγεῖν, καὶ τῆς φωνῆς μου ἀκούσουσιν, καὶ γενήσονται μία ποίμνη, εἷς ποιμήν. 17Διὰ τοῦτό, με ὁ Πατὴρ ἀγαπᾷ, ὅτι ἐγὼ τίθημι τὴν ψυχήν μου, ἵνα πάλιν λάβω αὐτήν. 18Οὐδεὶς ἦρεν αὐτὴν ἀπʼ ἐμοῦ, ἀλλʼ ἐγὼ τίθημι αὐτὴν ἀπʼ ἐμαυτοῦ. Ἐξουσίαν ἔχω θεῖναι αὐτήν, καὶ ἐξουσίαν ἔχω πάλιν λαβεῖν αὐτήν. Ταύτην τὴν ἐντολὴν ἔλαβον παρὰ τοῦ Πατρός μου.”

19Σχίσμα πάλιν ἐγένετο ἐν τοῖς Ἰουδαίοις, διὰ τοὺς λόγους τούτους. 20Ἔλεγον δὲ πολλοὶ ἐξ αὐτῶν, “Δαιμόνιον ἔχει, καὶ μαίνεται· τί αὐτοῦ ἀκούετε;” 21Ἄλλοι ἔλεγον, “Ταῦτα τὰ ῥήματα οὐκ ἔστιν δαιμονιζομένου. Μὴ δαιμόνιον δύναται τυφλῶν ὀφθαλμοὺς ἀνοῖξαι;”

22Ἐγένετο τότε τὰ ἐγκαίνια ἐν τοῖς Ἱεροσολύμοις. Χειμὼν ἦν, 23καὶ περιεπάτει ὁ ˚Ἰησοῦς ἐν τῷ ἱερῷ, ἐν τῇ στοᾷ τοῦ Σολομῶνος. 24Ἐκύκλωσαν οὖν αὐτὸν οἱ Ἰουδαῖοι, καὶ ἔλεγον αὐτῷ, “Ἕως πότε τὴν ψυχὴν ἡμῶν αἴρεις; Εἰ σὺ εἶ ὁ ˚Χριστός, εἰπὲ ἡμῖν παρρησίᾳ.” 25Ἀπεκρίθη αὐτοῖς ὁ ˚Ἰησοῦς, “Εἶπον ὑμῖν καὶ οὐ πιστεύετε. Τὰ ἔργα ἃ ἐγὼ ποιῶ ἐν τῷ ὀνόματι τοῦ Πατρός μου, ταῦτα μαρτυρεῖ περὶ ἐμοῦ, 26ἀλλὰ ὑμεῖς οὐ πιστεύετε, ὅτι οὐκ ἐστὲ ἐκ τῶν προβάτων τῶν ἐμῶν. 27Τὰ πρόβατα τὰ ἐμὰ τῆς φωνῆς μου ἀκούουσιν, κἀγὼ γινώσκω αὐτά, καὶ ἀκολουθοῦσίν μοι, 28κἀγὼ δίδωμι αὐτοῖς ζωὴν αἰώνιον, καὶ οὐ μὴ ἀπόλωνται, εἰς τὸν αἰῶνα, καὶ οὐχ ἁρπάσει τις αὐτὰ ἐκ τῆς χειρός μου. 29Ὁ Πατήρ μου ὃς δέδωκέν μοι, πάντων μεῖζόν ἐστιν, καὶ οὐδεὶς δύναται ἁρπάζειν ἐκ τῆς χειρὸς τοῦ Πατρός. 30Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν.”

31Ἐβάστασαν πάλιν λίθους οἱ Ἰουδαῖοι, ἵνα λιθάσωσιν αὐτόν. 32Ἀπεκρίθη αὐτοῖς ὁ ˚Ἰησοῦς, “Πολλὰ ἔργα καλὰ ἔδειξα ὑμῖν ἐκ τοῦ Πατρός· μου διὰ ποῖον αὐτῶν ἔργον, ἐμὲ λιθάζετε;” 33Ἀπεκρίθησαν αὐτῷ οἱ Ἰουδαῖοι, “Περὶ καλοῦ ἔργου οὐ λιθάζομέν σε, ἀλλὰ περὶ βλασφημίας, καὶ ὅτι σὺ, ἄνθρωπος ὢν, ποιεῖς σεαυτὸν ˚Θεόν.” 34Ἀπεκρίθη αὐτοῖς ὁ ˚Ἰησοῦς, “Οὐκ ἔστιν γεγραμμένον ἐν τῷ νόμῳ ὑμῶν, ὅτι ‘Ἐγὼ εἶπα, “Θεοί ἐστε” ’; 35Εἰ ἐκείνους εἶπεν ‘θεοὺς’, πρὸς οὓς ὁ λόγος τοῦ ˚Θεοῦ ἐγένετο (καὶ οὐ δύναται λυθῆναι ἡ Γραφή), 36ὃν ὁ Πατὴρ ἡγίασεν καὶ ἀπέστειλεν εἰς τὸν κόσμον, ὑμεῖς λέγετε, ὅτι ‘Βλασφημεῖς’, ὅτι εἶπον, ‘Υἱὸς τοῦ ˚Θεοῦ εἰμι’; 37Εἰ οὐ ποιῶ τὰ ἔργα τοῦ Πατρός μου, μὴ πιστεύετέ μοι· 38εἰ δὲ ποιῶ, κἂν ἐμοὶ μὴ πιστεύητε, τοῖς ἔργοις πιστεύετε, ἵνα γνῶτε καὶ γινώσκητε ὅτι ἐν ἐμοὶ ὁ Πατὴρ, κἀγὼ ἐν τῷ Πατρί.” 39Ἐζήτουν οὖν αὐτὸν πάλιν πιάσαι, καὶ ἐξῆλθεν ἐκ τῆς χειρὸς αὐτῶν.

40Καὶ ἀπῆλθεν πάλιν πέραν τοῦ Ἰορδάνου, εἰς τὸν τόπον ὅπου ἦν Ἰωάννης τὸ πρῶτον βαπτίζων, καὶ ἔμεινεν ἐκεῖ. 41Καὶ πολλοὶ ἦλθον πρὸς αὐτὸν, καὶ ἔλεγον, ὅτι “Ἰωάννης μὲν σημεῖον ἐποίησεν οὐδέν, πάντα δὲ ὅσα εἶπεν Ἰωάννης περὶ τούτου ἀληθῆ ἦν.” 42Καὶ πολλοὶ ἐπίστευσαν εἰς αὐτὸν ἐκεῖ.

11Ἦν δέ τις ἀσθενῶν, Λάζαρος ἀπὸ Βηθανίας ἐκ τῆς κώμης Μαρίας, καὶ Μάρθας τῆς ἀδελφῆς αὐτῆς. 2Ἦν δὲ Μαριὰμ ἡ ἀλείψασα τὸν ˚Κύριον μύρῳ, καὶ ἐκμάξασα τοὺς πόδας αὐτοῦ ταῖς θριξὶν αὐτῆς, ἧς ὁ ἀδελφὸς Λάζαρος ἠσθένει. 3Ἀπέστειλαν οὖν αἱ ἀδελφαὶ πρὸς αὐτὸν λέγουσαι, “˚Κύριε, ἴδε, ὃν φιλεῖς ἀσθενεῖ.” 4Ἀκούσας δὲ ὁ ˚Ἰησοῦς εἶπεν, “Αὕτη ἡ ἀσθένεια οὐκ ἔστιν πρὸς θάνατον, ἀλλʼ ὑπὲρ τῆς δόξης τοῦ ˚Θεοῦ, ἵνα δοξασθῇ ὁ Υἱὸς τοῦ ˚Θεοῦ διʼ αὐτῆς.” 5Ἠγάπα δὲ ὁ ˚Ἰησοῦς τὴν Μάρθαν, καὶ τὴν ἀδελφὴν αὐτῆς, καὶ τὸν Λάζαρον. 6Ὡς οὖν ἤκουσεν ὅτι ἀσθενεῖ, τότε μὲν ἔμεινεν ἐν ᾧ ἦν τόπῳ δύο ἡμέρας. 7Ἔπειτα μετὰ τοῦτο λέγει τοῖς μαθηταῖς, “Ἄγωμεν εἰς τὴν Ἰουδαίαν πάλιν.” 8Λέγουσιν αὐτῷ οἱ μαθηταί, “Ῥαββί, νῦν ἐζήτουν σε λιθάσαι οἱ Ἰουδαῖοι, καὶ πάλιν ὑπάγεις ἐκεῖ;” 9Ἀπεκρίθη ˚Ἰησοῦς, “Οὐχὶ δώδεκα ὧραί εἰσιν τῆς ἡμέρας; Ἐάν τις περιπατῇ ἐν τῇ ἡμέρᾳ, οὐ προσκόπτει, ὅτι τὸ φῶς τοῦ κόσμου τούτου βλέπει. 10Ἐὰν δέ τις περιπατῇ ἐν τῇ νυκτί, προσκόπτει, ὅτι τὸ φῶς οὐκ ἔστιν ἐν αὐτῷ.” 11Ταῦτα εἶπεν, καὶ μετὰ τοῦτο λέγει αὐτοῖς, “Λάζαρος ὁ φίλος ἡμῶν κεκοίμηται, ἀλλὰ πορεύομαι, ἵνα ἐξυπνίσω αὐτόν.” 12Εἶπον οὖν οἱ μαθηταὶ αὐτῷ, “˚Κύριε, εἰ κεκοίμηται σωθήσεται.” 13Εἰρήκει δὲ ὁ ˚Ἰησοῦς περὶ τοῦ θανάτου αὐτοῦ. Ἐκεῖνοι δὲ ἔδοξαν ὅτι περὶ τῆς κοιμήσεως τοῦ ὕπνου λέγει. 14Τότε οὖν εἶπεν αὐτοῖς ὁ ˚Ἰησοῦς παρρησίᾳ, “Λάζαρος ἀπέθανεν, 15καὶ χαίρω διʼ ὑμᾶς, ἵνα πιστεύσητε ὅτι οὐκ ἤμην ἐκεῖ· ἀλλὰ ἄγωμεν πρὸς αὐτόν.” 16Εἶπεν οὖν Θωμᾶς, ὁ λεγόμενος Δίδυμος τοῖς συμμαθηταῖς, “Ἄγωμεν καὶ ἡμεῖς, ἵνα ἀποθάνωμεν μετʼ αὐτοῦ.”

17Ἐλθὼν οὖν, ὁ ˚Ἰησοῦς εὗρεν αὐτὸν, τέσσαρας ἤδη ἡμέρας ἔχοντα ἐν τῷ μνημείῳ. 18Ἦν δὲ Βηθανία ἐγγὺς τῶν Ἱεροσολύμων, ὡς ἀπὸ σταδίων δεκαπέντε. 19Πολλοὶ δὲ ἐκ τῶν Ἰουδαίων ἐληλύθεισαν πρὸς τὴν Μάρθαν καὶ Μαριὰμ, ἵνα παραμυθήσωνται αὐτὰς περὶ τοῦ ἀδελφοῦ. 20Ἡ οὖν Μάρθα ὡς, ἤκουσεν ὅτι ˚Ἰησοῦς ἔρχεται, ὑπήντησεν αὐτῷ· Μαρία δὲ ἐν τῷ οἴκῳ ἐκαθέζετο. 21Εἶπεν οὖν ἡ Μάρθα πρὸς τὸν ˚Ἰησοῦν, “˚Κύριε, εἰ ἦς ὧδε, οὐκ ἂν ἀπέθανεν ὁ ἀδελφός μου. 22καὶ νῦν οἶδα ὅτι ὅσα ἂν αἰτήσῃ τὸν ˚Θεὸν, δώσει σοι ὁ ˚Θεός.” 23Λέγει αὐτῇ ὁ ˚Ἰησοῦς, “Ἀναστήσεται ὁ ἀδελφός σου.” 24Λέγει αὐτῷ Μάρθα, “Οἶδα ὅτι ἀναστήσεται ἐν τῇ ἀναστάσει ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ.” 25Εἶπεν αὐτῇ ὁ ˚Ἰησοῦς, “Ἐγώ εἰμι ἡ ἀνάστασις καὶ ἡ ζωή· ὁ πιστεύων εἰς ἐμὲ, κἂν ἀποθάνῃ, ζήσεται, 26καὶ πᾶς ὁ ζῶν καὶ πιστεύων εἰς ἐμὲ, οὐ μὴ ἀποθάνῃ εἰς τὸν αἰῶνα. Πιστεύεις τοῦτο;” 27Λέγει αὐτῷ, “Ναί, ˚Κύριε· ἐγὼ πεπίστευκα ὅτι σὺ εἶ ὁ ˚Χριστὸς, ὁ Υἱὸς τοῦ ˚Θεοῦ, ὁ εἰς τὸν κόσμον ἐρχόμενος.”

28Καὶ τοῦτο εἰποῦσα ἀπῆλθεν, καὶ ἐφώνησεν Μαριὰμ, τὴν ἀδελφὴν αὐτῆς λάθρᾳ, εἰποῦσα, “Ὁ διδάσκαλος πάρεστιν, καὶ φωνεῖ σε.” 29Ἐκείνη δὲ ὡς ἤκουσεν, ἠγέρθη ταχὺ καὶ ἤρχετο πρὸς αὐτόν. 30Οὔπω δὲ ἐληλύθει ὁ ˚Ἰησοῦς εἰς τὴν κώμην, ἀλλʼ ἦν ἔτι ἐν τῷ τόπῳ ὅπου ὑπήντησεν αὐτῷ ἡ Μάρθα. 31Οἱ οὖν Ἰουδαῖοι οἱ ὄντες μετʼ αὐτῆς ἐν τῇ οἰκίᾳ καὶ παραμυθούμενοι αὐτήν, ἰδόντες τὴν Μαριὰμ ὅτι ταχέως ἀνέστη καὶ ἐξῆλθεν, ἠκολούθησαν αὐτῇ, δόξαντες ὅτι ὑπάγει εἰς τὸ μνημεῖον, ἵνα κλαύσῃ ἐκεῖ. 32Ἡ οὖν Μαριὰμ, ὡς ἦλθεν ὅπου ἦν ˚Ἰησοῦς, ἰδοῦσα αὐτὸν, ἔπεσεν αὐτοῦ πρὸς τοὺς πόδας, λέγουσα αὐτῷ, ˚Κύριε, εἰ ἦς ὧδε, οὐκ ἄν μου ἀπέθανεν ὁ ἀδελφός. 33˚Ἰησοῦς οὖν ὡς εἶδεν αὐτὴν κλαίουσαν, καὶ τοὺς συνελθόντας αὐτῇ Ἰουδαίους κλαίοντας, ἐνεβριμήσατο τῷ πνεύματι καὶ ἐτάραξεν ἑαυτόν. 34Καὶ εἶπεν, “Ποῦ τεθείκατε αὐτόν;” Λέγουσιν αὐτῷ, “˚Κύριε, ἔρχου καὶ ἴδε.” 35Ἐδάκρυσεν ὁ ˚Ἰησοῦς. 36Ἔλεγον οὖν οἱ Ἰουδαῖοι, “Ἴδε, πῶς ἐφίλει αὐτόν!” 37Τινὲς δὲ ἐξ αὐτῶν εἶπον, “Οὐκ ἐδύνατο οὗτος, ὁ ἀνοίξας τοὺς ὀφθαλμοὺς τοῦ τυφλοῦ, ποιῆσαι ἵνα καὶ οὗτος μὴ ἀποθάνῃ;”

38˚Ἰησοῦς οὖν πάλιν ἐμβριμώμενος ἐν ἑαυτῷ, ἔρχεται εἰς τὸ μνημεῖον. Ἦν δὲ σπήλαιον, καὶ λίθος ἐπέκειτο ἐπʼ αὐτῷ. 39Λέγει ὁ ˚Ἰησοῦς, “Ἄρατε τὸν λίθον.” Λέγει αὐτῷ ἡ ἀδελφὴ τοῦ τετελευτηκότος Μάρθα, “˚Κύριε, ἤδη ὄζει, τεταρταῖος γάρ ἐστιν.” 40Λέγει αὐτῇ ὁ ˚Ἰησοῦς, “Οὐκ εἶπόν σοι ὅτι ἐὰν πιστεύσῃς, ὄψῃ τὴν δόξαν τοῦ ˚Θεοῦ;” 41Ἦραν οὖν τὸν λίθον. Ὁ δὲ ˚Ἰησοῦς ἦρεν τοὺς ὀφθαλμοὺς ἄνω, καὶ εἶπεν, “Πάτερ, εὐχαριστῶ σοι ὅτι ἤκουσάς μου. 42Ἐγὼ δὲ ᾔδειν ὅτι πάντοτέ μου ἀκούεις, ἀλλὰ διὰ τὸν ὄχλον τὸν περιεστῶτα, εἶπον, ἵνα πιστεύσωσιν ὅτι σύ με ἀπέστειλας.” 43Καὶ ταῦτα εἰπὼν, φωνῇ μεγάλῃ ἐκραύγασεν, “Λάζαρε, δεῦρο ἔξω.” 44Ἐξῆλθεν ὁ τεθνηκὼς, δεδεμένος τοὺς πόδας καὶ τὰς χεῖρας κειρίαις, καὶ ἡ ὄψις αὐτοῦ σουδαρίῳ περιεδέδετο. Λέγει αὐτοῖς ὁ ˚Ἰησοῦς, “Λύσατε αὐτὸν καὶ ἄφετε αὐτὸν ὑπάγειν.”

45Πολλοὶ οὖν ἐκ τῶν Ἰουδαίων, οἱ ἐλθόντες πρὸς τὴν Μαριὰμ, καὶ θεασάμενοι ἃ ἐποίησεν, ἐπίστευσαν εἰς αὐτόν. 46Τινὲς δὲ ἐξ αὐτῶν ἀπῆλθον πρὸς τοὺς Φαρισαίους, καὶ εἶπον αὐτοῖς ἃ ἐποίησεν ˚Ἰησοῦς. 47Συνήγαγον οὖν οἱ ἀρχιερεῖς καὶ οἱ Φαρισαῖοι Συνέδριον, καὶ ἔλεγον, “Τί ποιοῦμεν, ὅτι οὗτος ὁ ἄνθρωπος πολλὰ ποιεῖ σημεῖα; 48Ἐὰν ἀφῶμεν αὐτὸν οὕτως, πάντες πιστεύσουσιν εἰς αὐτόν, καὶ ἐλεύσονται οἱ Ῥωμαῖοι, καὶ ἀροῦσιν ἡμῶν καὶ τὸν τόπον καὶ τὸ ἔθνος.” 49Εἷς δέ τις ἐξ αὐτῶν, Καϊάφας ἀρχιερεὺς ὢν τοῦ ἐνιαυτοῦ ἐκείνου, εἶπεν αὐτοῖς, “Ὑμεῖς οὐκ οἴδατε οὐδέν! 50Οὐδὲ λογίζεσθε ὅτι συμφέρει ὑμῖν ἵνα εἷς ἄνθρωπος ἀποθάνῃ ὑπὲρ τοῦ λαοῦ, καὶ μὴ ὅλον τὸ ἔθνος ἀπόληται.” 51Τοῦτο δὲ ἀφʼ ἑαυτοῦ οὐκ εἶπεν, ἀλλὰ ἀρχιερεὺς ὢν τοῦ ἐνιαυτοῦ ἐκείνου, ἐπροφήτευσεν ὅτι ἤμελλεν ˚Ἰησοῦς ἀποθνῄσκειν ὑπὲρ τοῦ ἔθνους, 52καὶ οὐχ ὑπὲρ τοῦ ἔθνους μόνον, ἀλλʼ ἵνα καὶ τὰ τέκνα τοῦ ˚Θεοῦ, τὰ διεσκορπισμένα συναγάγῃ εἰς ἕν. 53Ἀπʼ ἐκείνης οὖν τῆς ἡμέρας, ἐβουλεύσαντο ἵνα ἀποκτείνωσιν αὐτόν.

54Ὁ οὖν ˚Ἰησοῦς οὐκέτι παρρησίᾳ περιεπάτει ἐν τοῖς Ἰουδαίοις, ἀλλὰ ἀπῆλθεν ἐκεῖθεν εἰς τὴν χώραν ἐγγὺς τῆς ἐρήμου, εἰς Ἐφραὶμ λεγομένην πόλιν, κἀκεῖ ἔμεινεν μετὰ τῶν μαθητῶν.

55Ἦν δὲ ἐγγὺς τὸ Πάσχα τῶν Ἰουδαίων, καὶ ἀνέβησαν πολλοὶ εἰς Ἱεροσόλυμα ἐκ τῆς χώρας πρὸ τοῦ Πάσχα, ἵνα ἁγνίσωσιν ἑαυτούς. 56Ἐζήτουν οὖν τὸν ˚Ἰησοῦν, καὶ ἔλεγον μετʼ ἀλλήλων ἐν τῷ ἱερῷ ἑστηκότες, “Τί δοκεῖ ὑμῖν; Ὅτι οὐ μὴ ἔλθῃ εἰς τὴν ἑορτήν;” 57Δεδώκεισαν δὲ οἱ ἀρχιερεῖς καὶ οἱ Φαρισαῖοι ἐντολὰς, ἵνα ἐάν τις γνῷ ποῦ ἐστιν, μηνύσῃ, ὅπως πιάσωσιν αὐτόν.

12Ὁ οὖν ˚Ἰησοῦς πρὸ ἓξ ἡμερῶν τοῦ Πάσχα, ἦλθεν εἰς Βηθανίαν, ὅπου ἦν Λάζαρος, ὃν ἤγειρεν ἐκ νεκρῶν ˚Ἰησοῦς. 2Ἐποίησαν οὖν αὐτῷ δεῖπνον ἐκεῖ, καὶ ἡ Μάρθα διηκόνει, ὁ δὲ Λάζαρος εἷς ἦν ἐκ τῶν ἀνακειμένων σὺν αὐτῷ. 3Ἡ οὖν Μαρία λαβοῦσα λίτραν μύρου νάρδου πιστικῆς πολυτίμου, ἤλειψεν τοὺς πόδας τοῦ ˚Ἰησοῦ, καὶ ἐξέμαξεν ταῖς θριξὶν αὐτῆς τοὺς πόδας αὐτοῦ· ἡ δὲ οἰκία ἐπληρώθη ἐκ τῆς ὀσμῆς τοῦ μύρου. 4Λέγει δὲ Ἰούδας ὁ Ἰσκαριώτης, εἷς τῶν μαθητῶν αὐτοῦ, ὁ μέλλων αὐτὸν παραδιδόναι, 5“Διὰ τί τοῦτο τὸ μύρον οὐκ ἐπράθη τριακοσίων δηναρίων, καὶ ἐδόθη πτωχοῖς;” 6Εἶπεν δὲ τοῦτο, οὐχ ὅτι περὶ τῶν πτωχῶν ἔμελεν αὐτῷ, ἀλλʼ ὅτι κλέπτης ἦν, καὶ τὸ γλωσσόκομον ἔχων τὰ βαλλόμενα ἐβάσταζεν. 7Εἶπεν οὖν ὁ ˚Ἰησοῦς, “Ἄφες αὐτήν, ἵνα εἰς τὴν ἡμέραν τοῦ ἐνταφιασμοῦ μου, τηρήσῃ αὐτό. 8Τοὺς πτωχοὺς γὰρ πάντοτε ἔχετε μεθʼ ἑαυτῶν, ἐμὲ δὲ οὐ πάντοτε ἔχετε.”

9Ἔγνω οὖν ὁ ὄχλος πολὺς ἐκ τῶν Ἰουδαίων ὅτι ἐκεῖ ἐστιν, καὶ ἦλθον, οὐ διὰ τὸν ˚Ἰησοῦν μόνον, ἀλλʼ ἵνα καὶ τὸν Λάζαρον ἴδωσιν, ὃν ἤγειρεν ἐκ νεκρῶν. 10Ἐβουλεύσαντο δὲ οἱ ἀρχιερεῖς ἵνα καὶ τὸν Λάζαρον ἀποκτείνωσιν, 11ὅτι πολλοὶ διʼ αὐτὸν ὑπῆγον τῶν Ἰουδαίων, καὶ ἐπίστευον εἰς τὸν ˚Ἰησοῦν.

12Τῇ ἐπαύριον ὁ ὄχλος πολὺς, ὁ ἐλθὼν εἰς τὴν ἑορτήν, ἀκούσαντες ὅτι ἔρχεται ὁ ˚Ἰησοῦς εἰς Ἱεροσόλυμα, 13ἔλαβον τὰ βαΐα τῶν φοινίκων καὶ ἐξῆλθον εἰς ὑπάντησιν αὐτῷ, καὶ ἐκραύγαζον, “‘Ὡσαννά! Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι ˚Κυρίου’, καὶ ὁ Βασιλεὺς τοῦ Ἰσραήλ!” 14Εὑρὼν δὲ ὁ ˚Ἰησοῦς ὀνάριον, ἐκάθισεν ἐπʼ αὐτό, καθώς ἐστιν γεγραμμένον, 15“Μὴ φοβοῦ, θυγάτηρ Σιών· ἰδοὺ, ὁ βασιλεύς σου ἔρχεται, καθήμενος ἐπὶ πῶλον ὄνου.” 16Ταῦτα οὐκ ἔγνωσαν αὐτοῦ οἱ μαθηταὶ τὸ πρῶτον, ἀλλʼ ὅτε ἐδοξάσθη ˚Ἰησοῦς, τότε ἐμνήσθησαν ὅτι ταῦτα ἦν ἐπʼ αὐτῷ γεγραμμένα, καὶ ταῦτα ἐποίησαν αὐτῷ. 17Ἐμαρτύρει οὖν ὁ ὄχλος ὁ ὢν μετʼ αὐτοῦ, ὅτε τὸν Λάζαρον ἐφώνησεν ἐκ τοῦ μνημείου, καὶ ἤγειρεν αὐτὸν ἐκ νεκρῶν. 18Διὰ τοῦτο καὶ ὑπήντησεν αὐτῷ ὁ ὄχλος, ὅτι ἤκουσαν τοῦτο αὐτὸν πεποιηκέναι τὸ σημεῖον. 19Οἱ οὖν Φαρισαῖοι εἶπαν πρὸς ἑαυτούς, “Θεωρεῖτε ὅτι οὐκ ὠφελεῖτε οὐδέν· ἴδε, ὁ κόσμος ὀπίσω αὐτοῦ ἀπῆλθεν.”

20Ἦσαν δὲ Ἕλληνές τινες ἐκ τῶν ἀναβαινόντων, ἵνα προσκυνήσωσιν ἐν τῇ ἑορτῇ· 21οὗτοι οὖν προσῆλθον Φιλίππῳ, τῷ ἀπὸ Βηθσαϊδὰ τῆς Γαλιλαίας, καὶ ἠρώτων αὐτὸν λέγοντες, “Κύριε, θέλομεν τὸν ˚Ἰησοῦν ἰδεῖν.” 22Ἔρχεται ὁ Φίλιππος καὶ λέγει τῷ Ἀνδρέᾳ, ἔρχεται Ἀνδρέας καὶ Φίλιππος καὶ λέγουσιν τῷ ˚Ἰησοῦ. 23Ὁ δὲ ˚Ἰησοῦς ἀποκρίνεται αὐτοῖς λέγων, “Ἐλήλυθεν ἡ ὥρα, ἵνα δοξασθῇ ὁ Υἱὸς τοῦ Ἀνθρώπου. 24Ἀμὴν, ἀμὴν, λέγω ὑμῖν, ἐὰν μὴ ὁ κόκκος τοῦ σίτου πεσὼν εἰς τὴν γῆν ἀποθάνῃ, αὐτὸς μόνος μένει· ἐὰν δὲ ἀποθάνῃ, πολὺν καρπὸν φέρει. 25Ὁ φιλῶν τὴν ψυχὴν αὐτοῦ, ἀπολλύει αὐτήν, καὶ ὁ μισῶν τὴν ψυχὴν αὐτοῦ ἐν τῷ κόσμῳ τούτῳ, εἰς ζωὴν αἰώνιον φυλάξει αὐτήν. 26Ἐὰν ἐμοί τις διακονῇ, ἐμοὶ ἀκολουθείτω, καὶ ὅπου εἰμὶ ἐγὼ, ἐκεῖ καὶ ὁ διάκονος ὁ ἐμὸς ἔσται. Ἐάν τις ἐμοὶ διακονῇ, τιμήσει αὐτὸν ὁ Πατήρ.

27Νῦν ἡ ψυχή μου τετάρακται, καὶ τί εἴπω, ‘Πάτερ, σῶσόν με ἐκ τῆς ὥρας ταύτης’; Ἀλλὰ διὰ τοῦτο, ἦλθον εἰς τὴν ὥραν ταύτην. 28Πάτερ, δόξασόν σου τὸ ὄνομα.” Ἦλθεν οὖν φωνὴ ἐκ τοῦ οὐρανοῦ: “Καὶ ἐδόξασα, καὶ πάλιν δοξάσω.” 29Ὁ οὖν ὄχλος ὁ ἑστὼς καὶ ἀκούσας, ἔλεγεν βροντὴν γεγονέναι. Ἄλλοι ἔλεγον, “Ἄγγελος αὐτῷ λελάληκεν.” 30Ἀπεκρίθη καὶ εἶπεν, ˚Ἰησοῦς “Οὐ διʼ ἐμὲ, ἡ φωνὴ αὕτη γέγονεν, ἀλλὰ διʼ ὑμᾶς. 31Νῦν κρίσις ἐστὶν τοῦ κόσμου τούτου, νῦν ὁ ἄρχων τοῦ κόσμου τούτου ἐκβληθήσεται ἔξω. 32Κἀγὼ ἐὰν ὑψωθῶ ἐκ τῆς γῆς, πάντας ἑλκύσω πρὸς ἐμαυτόν.” 33Τοῦτο δὲ ἔλεγεν, σημαίνων ποίῳ θανάτῳ ἤμελλεν ἀποθνῄσκειν. 34Ἀπεκρίθη οὖν αὐτῷ ὁ ὄχλος, “Ἡμεῖς ἠκούσαμεν ἐκ τοῦ νόμου ὅτι ὁ ˚Χριστὸς μένει εἰς τὸν αἰῶνα, καὶ πῶς λέγεις σὺ ὅτι δεῖ ὑψωθῆναι τὸν Υἱὸν τοῦ Ἀνθρώπου; Τίς ἐστιν οὗτος ὁ Υἱὸς τοῦ Ἀνθρώπου;” 35Εἶπεν οὖν αὐτοῖς ὁ ˚Ἰησοῦς, “Ἔτι μικρὸν χρόνον, τὸ φῶς ἐν ὑμῖν ἐστιν. Περιπατεῖτε ὡς τὸ φῶς ἔχετε, ἵνα μὴ σκοτία ὑμᾶς καταλάβῃ, καὶ ὁ περιπατῶν ἐν τῇ σκοτίᾳ, οὐκ οἶδεν ποῦ ὑπάγει. 36Ὡς τὸ φῶς ἔχετε, πιστεύετε εἰς τὸ φῶς, ἵνα υἱοὶ φωτὸς γένησθε.” Ταῦτα ἐλάλησεν ˚Ἰησοῦς, καὶ ἀπελθὼν, ἐκρύβη ἀπʼ αὐτῶν.

37Τοσαῦτα δὲ αὐτοῦ σημεῖα πεποιηκότος ἔμπροσθεν αὐτῶν, οὐκ ἐπίστευον εἰς αὐτόν, 38ἵνα ὁ λόγος Ἠσαΐου τοῦ προφήτου πληρωθῇ ὃν εἶπεν, “˚Κύριε, τίς ἐπίστευσεν τῇ ἀκοῇ ἡμῶν; Καὶ ὁ βραχίων ˚Κυρίου τίνι ἀπεκαλύφθη;” 39Διὰ τοῦτο οὐκ ἠδύναντο πιστεύειν, ὅτι πάλιν εἶπεν Ἠσαΐας, 40“Τετύφλωκεν αὐτῶν τοὺς ὀφθαλμοὺς καὶ ἐπήρωσεν αὐτῶν τὴν καρδίαν, ἵνα μὴ ἴδωσιν τοῖς ὀφθαλμοῖς καὶ νοήσωσιν τῇ καρδίᾳ, καὶ στραφῶσιν καὶ ἰάσομαι αὐτούς.” 41Ταῦτα εἶπεν Ἠσαΐας, ὅτι εἶδεν τὴν δόξαν αὐτοῦ, καὶ ἐλάλησεν περὶ αὐτοῦ. 42Ὅμως μέντοι καὶ ἐκ τῶν ἀρχόντων πολλοὶ ἐπίστευσαν εἰς αὐτόν, ἀλλὰ διὰ τοὺς Φαρισαίους οὐχ ὡμολόγουν, ἵνα μὴ ἀποσυνάγωγοι γένωνται. 43Ἠγάπησαν γὰρ τὴν δόξαν τῶν ἀνθρώπων μᾶλλον ἤπερ τὴν δόξαν τοῦ ˚Θεοῦ.

44˚Ἰησοῦς δὲ ἔκραξεν καὶ εἶπεν, “Ὁ πιστεύων εἰς ἐμὲ, οὐ πιστεύει εἰς ἐμὲ, ἀλλὰ εἰς τὸν πέμψαντά με, 45καὶ ὁ θεωρῶν ἐμὲ, θεωρεῖ τὸν πέμψαντά με. 46Ἐγὼ φῶς εἰς τὸν κόσμον ἐλήλυθα, ἵνα πᾶς ὁ πιστεύων εἰς ἐμὲ, ἐν τῇ σκοτίᾳ μὴ μείνῃ. 47Καὶ ἐάν τίς μου ἀκούσῃ τῶν ῥημάτων, καὶ μὴ φυλάξῃ, ἐγὼ οὐ κρίνω αὐτόν, οὐ γὰρ ἦλθον, ἵνα κρίνω τὸν κόσμον, ἀλλʼ ἵνα σώσω τὸν κόσμον. 48Ὁ ἀθετῶν ἐμὲ καὶ μὴ λαμβάνων τὰ ῥήματά μου, ἔχει τὸν κρίνοντα αὐτόν· ὁ λόγος ὃν ἐλάλησα, ἐκεῖνος κρινεῖ αὐτὸν ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ. 49Ὅτι ἐγὼ ἐξ ἐμαυτοῦ οὐκ ἐλάλησα, ἀλλʼ ὁ πέμψας με Πατὴρ αὐτός μοι ἐντολὴν δέδωκεν– τί εἴπω, καὶ τί λαλήσω. 50Καὶ οἶδα ὅτι ἡ ἐντολὴ αὐτοῦ ζωὴ αἰώνιός ἐστιν. Ἃ οὖν ἐγὼ λαλῶ, καθὼς εἴρηκέν μοι ὁ Πατήρ, οὕτως λαλῶ.”

13Πρὸ δὲ τῆς ἑορτῆς τοῦ Πάσχα, εἰδὼς ὁ ˚Ἰησοῦς ὅτι ἦλθεν αὐτοῦ ἡ ὥρα, ἵνα μεταβῇ ἐκ τοῦ κόσμου τούτου πρὸς τὸν Πατέρα, ἀγαπήσας τοὺς ἰδίους τοὺς ἐν τῷ κόσμῳ, εἰς τέλος ἠγάπησεν αὐτούς. 2Καὶ δείπνου γινομένου, τοῦ διαβόλου ἤδη βεβληκότος εἰς τὴν καρδίαν ἵνα παραδῷ αὐτὸν Ἰούδας Σίμωνος Ἰσκαριώτης, 3εἰδὼς ὅτι πάντα δέδωκεν αὐτῷ ὁ Πατὴρ εἰς τὰς χεῖρας, καὶ ὅτι ἀπὸ ˚Θεοῦ ἐξῆλθεν καὶ πρὸς τὸν ˚Θεὸν ὑπάγει, 4ἐγείρεται ἐκ τοῦ δείπνου καὶ τίθησιν τὰ ἱμάτια, καὶ λαβὼν λέντιον διέζωσεν ἑαυτόν. 5Εἶτα βάλλει ὕδωρ εἰς τὸν νιπτῆρα, καὶ ἤρξατο νίπτειν τοὺς πόδας τῶν μαθητῶν, καὶ ἐκμάσσειν τῷ λεντίῳ ᾧ ἦν διεζωσμένος. 6Ἔρχεται οὖν πρὸς Σίμωνα Πέτρον. Λέγει αὐτῷ, “˚Κύριε, σύ μου νίπτεις τοὺς πόδας;” 7Ἀπεκρίθη ˚Ἰησοῦς καὶ εἶπεν αὐτῷ, “Ὃ ἐγὼ ποιῶ, σὺ οὐκ οἶδας ἄρτι, γνώσῃ δὲ μετὰ ταῦτα.” 8Λέγει αὐτῷ Πέτρος, “Οὐ μὴ νίψῃς μου τοὺς πόδας εἰς τὸν αἰῶνα.” Ἀπεκρίθη ˚Ἰησοῦς αὐτῷ, “Ἐὰν μὴ νίψω σε, οὐκ ἔχεις μέρος μετʼ ἐμοῦ.” 9Λέγει αὐτῷ Σίμων Πέτρος, “˚Κύριε, μὴ τοὺς πόδας μου μόνον, ἀλλὰ καὶ τὰς χεῖρας καὶ τὴν κεφαλήν.” 10Λέγει αὐτῷ ὁ ˚Ἰησοῦς, “Ὁ λελουμένος οὐκ ἔχει χρείαν, εἰ μὴ τοὺς πόδας νίψασθαι, ἀλλʼ ἔστιν καθαρὸς ὅλος· καὶ ὑμεῖς καθαροί ἐστε, ἀλλʼ οὐχὶ πάντες.” 11ᾜδει γὰρ τὸν παραδιδόντα αὐτόν· διὰ τοῦτο εἶπεν, ὅτι “Οὐχὶ πάντες καθαροί ἐστε.”

12Ὅτε οὖν ἔνιψεν τοὺς πόδας αὐτῶν, καὶ ἔλαβεν τὰ ἱμάτια αὐτοῦ, καὶ ἀνέπεσεν, πάλιν εἶπεν αὐτοῖς, “Γινώσκετε τί πεποίηκα ὑμῖν; 13Ὑμεῖς φωνεῖτέ με ὁ ‘Διδάσκαλος’ καὶ, ὁ ‘˚Κύριος’, καὶ καλῶς λέγετε, εἰμὶ γάρ. 14Εἰ οὖν ἐγὼ ἔνιψα ὑμῶν τοὺς πόδας, ὁ ˚Κύριος καὶ ὁ Διδάσκαλος, καὶ ὑμεῖς ὀφείλετε ἀλλήλων νίπτειν τοὺς πόδας. 15Ὑπόδειγμα γὰρ ἔδωκα ὑμῖν ἵνα καθὼς ἐγὼ ἐποίησα ὑμῖν, καὶ ὑμεῖς ποιῆτε. 16Ἀμὴν, ἀμὴν, λέγω ὑμῖν, οὐκ ἔστιν δοῦλος μείζων τοῦ κυρίου αὐτοῦ, οὐδὲ ἀπόστολος μείζων τοῦ πέμψαντος αὐτόν. 17Εἰ ταῦτα οἴδατε, μακάριοί ἐστε ἐὰν ποιῆτε αὐτά. 18Οὐ περὶ πάντων ὑμῶν λέγω. Ἐγὼ οἶδα οὓς ἐξελεξάμην, ἀλλʼ ἵνα ἡ Γραφὴ πληρωθῇ, ‘Ὁ τρώγων μετʼ ἐμοῦ τὸν ἄρτον, ἐπῆρεν ἐπʼ ἐμὲ τὴν πτέρναν αὐτοῦ.’ 19Ἀπʼ ἄρτι λέγω ὑμῖν πρὸ τοῦ γενέσθαι, ἵνα πιστεύσητε ὅταν γένηται ὅτι ἐγώ εἰμι. 20Ἀμὴν, ἀμὴν, λέγω ὑμῖν, ὁ λαμβάνων ἄν τινα πέμψω, ἐμὲ λαμβάνει, ὁ δὲ ἐμὲ λαμβάνων, λαμβάνει τὸν πέμψαντά με.”

21Ταῦτα εἰπὼν, ὁ ˚Ἰησοῦς ἐταράχθη τῷ πνεύματι καὶ ἐμαρτύρησεν καὶ εἶπεν, “Ἀμὴν, ἀμὴν, λέγω ὑμῖν ὅτι εἷς ἐξ ὑμῶν παραδώσει με.” 22Ἔβλεπον οὖν εἰς ἀλλήλους οἱ μαθηταὶ, ἀπορούμενοι περὶ τίνος λέγει. 23Ἦν δὲ ἀνακείμενος εἷς ἐκ τῶν μαθητῶν αὐτοῦ ἐν τῷ κόλπῳ τοῦ ˚Ἰησοῦ, ὃν ἠγάπα ὁ ˚Ἰησοῦς. 24Νεύει οὖν τούτῳ Σίμων Πέτρος, πυθέσθαι τίς ἂν εἴη περὶ οὗ λέγει. 25Ἐπιπεσὼν οὖν ἐκεῖνος οὕτως ἐπὶ τὸ στῆθος τοῦ ˚Ἰησοῦ, λέγει αὐτῷ, “˚Κύριε, τίς ἐστιν;” 26Ἀποκρίνεται ὁ ˚Ἰησοῦς, “Ἐκεῖνός ἐστιν ᾧ ἐγὼ, βάψας τὸ ψωμίον ἐπιδώσω.” Καὶ βάψας τὸ ψωμίον, δίδωσιν Ἰούδᾳ Σίμωνος Ἰσκαριώτου. 27Καὶ μετὰ τὸ ψωμίον, τότε εἰσῆλθεν εἰς ἐκεῖνον ὁ Σατανᾶς. Λέγει οὖν αὐτῷ ὁ ˚Ἰησοῦς, “Ὃ ποιεῖς, ποίησον τάχιον.” 28Τοῦτο δὲ οὐδεὶς ἔγνω τῶν ἀνακειμένων, πρὸς τί εἶπεν αὐτῷ. 29Τινὲς γὰρ ἐδόκουν, ἐπεὶ τὸ γλωσσόκομον εἶχεν Ἰούδας, ὅτι λέγει αὐτῷ ὁ ˚Ἰησοῦς, “Ἀγόρασον ὧν χρείαν ἔχομεν εἰς τὴν ἑορτήν”, ἢ τοῖς πτωχοῖς, ἵνα τι δῷ. 30Λαβὼν οὖν τὸ ψωμίον, ἐκεῖνος ἐξῆλθεν εὐθύς. Ἦν δὲ νύξ.

31Ὅτε οὖν ἐξῆλθεν, λέγει ˚Ἰησοῦς, “Νῦν ἐδοξάσθη ὁ Υἱὸς τοῦ Ἀνθρώπου, καὶ ὁ ˚Θεὸς ἐδοξάσθη ἐν αὐτῷ. 32Καὶ ὁ ˚Θεὸς δοξάσει αὐτὸν ἐν αὑτῷ, καὶ εὐθὺς δοξάσει αὐτόν. 33Τεκνία, ἔτι μικρὸν μεθʼ ὑμῶν εἰμι. Ζητήσετέ με, καὶ καθὼς εἶπον τοῖς Ἰουδαίοις, ὅτι ‘Ὅπου ἐγὼ ὑπάγω, ὑμεῖς οὐ δύνασθε ἐλθεῖν’, καὶ ὑμῖν λέγω ἄρτι. 34Ἐντολὴν καινὴν δίδωμι ὑμῖν, ἵνα ἀγαπᾶτε ἀλλήλους, καθὼς ἠγάπησα ὑμᾶς, ἵνα καὶ ὑμεῖς ἀγαπᾶτε ἀλλήλους. 35Ἐν τούτῳ γνώσονται πάντες ὅτι ἐμοὶ μαθηταί ἐστε, ἐὰν ἀγάπην ἔχητε ἐν ἀλλήλοις.”

36Λέγει αὐτῷ Σίμων Πέτρος, “˚Κύριε, ποῦ ὑπάγεις;” Ἀπεκρίθη αὐτῷ ˚Ἰησοῦς, “Ὅπου ὑπάγω, οὐ δύνασαί μοι νῦν ἀκολουθῆσαι, ἀκολουθήσεις δὲ ὕστερον.” 37Λέγει αὐτῷ ὁ Πέτρος, “˚Κύριε, διὰ τί οὐ δύναμαί σοι ἀκολουθῆσαι ἄρτι; Τὴν ψυχήν μου ὑπὲρ σοῦ θήσω.” 38Ἀποκρίνεται ˚Ἰησοῦς, “Τὴν ψυχήν σου ὑπὲρ ἐμοῦ θήσεις; Ἀμὴν, ἀμὴν, λέγω σοι, οὐ μὴ ἀλέκτωρ φωνήσῃ, ἕως οὗ ἀρνήσῃ με τρίς.

14Μὴ ταρασσέσθω ὑμῶν ἡ καρδία· πιστεύετε εἰς τὸν ˚Θεόν, καὶ εἰς ἐμὲ πιστεύετε. 2Ἐν τῇ οἰκίᾳ τοῦ Πατρός μου, μοναὶ πολλαί εἰσιν· εἰ δὲ μή, εἶπον ἂν ὑμῖν, ὅτι πορεύομαι ἑτοιμάσαι τόπον ὑμῖν. 3Καὶ ἐὰν πορευθῶ καὶ ἑτοιμάσω ὑμῖν τόπον πάλιν ἔρχομαι καὶ παραλήμψομαι ὑμᾶς πρὸς ἐμαυτόν, ἵνα ὅπου εἰμὶ ἐγὼ, καὶ ὑμεῖς ἦτε. 4Καὶ ὅπου ἐγὼ ὑπάγω οἴδατε, τὴν ὁδόν.” 5Λέγει αὐτῷ Θωμᾶς, “˚Κύριε, οὐκ οἴδαμεν ποῦ ὑπάγεις· πῶς δυνάμεθα τὴν ὁδὸν εἰδέναι;” 6Λέγει αὐτῷ ˚Ἰησοῦς, “Ἐγώ εἰμι ἡ ὁδὸς, καὶ ἡ ἀλήθεια, καὶ ἡ ζωή. Οὐδεὶς ἔρχεται πρὸς τὸν Πατέρα, εἰ μὴ διʼ ἐμοῦ. 7Εἰ ἐγνώκειτέ με, καὶ τὸν Πατέρα μου γνώσεσθε, καὶ ἀπʼ ἄρτι γινώσκετε αὐτὸν καὶ ἑωράκατε αὐτόν.”

8Λέγει αὐτῷ Φίλιππος, “˚Κύριε, δεῖξον ἡμῖν τὸν Πατέρα, καὶ ἀρκεῖ ἡμῖν.” 9Λέγει αὐτῷ ὁ ˚Ἰησοῦς, “Τοσοῦτον χρόνον μεθʼ ὑμῶν εἰμι, καὶ οὐκ ἔγνωκάς με, Φίλιππε; Ὁ ἑωρακὼς ἐμὲ, ἑώρακεν τὸν Πατέρα· πῶς σὺ λέγεις, ‘Δεῖξον ἡμῖν τὸν Πατέρα’; 10Οὐ πιστεύεις ὅτι ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοί ἐστιν; Τὰ ῥήματα ἃ ἐγὼ λέγω ὑμῖν, ἀπʼ ἐμαυτοῦ οὐ λαλῶ, ὁ δὲ Πατὴρ ἐν ἐμοὶ μένων, ποιεῖ τὰ ἔργα αὐτοῦ. 11Πιστεύετέ μοι ὅτι ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοί· εἰ δὲ μή, διὰ τὰ ἔργα αὐτὰ πιστεύετε. 12Ἀμὴν, ἀμὴν, λέγω ὑμῖν, ὁ πιστεύων εἰς ἐμὲ, τὰ ἔργα ἃ ἐγὼ ποιῶ, κἀκεῖνος ποιήσει, καὶ μείζονα τούτων ποιήσει, ὅτι ἐγὼ πρὸς τὸν Πατέρα πορεύομαι. 13Καὶ ὅ τι ἂν αἰτήσητε ἐν τῷ ὀνόματί μου, τοῦτο ποιήσω, ἵνα δοξασθῇ ὁ Πατὴρ ἐν τῷ Υἱῷ. 14Ἐάν τι αἰτήσητέ με ἐν τῷ ὀνόματί μου, τοῦτο ποιήσω.

15Ἐὰν ἀγαπᾶτέ με, τὰς ἐντολὰς τὰς ἐμὰς τηρήσετε. 16Κἀγὼ ἐρωτήσω τὸν Πατέρα, καὶ ἄλλον Παράκλητον δώσει ὑμῖν, ἵνα μεθʼ ὑμῶν εἰς τὸν αἰῶνα ᾖ 17τὸ ˚Πνεῦμα τῆς ἀληθείας, ὃ ὁ κόσμος οὐ δύναται λαβεῖν, ὅτι οὐ θεωρεῖ αὐτὸ οὐδὲ γινώσκει. Ὑμεῖς γινώσκετε αὐτό, ὅτι παρʼ ὑμῖν μένει, καὶ ἐν ὑμῖν ἐστίν.

18Οὐκ ἀφήσω ὑμᾶς ὀρφανούς, ἔρχομαι πρὸς ὑμᾶς. 19Ἔτι μικρὸν καὶ ὁ κόσμος με οὐκέτι θεωρεῖ, ὑμεῖς δὲ θεωρεῖτέ με, ὅτι ἐγὼ ζῶ, καὶ ὑμεῖς ζήσεσθε. 20Ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ὑμεῖς γνώσεσθε ὅτι ἐγὼ ἐν τῷ Πατρί μου, καὶ ὑμεῖς ἐν ἐμοὶ, κἀγὼ ἐν ὑμῖν. 21Ὁ ἔχων τὰς ἐντολάς μου καὶ τηρῶν αὐτὰς, ἐκεῖνός ἐστιν ὁ ἀγαπῶν με· ὁ δὲ ἀγαπῶν με, ἀγαπηθήσεται ὑπὸ τοῦ Πατρός μου, κἀγὼ ἀγαπήσω αὐτὸν, καὶ ἐμφανίσω αὐτῷ ἐμαυτόν.” 22Λέγει αὐτῷ Ἰούδας, οὐχ ὁ Ἰσκαριώτης, “˚Κύριε, τί γέγονεν, ὅτι ἡμῖν μέλλεις ἐμφανίζειν σεαυτὸν, καὶ οὐχὶ τῷ κόσμῳ;” 23Ἀπεκρίθη ˚Ἰησοῦς καὶ εἶπεν αὐτῷ, “Ἐάν τις ἀγαπᾷ με, τὸν λόγον μου τηρήσει, καὶ ὁ Πατήρ μου ἀγαπήσει αὐτόν, καὶ πρὸς αὐτὸν ἐλευσόμεθα, καὶ μονὴν παρʼ αὐτῷ ποιησόμεθα. 24Ὁ μὴ ἀγαπῶν με, τοὺς λόγους μου οὐ τηρεῖ· καὶ ὁ λόγος ὃν ἀκούετε, οὐκ ἔστιν ἐμὸς, ἀλλὰ τοῦ πέμψαντός με Πατρός.

25Ταῦτα λελάληκα ὑμῖν παρʼ ὑμῖν μένων. 26Ὁ δὲ Παράκλητος, τὸ ˚Πνεῦμα τὸ Ἅγιον, ὃ πέμψει ὁ Πατὴρ ἐν τῷ ὀνόματί μου, ἐκεῖνος ὑμᾶς διδάξει πάντα, καὶ ὑπομνήσει ὑμᾶς πάντα ἃ εἶπον ὑμῖν. 27Εἰρήνην ἀφίημι ὑμῖν, εἰρήνην τὴν ἐμὴν δίδωμι ὑμῖν· οὐ καθὼς ὁ κόσμος δίδωσιν, ἐγὼ δίδωμι ὑμῖν. Μὴ ταρασσέσθω ὑμῶν ἡ καρδία, μηδὲ δειλιάτω. 28Ἠκούσατε ὅτι ἐγὼ εἶπον ὑμῖν, ‘Ὑπάγω καὶ ἔρχομαι πρὸς ὑμᾶς.’ Εἰ ἠγαπᾶτέ με, ἐχάρητε ἄν ὅτι πορεύομαι πρὸς τὸν Πατέρα, μου ὅτι ὁ Πατὴρ μείζων μού ἐστιν. 29Καὶ νῦν εἴρηκα ὑμῖν πρὶν γενέσθαι, ἵνα ὅταν γένηται, πιστεύσητε. 30Οὐκέτι πολλὰ λαλήσω μεθʼ ὑμῶν, ἔρχεται γὰρ ὁ τοῦ κόσμου ἄρχων, καὶ ἐν ἐμοὶ οὐκ ἔχει οὐδέν, 31ἀλλʼ ἵνα γνῷ ὁ κόσμος ὅτι ἀγαπῶ τὸν Πατέρα, καὶ καθὼς ἐντολὴν ἔδωκέν μοι ὁ Πατὴρ, οὕτως ποιῶ. Ἐγείρεσθε, ἄγωμεν ἐντεῦθεν.

15Ἐγώ εἰμι ἡ ἄμπελος ἡ ἀληθινή, καὶ ὁ Πατήρ μου ὁ γεωργός ἐστιν. 2Πᾶν κλῆμα ἐν ἐμοὶ μὴ φέρον καρπὸν, αἴρει αὐτό, καὶ πᾶν τὸ καρπὸν φέρον, καθαίρει αὐτὸ, ἵνα καρπὸν πλείονα φέρῃ. 3Ἤδη ὑμεῖς καθαροί ἐστε, διὰ τὸν λόγον ὃν λελάληκα ὑμῖν. 4Μείνατε ἐν ἐμοί, κἀγὼ ἐν ὑμῖν. Καθὼς τὸ κλῆμα οὐ δύναται καρπὸν φέρειν ἀφʼ ἑαυτοῦ, ἐὰν μὴ μείνῃ ἐν τῇ ἀμπέλῳ, οὕτως οὐδὲ ὑμεῖς, ἐὰν μὴ ἐν ἐμοὶ μένητε. 5Ἐγώ εἰμι ἡ ἄμπελος, ὑμεῖς τὰ κλήματα. Ὁ μένων ἐν ἐμοὶ κἀγὼ ἐν αὐτῷ, οὗτος φέρει καρπὸν πολύν, ὅτι χωρὶς ἐμοῦ, οὐ δύνασθε ποιεῖν οὐδέν. 6Ἐὰν μή τις μένῃ ἐν ἐμοί, ἐβλήθη ἔξω ὡς τὸ κλῆμα καὶ ἐξηράνθη, καὶ συνάγουσιν αὐτὰ καὶ εἰς τὸ πῦρ βάλλουσιν, καὶ καίεται. 7Ἐὰν μείνητε ἐν ἐμοὶ, καὶ τὰ ῥήματά μου ἐν ὑμῖν μείνῃ, ὃ ἐὰν θέλητε, αἰτήσασθε καὶ γενήσεται ὑμῖν. 8Ἐν τούτῳ ἐδοξάσθη ὁ Πατήρ μου, ἵνα καρπὸν πολὺν φέρητε καὶ γένησθε ἐμοὶ μαθηταί. 9Καθὼς ἠγάπησέν με ὁ Πατήρ, κἀγὼ ὑμᾶς ἠγάπησα· μείνατε ἐν τῇ ἀγάπῃ τῇ ἐμῇ. 10Ἐὰν τὰς ἐντολάς μου τηρήσητε, μενεῖτε ἐν τῇ ἀγάπῃ μου, καθὼς ἐγὼ τοῦ Πατρὸς τὰς ἐντολὰς τετήρηκα, καὶ μένω αὐτοῦ ἐν τῇ ἀγάπῃ. 11Ταῦτα λελάληκα ὑμῖν, ἵνα ἡ χαρὰ ἡ ἐμὴ ἐν ὑμῖν ᾖ, καὶ ἡ χαρὰ ὑμῶν πληρωθῇ.

12Αὕτη ἐστὶν ἡ ἐντολὴ ἡ ἐμὴ, ἵνα ἀγαπᾶτε ἀλλήλους καθὼς ἠγάπησα ὑμᾶς. 13Μείζονα ταύτης ἀγάπην οὐδεὶς ἔχει: ἵνα τις τὴν ψυχὴν αὐτοῦ θῇ ὑπὲρ τῶν φίλων αὐτοῦ. 14Ὑμεῖς φίλοι μού ἐστε, ἐὰν ποιῆτε ἃ ἐγὼ ἐντέλλομαι ὑμῖν. 15Οὐκέτι λέγω ὑμᾶς δούλους, ὅτι ὁ δοῦλος οὐκ οἶδεν τί ποιεῖ αὐτοῦ ὁ κύριος. Ὑμᾶς δὲ εἴρηκα φίλους, ὅτι πάντα ἃ ἤκουσα παρὰ τοῦ Πατρός μου, ἐγνώρισα ὑμῖν. 16Οὐχ ὑμεῖς με ἐξελέξασθε, ἀλλʼ ἐγὼ ἐξελεξάμην ὑμᾶς, καὶ ἔθηκα ὑμᾶς ἵνα ὑμεῖς ὑπάγητε καὶ καρπὸν φέρητε, καὶ ὁ καρπὸς ὑμῶν μένῃ, ἵνα ὅ τι ἂν αἰτήσητε τὸν Πατέρα ἐν τῷ ὀνόματί μου, δῷ ὑμῖν. 17Ταῦτα ἐντέλλομαι ὑμῖν, ἵνα ἀγαπᾶτε ἀλλήλους.

18Εἰ ὁ κόσμος ὑμᾶς μισεῖ, γινώσκετε ὅτι ἐμὲ πρῶτον ὑμῶν μεμίσηκεν. 19Εἰ ἐκ τοῦ κόσμου ἦτε, ὁ κόσμος ἂν τὸ ἴδιον ἐφίλει· ὅτι δὲ ἐκ τοῦ κόσμου οὐκ ἐστέ, ἀλλʼ ἐγὼ ἐξελεξάμην ὑμᾶς ἐκ τοῦ κόσμου, διὰ τοῦτο μισεῖ ὑμᾶς ὁ κόσμος. 20Μνημονεύετε τοῦ λόγου οὗ ἐγὼ εἶπον ὑμῖν, ‘Οὐκ ἔστιν δοῦλος μείζων τοῦ κυρίου αὐτοῦ.’ Εἰ ἐμὲ ἐδίωξαν, καὶ ὑμᾶς διώξουσιν· εἰ τὸν λόγον μου ἐτήρησαν, καὶ τὸν ὑμέτερον τηρήσουσιν. 21Ἀλλὰ ταῦτα πάντα ποιήσουσιν εἰς ὑμᾶς διὰ τὸ ὄνομά μου, ὅτι οὐκ οἴδασιν τὸν πέμψαντά με. 22Εἰ μὴ ἦλθον καὶ ἐλάλησα αὐτοῖς, ἁμαρτίαν οὐκ εἴχοσαν· νῦν δὲ πρόφασιν οὐκ ἔχουσιν περὶ τῆς ἁμαρτίας αὐτῶν. 23Ὁ ἐμὲ μισῶν, καὶ τὸν Πατέρα μου μισεῖ. 24Εἰ τὰ ἔργα μὴ ἐποίησα ἐν αὐτοῖς ἃ οὐδεὶς ἄλλος ἐποίησεν, ἁμαρτίαν οὐκ εἴχοσαν· νῦν δὲ καὶ ἑωράκασιν καὶ μεμισήκασιν, καὶ ἐμὲ καὶ τὸν Πατέρα μου. 25Ἀλλʼ ἵνα πληρωθῇ ὁ λόγος ὁ ἐν τῷ νόμῳ αὐτῶν γεγραμμένος, ὅτι ‘Ἐμίσησάν με δωρεάν.’

26Ὅταν ἔλθῃ ὁ Παράκλητος, ὃν ἐγὼ πέμψω ὑμῖν παρὰ τοῦ Πατρός, τὸ ˚Πνεῦμα τῆς ἀληθείας, ὃ παρὰ τοῦ Πατρὸς ἐκπορεύεται, ἐκεῖνος μαρτυρήσει περὶ ἐμοῦ. 27Καὶ ὑμεῖς δὲ μαρτυρεῖτε, ὅτι ἀπʼ ἀρχῆς μετʼ ἐμοῦ ἐστε.

16Ταῦτα λελάληκα ὑμῖν, ἵνα μὴ σκανδαλισθῆτε. 2Ἀποσυναγώγους ποιήσουσιν ὑμᾶς· ἀλλʼ ἔρχεται ὥρα, ἵνα πᾶς ὁ ἀποκτείνας ὑμᾶς, δόξῃ λατρείαν προσφέρειν τῷ ˚Θεῷ. 3Καὶ ταῦτα ποιήσουσιν, ὅτι οὐκ ἔγνωσαν τὸν Πατέρα οὐδὲ ἐμέ. 4Ἀλλὰ ταῦτα λελάληκα ὑμῖν, ἵνα ὅταν ἔλθῃ ἡ ὥρα αὐτῶν, μνημονεύητε αὐτῶν ὅτι ἐγὼ εἶπον ὑμῖν.

Ταῦτα δὲ ὑμῖν ἐξ ἀρχῆς οὐκ εἶπον, ὅτι μεθʼ ὑμῶν ἤμην. 5Νῦν δὲ ὑπάγω πρὸς τὸν πέμψαντά με, καὶ οὐδεὶς ἐξ ὑμῶν ἐρωτᾷ με, ‘Ποῦ ὑπάγεις;’ 6Ἀλλʼ ὅτι ταῦτα λελάληκα ὑμῖν, ἡ λύπη πεπλήρωκεν ὑμῶν τὴν καρδίαν. 7Ἀλλʼ ἐγὼ τὴν ἀλήθειαν λέγω ὑμῖν, συμφέρει ὑμῖν ἵνα ἐγὼ ἀπέλθω. Ἐὰν γὰρ μὴ ἀπέλθω, ὁ Παράκλητος οὐκ ἐλεύσεται πρὸς ὑμᾶς· ἐὰν δὲ πορευθῶ, πέμψω αὐτὸν πρὸς ὑμᾶς. 8Καὶ ἐλθὼν, ἐκεῖνος ἐλέγξει τὸν κόσμον περὶ ἁμαρτίας, καὶ περὶ δικαιοσύνης, καὶ περὶ κρίσεως· 9περὶ ἁμαρτίας μέν, ὅτι οὐ πιστεύουσιν εἰς ἐμέ· 10περὶ δικαιοσύνης δέ, ὅτι πρὸς τὸν Πατέρα ὑπάγω, καὶ οὐκέτι θεωρεῖτέ με· 11περὶ δὲ κρίσεως, ὅτι ὁ ἄρχων τοῦ κόσμου τούτου κέκριται.

12Ἔτι πολλὰ ἔχω ὑμῖν λέγειν, ἀλλʼ οὐ δύνασθε βαστάζειν ἄρτι. 13Ὅταν δὲ ἔλθῃ ἐκεῖνος, τὸ ˚Πνεῦμα τῆς ἀληθείας, ὁδηγήσει ὑμᾶς εἰς τὴν ἀλήθειαν· πᾶσαν· οὐ γὰρ λαλήσει ἀφʼ ἑαυτοῦ, ἀλλʼ ὅσα ἀκούσει, λαλήσει, καὶ τὰ ἐρχόμενα ἀναγγελεῖ ὑμῖν. 14Ἐκεῖνος ἐμὲ δοξάσει, ὅτι ἐκ τοῦ ἐμοῦ λήμψεται, καὶ ἀναγγελεῖ ὑμῖν. 15Πάντα ὅσα ἔχει ὁ Πατὴρ, ἐμά ἐστιν· διὰ τοῦτο εἶπον ὅτι ἐκ τοῦ ἐμοῦ λαμβάνει, καὶ ἀναγγελεῖ ὑμῖν.

16Μικρὸν καὶ οὐκέτι θεωρεῖτέ με, καὶ πάλιν μικρὸν καὶ ὄψεσθέ με.” 17Εἶπαν οὖν ἐκ τῶν μαθητῶν αὐτοῦ πρὸς ἀλλήλους, “Τί ἐστιν τοῦτο ὃ λέγει ἡμῖν, ‘Μικρὸν καὶ οὐ θεωρεῖτέ με, καὶ πάλιν μικρὸν καὶ ὄψεσθέ με· καί Ὅτι ὑπάγω πρὸς τὸν Πατέρα’;” 18Ἔλεγον οὖν, “Τί ἐστιν τοῦτο, ὃ λέγει ‘Μικρόν’; Οὐκ οἴδαμεν τί λαλεῖ.” 19Ἔγνω ˚Ἰησοῦς ὅτι ἤθελον αὐτὸν ἐρωτᾶν, καὶ εἶπεν αὐτοῖς, “Περὶ τούτου ζητεῖτε μετʼ ἀλλήλων, ὅτι εἶπον, ‘Μικρὸν καὶ οὐ θεωρεῖτέ με, καὶ πάλιν μικρὸν καὶ ὄψεσθέ με’; 20Ἀμὴν, ἀμὴν, λέγω ὑμῖν ὅτι κλαύσετε καὶ θρηνήσετε ὑμεῖς, ὁ δὲ κόσμος χαρήσεται· ὑμεῖς λυπηθήσεσθε, ἀλλʼ ἡ λύπη ὑμῶν εἰς χαρὰν γενήσεται. 21Ἡ γυνὴ ὅταν τίκτῃ, λύπην ἔχει, ὅτι ἦλθεν ἡ ὥρα αὐτῆς· ὅταν δὲ γεννήσῃ τὸ παιδίον, οὐκέτι μνημονεύει τῆς θλίψεως διὰ τὴν χαρὰν ὅτι ἐγεννήθη ἄνθρωπος εἰς τὸν κόσμον. 22Καὶ ὑμεῖς οὖν νῦν μὲν λύπην ἔχετε· πάλιν δὲ ὄψομαι ὑμᾶς, καὶ χαρήσεται ὑμῶν ἡ καρδία, καὶ τὴν χαρὰν ὑμῶν, οὐδεὶς αἴρει ἀφʼ ὑμῶν. 23Καὶ ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ἐμὲ οὐκ ἐρωτήσετε οὐδέν. Ἀμὴν, ἀμὴν, λέγω ὑμῖν, ἄν τι αἰτήσητε τὸν Πατέρα, ἐν τῷ ὀνόματί μου, δώσει ὑμῖν. 24Ἕως ἄρτι οὐκ ᾐτήσατε οὐδὲν ἐν τῷ ὀνόματί μου. Αἰτεῖτε καὶ λήμψεσθε, ἵνα ἡ χαρὰ ὑμῶν ᾖ πεπληρωμένη.

25Ταῦτα ἐν παροιμίαις λελάληκα ὑμῖν· ἔρχεται ὥρα ὅτε οὐκέτι ἐν παροιμίαις λαλήσω ὑμῖν, ἀλλὰ παρρησίᾳ περὶ τοῦ Πατρὸς ἀπαγγελῶ ὑμῖν. 26Ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ἐν τῷ ὀνόματί μου αἰτήσεσθε, καὶ οὐ λέγω ὑμῖν ὅτι ἐγὼ ἐρωτήσω τὸν Πατέρα περὶ ὑμῶν· 27αὐτὸς γὰρ ὁ Πατὴρ φιλεῖ ὑμᾶς, ὅτι ὑμεῖς ἐμὲ πεφιλήκατε, καὶ πεπιστεύκατε ὅτι ἐγὼ παρὰ ˚Θεοῦ ἐξῆλθον. 28Ἐξῆλθον παρὰ τοῦ Πατρὸς, καὶ ἐλήλυθα εἰς τὸν κόσμον· πάλιν ἀφίημι τὸν κόσμον, καὶ πορεύομαι πρὸς τὸν Πατέρα.”

29Λέγουσιν οἱ μαθηταὶ αὐτοῦ, “Ἴδε, νῦν ἐν παρρησίᾳ λαλεῖς, καὶ παροιμίαν οὐδεμίαν λέγεις. 30Νῦν οἴδαμεν ὅτι οἶδας πάντα, καὶ οὐ χρείαν ἔχεις ἵνα τίς σε ἐρωτᾷ. Ἐν τούτῳ πιστεύομεν ὅτι ἀπὸ ˚Θεοῦ ἐξῆλθες.” 31Ἀπεκρίθη αὐτοῖς ˚Ἰησοῦς, “Ἄρτι πιστεύετε; 32Ἰδοὺ, ἔρχεται ὥρα καὶ ἐλήλυθεν, ἵνα σκορπισθῆτε ἕκαστος εἰς τὰ ἴδια, κἀμὲ μόνον ἀφῆτε· καὶ οὐκ εἰμὶ μόνος, ὅτι ὁ Πατὴρ μετʼ ἐμοῦ ἐστιν. 33Ταῦτα λελάληκα ὑμῖν, ἵνα ἐν ἐμοὶ εἰρήνην ἔχητε. Ἐν τῷ κόσμῳ θλῖψιν ἔχετε, ἀλλὰ θαρσεῖτε, ἐγὼ νενίκηκα τὸν κόσμον.”

17Ταῦτα ἐλάλησεν ˚Ἰησοῦς, καὶ ἐπάρας τοὺς ὀφθαλμοὺς αὐτοῦ εἰς τὸν οὐρανὸν εἶπεν, “Πάτερ, ἐλήλυθεν ἡ ὥρα· δόξασόν σου τὸν Υἱόν, ἵνα ὁ Υἱὸς δοξάσῃ σέ. 2Καθὼς ἔδωκας αὐτῷ ἐξουσίαν πάσης σαρκός, ἵνα πᾶν ὃ δέδωκας αὐτῷ, δῷς αὐτῷ ζωὴν αἰώνιον. 3Αὕτη δέ ἐστιν ἡ αἰώνιος ζωὴ, ἵνα γινώσκωσι σὲ, τὸν μόνον ἀληθινὸν ˚Θεὸν, καὶ ὃν ἀπέστειλας, ˚Ἰησοῦν ˚Χριστόν. 4Ἐγώ σε ἐδόξασα ἐπὶ τῆς γῆς, τὸ ἔργον τελειώσας, ὃ δέδωκάς μοι ἵνα ποιήσω. 5Καὶ νῦν δόξασόν με σύ, Πάτερ, παρὰ σεαυτῷ, τῇ δόξῃ ᾗ εἶχον πρὸ τοῦ τὸν κόσμον εἶναι παρὰ σοί.

6Ἐφανέρωσά σου τὸ ὄνομα τοῖς ἀνθρώποις οὓς ἔδωκάς μοι ἐκ τοῦ κόσμου. Σοὶ ἦσαν, κἀμοὶ αὐτοὺς ἔδωκας, καὶ τὸν λόγον σου τετήρηκαν. 7Νῦν ἔγνωκαν ὅτι πάντα ὅσα δέδωκάς μοι, παρὰ σοῦ εἰσιν· 8ὅτι τὰ ῥήματα ἃ ἔδωκάς μοι, δέδωκα αὐτοῖς, καὶ αὐτοὶ ἔλαβον, ἀληθῶς ὅτι παρὰ σοῦ ἐξῆλθον, καὶ ἐπίστευσαν ὅτι σύ με ἀπέστειλας. 9Ἐγὼ περὶ αὐτῶν ἐρωτῶ· οὐ περὶ τοῦ κόσμου ἐρωτῶ, ἀλλὰ περὶ ὧν δέδωκάς μοι, ὅτι σοί εἰσιν. 10Καὶ τὰ ἐμὰ πάντα, σά ἐστιν, καὶ τὰ σὰ, ἐμά, καὶ δεδόξασμαι ἐν αὐτοῖς. 11Καὶ οὐκέτι εἰμὶ ἐν τῷ κόσμῳ, καὶ αὐτοὶ ἐν τῷ κόσμῳ εἰσίν, κἀγὼ πρὸς σὲ ἔρχομαι. Πάτερ Ἅγιε, τήρησον αὐτοὺς ἐν τῷ ὀνόματί σου, ᾧ δέδωκάς μοι, ἵνα ὦσιν ἓν, καθὼς ἡμεῖς. 12Ὅτε ἤμην μετʼ αὐτῶν, ἐγὼ ἐτήρουν αὐτοὺς ἐν τῷ ὀνόματί σου, ᾧ δέδωκάς μοι, καὶ ἐφύλαξα, καὶ οὐδεὶς ἐξ αὐτῶν ἀπώλετο, εἰ μὴ ὁ υἱὸς τῆς ἀπωλείας, ἵνα ἡ Γραφὴ πληρωθῇ. 13Νῦν δὲ πρὸς σὲ ἔρχομαι, καὶ ταῦτα λαλῶ ἐν τῷ κόσμῳ, ἵνα ἔχωσιν τὴν χαρὰν τὴν ἐμὴν, πεπληρωμένην ἐν ἑαυτοῖς. 14Ἐγὼ δέδωκα αὐτοῖς τὸν λόγον σου, καὶ ὁ κόσμος ἐμίσησεν αὐτούς, ὅτι οὐκ εἰσὶν ἐκ τοῦ κόσμου, καθὼς ἐγὼ οὐκ εἰμὶ ἐκ τοῦ κόσμου. 15Οὐκ ἐρωτῶ ἵνα ἄρῃς αὐτοὺς ἐκ τοῦ κόσμου, ἀλλʼ ἵνα τηρήσῃς αὐτοὺς ἐκ τοῦ πονηροῦ. 16Ἐκ τοῦ κόσμου οὐκ εἰσὶν, καθὼς ἐγὼ οὐκ εἰμὶ ἐκ τοῦ κόσμου. 17Ἁγίασον αὐτοὺς ἐν τῇ ἀληθείᾳ· ὁ λόγος ὁ σὸς ἀλήθειά ἐστιν. 18Καθὼς ἐμὲ ἀπέστειλας εἰς τὸν κόσμον, κἀγὼ ἀπέστειλα αὐτοὺς εἰς τὸν κόσμον. 19Καὶ ὑπὲρ αὐτῶν ἐγὼ ἁγιάζω ἐμαυτόν, ἵνα ὦσιν καὶ αὐτοὶ ἡγιασμένοι ἐν ἀληθείᾳ.

20Οὐ περὶ τούτων δὲ ἐρωτῶ μόνον, ἀλλὰ καὶ περὶ τῶν πιστευόντων διὰ τοῦ λόγου αὐτῶν εἰς ἐμέ, 21ἵνα πάντες ἓν ὦσιν, καθὼς σύ, Πάτερ, ἐν ἐμοὶ, κἀγὼ ἐν σοί, ἵνα καὶ αὐτοὶ ἐν ἡμῖν ὦσιν, ἵνα ὁ κόσμος πιστεύῃ ὅτι σύ με ἀπέστειλας. 22Κἀγὼ τὴν δόξαν ἣν δέδωκάς μοι, δέδωκα αὐτοῖς, ἵνα ὦσιν ἓν, καθὼς ἡμεῖς ἕν, 23ἐγὼ ἐν αὐτοῖς, καὶ σὺ ἐν ἐμοί, ἵνα ὦσιν τετελειωμένοι εἰς ἕν, καὶ γινώσκῃ ὁ κόσμος ὅτι σύ με ἀπέστειλας, καὶ ἠγάπησας αὐτοὺς καθὼς ἐμὲ ἠγάπησας. 24Πάτερ, ὃ δέδωκάς μοι θέλω, ἵνα ὅπου εἰμὶ ἐγὼ, κἀκεῖνοι ὦσιν μετʼ ἐμοῦ, ἵνα θεωρῶσιν τὴν δόξαν τὴν ἐμὴν, ἣν ἔδωκάς μοι, ὅτι ἠγάπησάς με πρὸ καταβολῆς κόσμου.

25Πάτερ δίκαιε, καὶ ὁ κόσμος σε οὐκ ἔγνω, ἐγὼ δέ σε ἔγνων, καὶ οὗτοι ἔγνωσαν ὅτι σύ με ἀπέστειλας. 26Καὶ ἐγνώρισα αὐτοῖς τὸ ὄνομά σου, καὶ γνωρίσω, ἵνα ἡ ἀγάπη ἣν ἠγάπησάς με, ἐν αὐτοῖς ᾖ, κἀγὼ ἐν αὐτοῖς.”

18Ταῦτα εἰπὼν, ˚Ἰησοῦς ἐξῆλθεν σὺν τοῖς μαθηταῖς αὐτοῦ πέραν τοῦ χειμάρρου τοῦ Κεδρὼν, ὅπου ἦν κῆπος, εἰς ὃν εἰσῆλθεν αὐτὸς καὶ οἱ μαθηταὶ αὐτοῦ. 2ᾜδει δὲ καὶ Ἰούδας, ὁ παραδιδοὺς αὐτὸν, τὸν τόπον, ὅτι πολλάκις συνήχθη ˚Ἰησοῦς μετὰ τῶν μαθητῶν αὐτοῦ. Ἐκεῖ 3ὁ οὖν Ἰούδας λαβὼν τὴν σπεῖραν, καὶ ἐκ τῶν ἀρχιερέων καὶ Φαρισαίων ὑπηρέτας, ἔρχεται ἐκεῖ μετὰ φανῶν, καὶ λαμπάδων, καὶ ὅπλων. 4˚Ἰησοῦς οὖν εἰδὼς πάντα τὰ ἐρχόμενα ἐπʼ αὐτὸν, ἐξελθὼν εἶπεν αὐτοῖς, “Τίνα ζητεῖτε;” 5Ἀπεκρίθησαν αὐτῷ, “˚Ἰησοῦν τὸν Ναζωραῖον.” Λέγει αὐτοῖς, “Ἐγώ εἰμι.” ˚Ἰησοῦς εἱστήκει δὲ καὶ Ἰούδας, ὁ παραδιδοὺς αὐτὸν, μετʼ αὐτῶν. 6Ὡς οὖν εἶπεν αὐτοῖς, “Ἐγώ εἰμι”, ἀπῆλθαν εἰς τὰ ὀπίσω καὶ ἔπεσαν χαμαί. 7Πάλιν οὖν ἐπηρώτησεν αὐτούς, “Τίνα ζητεῖτε;” Οἱ δὲ εἶπον, “˚Ἰησοῦν τὸν Ναζωραῖον.” 8Ἀπεκρίθη ˚Ἰησοῦς, “Εἶπον ὑμῖν ὅτι ἐγώ εἰμι. Εἰ οὖν ἐμὲ ζητεῖτε, ἄφετε τούτους ὑπάγειν”· 9ἵνα πληρωθῇ ὁ λόγος ὃν εἶπεν, ὅτι “Οὓς δέδωκάς μοι, οὐκ ἀπώλεσα ἐξ αὐτῶν οὐδένα.” 10Σίμων οὖν Πέτρος ἔχων μάχαιραν, εἵλκυσεν αὐτὴν καὶ ἔπαισεν τὸν τοῦ ἀρχιερέως δοῦλον, καὶ ἀπέκοψεν αὐτοῦ τὸ ὠτάριον τὸ δεξιόν. Ἦν δὲ ὄνομα τῷ δούλῳ Μάλχος. 11Εἶπεν οὖν ὁ ˚Ἰησοῦς τῷ Πέτρῳ, “Βάλε τὴν μάχαιραν εἰς τὴν θήκην· τὸ ποτήριον ὃ δέδωκέν μοι ὁ Πατὴρ, οὐ μὴ πίω αὐτό;”

12Ἡ οὖν σπεῖρα, καὶ ὁ χιλίαρχος, καὶ οἱ ὑπηρέται τῶν Ἰουδαίων, συνέλαβον τὸν ˚Ἰησοῦν καὶ ἔδησαν αὐτὸν. 13Καὶ ἤγαγον πρὸς Ἅνναν πρῶτον, ἦν γὰρ πενθερὸς τοῦ Καϊάφα, ὃς ἦν ἀρχιερεὺς τοῦ ἐνιαυτοῦ ἐκείνου. 14Ἦν δὲ Καϊάφας ὁ συμβουλεύσας τοῖς Ἰουδαίοις ὅτι συμφέρει ἕνα ἄνθρωπον ἀποθανεῖν ὑπὲρ τοῦ λαοῦ.

15Ἠκολούθει δὲ τῷ ˚Ἰησοῦ Σίμων Πέτρος καὶ ἄλλος μαθητής. Ὁ δὲ μαθητὴς ἐκεῖνος ἦν γνωστὸς τῷ ἀρχιερεῖ, καὶ συνεισῆλθεν τῷ ˚Ἰησοῦ εἰς τὴν αὐλὴν τοῦ ἀρχιερέως. 16Ὁ δὲ Πέτρος εἱστήκει πρὸς τῇ θύρᾳ ἔξω. Ἐξῆλθεν οὖν ὁ μαθητὴς ὁ ἄλλος ὁ ἦν γνωστὸς τοῦ ἀρχιερέως, καὶ εἶπεν τῇ θυρωρῷ καὶ εἰσήγαγεν τὸν Πέτρον. 17Λέγει οὖν ἡ παιδίσκη ἡ θυρωρὸς τῷ Πέτρῳ, “Μὴ καὶ σὺ ἐκ τῶν μαθητῶν εἶ τοῦ ἀνθρώπου τούτου;” Λέγει ἐκεῖνος, “Οὐκ εἰμί.” 18Εἱστήκεισαν δὲ οἱ δοῦλοι καὶ οἱ ὑπηρέται, ἀνθρακιὰν πεποιηκότες, ὅτι ψῦχος ἦν, καὶ ἐθερμαίνοντο· ἦν δὲ καὶ ὁ Πέτρος μετʼ αὐτῶν ἑστὼς καὶ θερμαινόμενος.

19Ὁ οὖν ἀρχιερεὺς ἠρώτησεν τὸν ˚Ἰησοῦν περὶ τῶν μαθητῶν αὐτοῦ, καὶ περὶ τῆς διδαχῆς αὐτοῦ. 20Ἀπεκρίθη αὐτῷ ˚Ἰησοῦς, “Ἐγὼ παρρησίᾳ λελάληκα τῷ κόσμῳ· ἐγὼ πάντοτε ἐδίδαξα ἐν συναγωγῇ καὶ ἐν τῷ ἱερῷ, ὅπου πάντες οἱ Ἰουδαῖοι συνέρχονται, καὶ ἐν κρυπτῷ ἐλάλησα οὐδέν. 21Τί με ἐρωτᾷς; Ἐρώτησον τοὺς ἀκηκοότας τί ἐλάλησα αὐτοῖς· ἴδε, οὗτοι οἴδασιν ἃ εἶπον ἐγώ.” 22Ταῦτα δὲ αὐτοῦ εἰπόντος, εἷς παρεστηκὼς τῶν ὑπηρετῶν ἔδωκεν ῥάπισμα τῷ ˚Ἰησοῦ εἰπών, “Οὕτως ἀποκρίνῃ τῷ ἀρχιερεῖ;” 23Ἀπεκρίθη αὐτῷ ˚Ἰησοῦς, “Εἰ κακῶς ἐλάλησα, μαρτύρησον περὶ τοῦ κακοῦ· εἰ δὲ καλῶς, τί με δέρεις;” 24Ἀπέστειλεν οὖν αὐτὸν ὁ Ἅννας, δεδεμένον πρὸς Καϊάφαν τὸν ἀρχιερέα.

25Ἦν δὲ Σίμων Πέτρος ἑστὼς καὶ θερμαινόμενος. Εἶπον οὖν αὐτῷ, “Μὴ καὶ σὺ ἐκ τῶν μαθητῶν αὐτοῦ εἶ;” Ἠρνήσατο ἐκεῖνος καὶ εἶπεν, “Οὐκ εἰμί.” 26Λέγει εἷς ἐκ τῶν δούλων τοῦ ἀρχιερέως, συγγενὴς ὢν οὗ ἀπέκοψεν Πέτρος τὸ ὠτίον, “Οὐκ ἐγώ σε εἶδον ἐν τῷ κήπῳ μετʼ αὐτοῦ;” 27Πάλιν οὖν ἠρνήσατο Πέτρος, καὶ εὐθέως ἀλέκτωρ ἐφώνησεν.

28Ἄγουσιν οὖν τὸν ˚Ἰησοῦν ἀπὸ τοῦ Καϊάφα εἰς τὸ πραιτώριον· ἦν δὲ πρωΐ. Καὶ αὐτοὶ οὐκ εἰσῆλθον εἰς τὸ πραιτώριον, ἵνα μὴ μιανθῶσιν, ἀλλὰ φάγωσιν τὸ Πάσχα. 29Ἐξῆλθεν οὖν ὁ Πιλᾶτος ἔξω πρὸς αὐτοὺς καὶ φησίν, “Τίνα κατηγορίαν φέρετε κατὰ τοῦ ἀνθρώπου τούτου;” 30Ἀπεκρίθησαν καὶ εἶπαν αὐτῷ, “Εἰ μὴ ἦν οὗτος κακὸν ποιῶν, οὐκ ἄν σοι παρεδώκαμεν αὐτόν.” 31Εἶπεν οὖν αὐτοῖς Πιλᾶτος, “Λάβετε αὐτὸν ὑμεῖς, καὶ κατὰ τὸν νόμον ὑμῶν, κρίνατε αὐτόν.” Εἶπον αὐτῷ οἱ Ἰουδαῖοι, “Ἡμῖν οὐκ ἔξεστιν ἀποκτεῖναι οὐδένα”· 32ἵνα ὁ λόγος τοῦ ˚Ἰησοῦ πληρωθῇ, ὃν εἶπεν, σημαίνων ποίῳ θανάτῳ ἤμελλεν ἀποθνῄσκειν.

33Εἰσῆλθεν οὖν πάλιν εἰς τὸ πραιτώριον ὁ Πιλᾶτος, καὶ ἐφώνησεν τὸν ˚Ἰησοῦν καὶ εἶπεν αὐτῷ, “Σὺ εἶ ὁ βασιλεὺς τῶν Ἰουδαίων;” 34Ἀπεκρίθη ˚Ἰησοῦς, “Ἀπὸ σεαυτοῦ σὺ τοῦτο λέγεις, ἢ ἄλλοι εἶπόν σοι περὶ ἐμοῦ;” 35Ἀπεκρίθη ὁ Πιλᾶτος, “Μήτι ἐγὼ Ἰουδαῖός εἰμι; Τὸ ἔθνος τὸ σὸν καὶ οἱ ἀρχιερεῖς παρέδωκάν σε ἐμοί. Τί ἐποίησας;” 36Ἀπεκρίθη ˚Ἰησοῦς, “Ἡ βασιλεία ἡ ἐμὴ οὐκ ἔστιν ἐκ τοῦ κόσμου τούτου· εἰ ἐκ τοῦ κόσμου τούτου ἦν ἡ βασιλεία ἡ ἐμή, οἱ ὑπηρέται οἱ ἐμοὶ ἠγωνίζοντο ἄν, ἵνα μὴ παραδοθῶ τοῖς Ἰουδαίοις. Νῦν δὲ ἡ βασιλεία ἡ ἐμὴ οὐκ ἔστιν ἐντεῦθεν.” 37Εἶπεν οὖν αὐτῷ ὁ Πιλᾶτος, “Οὐκοῦν βασιλεὺς εἶ σύ;” Ἀπεκρίθη ὁ ˚Ἰησοῦς, “Σὺ λέγεις ὅτι βασιλεύς εἰμι Ἐγὼ. εἰς τοῦτο γεγέννημαι, καὶ εἰς τοῦτο ἐλήλυθα εἰς τὸν κόσμον, ἵνα μαρτυρήσω τῇ ἀληθείᾳ. Πᾶς ὁ ὢν ἐκ τῆς ἀληθείας, ἀκούει μου τῆς φωνῆς.” 38Λέγει αὐτῷ ὁ Πιλᾶτος, “Τί ἐστιν ἀλήθεια;”

Καὶ τοῦτο εἰπὼν, πάλιν ἐξῆλθεν πρὸς τοὺς Ἰουδαίους, καὶ λέγει αὐτοῖς, “Ἐγὼ οὐδεμίαν εὑρίσκω ἐν αὐτῷ αἰτίαν. 39Ἔστιν δὲ συνήθεια ὑμῖν, ἵνα ἕνα ἀπολύσω ὑμῖν ἐν τῷ Πάσχα· βούλεσθε οὖν ἀπολύσω ὑμῖν τὸν Βασιλέα τῶν Ἰουδαίων;” 40Ἐκραύγασαν οὖν πάλιν λέγοντες, “Μὴ τοῦτον, ἀλλὰ τὸν Βαραββᾶν!” Ἦν δὲ ὁ Βαραββᾶς λῃστής.

19Τότε οὖν ἔλαβεν ὁ Πιλᾶτος τὸν ˚Ἰησοῦν καὶ ἐμαστίγωσεν. 2Καὶ οἱ στρατιῶται πλέξαντες στέφανον ἐξ ἀκανθῶν, ἐπέθηκαν αὐτοῦ τῇ κεφαλῇ, καὶ ἱμάτιον πορφυροῦν περιέβαλον αὐτόν, 3καὶ ἤρχοντο πρὸς αὐτὸν καὶ ἔλεγον, “Χαῖρε, ὁ Βασιλεὺς τῶν Ἰουδαίων!” Καὶ ἐδίδοσαν αὐτῷ ῥαπίσματα. 4Καὶ ἐξῆλθεν πάλιν ἔξω ὁ Πιλᾶτος, καὶ λέγει αὐτοῖς, “Ἴδε, ἄγω ὑμῖν αὐτὸν ἔξω, ἵνα γνῶτε ὅτι αἰτίαν ἐν αὐτῷ οὐχ εὑρίσκω.” 5Ἐξῆλθεν οὖν ὁ ˚Ἰησοῦς ἔξω, φορῶν τὸν ἀκάνθινον στέφανον καὶ τὸ πορφυροῦν ἱμάτιον. Καὶ λέγει αὐτοῖς, “Ἰδοὺ, ὁ ἄνθρωπος!” 6Ὅτε οὖν εἶδον αὐτὸν οἱ ἀρχιερεῖς καὶ οἱ ὑπηρέται, ἐκραύγασαν λέγοντες, “Σταύρωσον! Σταύρωσον!” Λέγει αὐτοῖς ὁ Πιλᾶτος, “Λάβετε αὐτὸν ὑμεῖς καὶ σταυρώσατε, ἐγὼ γὰρ οὐχ εὑρίσκω ἐν αὐτῷ αἰτίαν.” 7Ἀπεκρίθησαν αὐτῷ οἱ Ἰουδαῖοι, “Ἡμεῖς νόμον ἔχομεν, καὶ κατὰ τὸν νόμον ὀφείλει ἀποθανεῖν, ὅτι Υἱὸν ˚Θεοῦ ἑαυτὸν ἐποίησεν.”

8Ὅτε οὖν ἤκουσεν ὁ Πιλᾶτος τοῦτον τὸν λόγον, μᾶλλον ἐφοβήθη. 9Καὶ εἰσῆλθεν εἰς τὸ πραιτώριον πάλιν, καὶ λέγει τῷ ˚Ἰησοῦ, “Πόθεν εἶ σύ;” Ὁ δὲ ˚Ἰησοῦς ἀπόκρισιν οὐκ ἔδωκεν αὐτῷ. 10Λέγει οὖν αὐτῷ ὁ Πιλᾶτος, “Ἐμοὶ οὐ λαλεῖς; Οὐκ οἶδας ὅτι ἐξουσίαν ἔχω ἀπολῦσαί σε, καὶ ἐξουσίαν ἔχω σταυρῶσαί σε;” 11Ἀπεκρίθη αὐτῷ ˚Ἰησοῦς, “Οὐκ εἶχες ἐξουσίαν κατʼ ἐμοῦ οὐδεμίαν, εἰ μὴ ἦν δεδομένον σοι ἄνωθεν. Διὰ τοῦτο ὁ παραδούς μέ σοι, μείζονα ἁμαρτίαν ἔχει.” 12Ἐκ τούτου ὁ Πιλᾶτος ἐζήτει ἀπολῦσαι αὐτόν. Οἱ δὲ Ἰουδαῖοι ἐκραύγασαν λέγοντες, “Ἐὰν τοῦτον ἀπολύσῃς, οὐκ εἶ φίλος τοῦ Καίσαρος. Πᾶς ὁ βασιλέα ἑαυτὸν ποιῶν, ἀντιλέγει τῷ Καίσαρι.”

13Ὁ οὖν Πιλᾶτος, ἀκούσας τῶν λόγων τούτων, ἤγαγεν ἔξω τὸν ˚Ἰησοῦν, καὶ ἐκάθισεν ἐπὶ βήματος, εἰς τόπον λεγόμενον Λιθόστρωτον, Ἑβραϊστὶ δὲ, Γαββαθᾶ. 14Ἦν δὲ παρασκευὴ τοῦ Πάσχα, ὥρα ἦν ὡς ἕκτη. Καὶ λέγει τοῖς Ἰουδαίοις, “Ἴδε, ὁ βασιλεὺς ὑμῶν!” 15Οἱ δὲ ἐκραύγασαν, “Ἆρον! Ἆρον! Σταύρωσον αὐτόν!” Λέγει αὐτοῖς ὁ Πιλᾶτος, “Τὸν βασιλέα ὑμῶν σταυρώσω;” Ἀπεκρίθησαν οἱ ἀρχιερεῖς, “Οὐκ ἔχομεν βασιλέα, εἰ μὴ Καίσαρα.” 16Τότε οὖν παρέδωκεν αὐτὸν αὐτοῖς, ἵνα σταυρωθῇ.

Παρέλαβον Δὲ τὸν ˚Ἰησοῦν· αὑτόν ἀπήγαγον 17Καὶ βαστάζων ἑαυτῷ τὸν σταυρὸν, ἐξῆλθεν εἰς τὸν λεγόμενον, “Κρανίου Τόπον”, ὃ λέγεται Ἑβραϊστὶ, Γολγοθᾶ, 18ὅπου αὐτὸν ἐσταύρωσαν, καὶ μετʼ αὐτοῦ ἄλλους δύο, ἐντεῦθεν καὶ ἐντεῦθεν, μέσον δὲ τὸν ˚Ἰησοῦν. 19Ἔγραψεν δὲ καὶ τίτλον ὁ Πιλᾶτος, καὶ ἔθηκεν ἐπὶ τοῦ σταυροῦ. Ἦν δὲ γεγραμμένον, “˚Ἰησοῦς ὁ Ναζωραῖος, ὁ Βασιλεὺς τῶν Ἰουδαίων.” 20Τοῦτον οὖν τὸν τίτλον πολλοὶ ἀνέγνωσαν τῶν Ἰουδαίων, ὅτι ἐγγὺς ἦν ὁ τόπος τῆς πόλεως, ὅπου ἐσταυρώθη ὁ ˚Ἰησοῦς· καὶ ἦν γεγραμμένον Ἑβραϊστί, Ῥωμαϊστί, Ἑλληνιστί. 21Ἔλεγον οὖν τῷ Πιλάτῳ οἱ ἀρχιερεῖς τῶν Ἰουδαίων, “Μὴ γράφε, ‘Ὁ Βασιλεὺς τῶν Ἰουδαίων’, ἀλλʼ ὅτι ἐκεῖνος εἶπεν, ‘Βασιλεὺς εἰμι τῶν Ἰουδαίων.’ ” 22Ἀπεκρίθη ὁ Πιλᾶτος, “Ὃ γέγραφα, γέγραφα.” 23Οἱ οὖν στρατιῶται ὅτε ἐσταύρωσαν τὸν ˚Ἰησοῦν, ἔλαβον τὰ ἱμάτια αὐτοῦ, καὶ ἐποίησαν τέσσαρα μέρη, ἑκάστῳ στρατιώτῃ μέρος, καὶ τὸν χιτῶνα. Ἦν δὲ ὁ χιτὼν ἄραφος, ἐκ τῶν ἄνωθεν ὑφαντὸς διʼ ὅλου. 24Εἶπον οὖν πρὸς ἀλλήλους, “Μὴ σχίσωμεν αὐτόν, ἀλλὰ λάχωμεν περὶ αὐτοῦ, τίνος ἔσται”· ἵνα ἡ Γραφὴ πληρωθῇ ἡ λέγουσα, “Διεμερίσαντο τὰ ἱμάτιά μου ἑαυτοῖς, καὶ ἐπὶ τὸν ἱματισμόν μου ἔβαλον κλῆρον.” Οἱ μὲν οὖν στρατιῶται ταῦτα ἐποίησαν. 25Εἱστήκεισαν δὲ παρὰ τῷ σταυρῷ τοῦ ˚Ἰησοῦ ἡ μήτηρ αὐτοῦ, καὶ ἡ ἀδελφὴ τῆς μητρὸς αὐτοῦ, Μαρία ἡ τοῦ Κλωπᾶ, καὶ Μαρία ἡ Μαγδαληνή. 26˚Ἰησοῦς οὖν ἰδὼν τὴν μητέρα, καὶ τὸν μαθητὴν παρεστῶτα ὃν ἠγάπα, λέγει τῇ μητρί, “Γύναι, ἰδοὺ, ὁ υἱός σου.” 27Εἶτα λέγει τῷ μαθητῇ, “Ἴδε, ἡ μήτηρ σου.” Καὶ ἀπʼ ἐκείνης τῆς ὥρας ἔλαβεν ὁ μαθητὴς αὐτὴν εἰς τὰ ἴδια.

28Μετὰ τοῦτο εἰδὼς ὁ ˚Ἰησοῦς ὅτι ἤδη πάντα τετέλεσται, ἵνα τελειωθῇ ἡ Γραφὴ, λέγει, “Διψῶ.” 29Σκεῦος ἔκειτο ὄξους μεστόν· σπόγγον οὖν μεστὸν τοῦ ὄξους ὑσσώπῳ περιθέντες, προσήνεγκαν αὐτοῦ τῷ στόματι. 30Ὅτε οὖν ἔλαβεν τὸ ὄξος ὁ ˚Ἰησοῦς, εἶπεν, “Τετέλεσται!” Καὶ κλίνας τὴν κεφαλὴν, παρέδωκεν τὸ πνεῦμα.

31Οἱ οὖν Ἰουδαῖοι, ἐπεὶ παρασκευὴ ἦν, ἵνα μὴ μείνῃ ἐπὶ τοῦ σταυροῦ τὰ σώματα ἐν τῷ Σαββάτῳ (ἦν γὰρ μεγάλη ἡ ἡμέρα ἐκείνου τοῦ Σαββάτου), ἠρώτησαν τὸν Πιλᾶτον ἵνα κατεαγῶσιν αὐτῶν τὰ σκέλη, καὶ ἀρθῶσιν. 32Ἦλθον οὖν οἱ στρατιῶται, καὶ τοῦ μὲν πρώτου κατέαξαν τὰ σκέλη, καὶ τοῦ ἄλλου τοῦ συσταυρωθέντος αὐτῷ· 33ἐπὶ δὲ τὸν ˚Ἰησοῦν ἐλθόντες, ὡς εἶδον ἤδη αὐτὸν τεθνηκότα, οὐ κατέαξαν αὐτοῦ τὰ σκέλη. 34Ἀλλʼ εἷς τῶν στρατιωτῶν λόγχῃ αὐτοῦ τὴν πλευρὰν ἔνυξεν, καὶ ἐξῆλθεν εὐθὺς αἷμα καὶ ὕδωρ. 35Καὶ ὁ ἑωρακὼς μεμαρτύρηκεν, καὶ ἀληθινὴ αὐτοῦ ἐστιν ἡ μαρτυρία, καὶ ἐκεῖνος οἶδεν ὅτι ἀληθῆ λέγει, ἵνα καὶ ὑμεῖς πιστεύητε. 36Ἐγένετο γὰρ ταῦτα, ἵνα ἡ Γραφὴ πληρωθῇ, “Ὀστοῦν οὐ συντριβήσεται αὐτοῦ.” 37Καὶ πάλιν ἑτέρα Γραφὴ λέγει, “Ὄψονται εἰς ὃν ἐξεκέντησαν.”

38Μετὰ δὲ ταῦτα, ἠρώτησεν τὸν Πιλᾶτον Ἰωσὴφ ὁ ἀπὸ Ἁριμαθαίας, ὢν μαθητὴς τοῦ ˚Ἰησοῦ, κεκρυμμένος δὲ διὰ τὸν φόβον τῶν Ἰουδαίων, ἵνα ἄρῃ τὸ σῶμα τοῦ ˚Ἰησοῦ· καὶ ἐπέτρεψεν ὁ Πιλᾶτος. Ἦλθον οὖν καὶ ἦραν αὑτόν. 39Ἦλθεν δὲ καὶ Νικόδημος, ὁ ἐλθὼν πρὸς αὐτὸν νυκτὸς τὸ πρῶτον, φέρων ἕλιγμα σμύρνης καὶ ἀλόης, ὡσεὶ λίτρας ἑκατόν. 40Ἔλαβον οὖν τὸ σῶμα τοῦ ˚Ἰησοῦ, καὶ ἔδησαν αὐτὸ ὀθονίοις μετὰ τῶν ἀρωμάτων, καθὼς ἔθος ἐστὶν τοῖς Ἰουδαίοις ἐνταφιάζειν. 41Ἦν δὲ ἐν τῷ τόπῳ ὅπου ἐσταυρώθη κῆπος, καὶ ἐν τῷ κήπῳ μνημεῖον καινόν, ἐν ᾧ οὐδέπω οὐδεὶς ἦν τεθειμένος. 42Ἐκεῖ οὖν διὰ τὴν παρασκευὴν τῶν Ἰουδαίων, ὅτι ἐγγὺς ἦν τὸ μνημεῖον, ἔθηκαν τὸν ˚Ἰησοῦν.

20Τῇ δὲ μιᾷ τῶν σαββάτων, Μαρία ἡ Μαγδαληνὴ ἔρχεται πρωῒ, σκοτίας ἔτι οὔσης, εἰς τὸ μνημεῖον, καὶ βλέπει τὸν λίθον ἠρμένον ἐκ τοῦ μνημείου. 2Τρέχει οὖν καὶ ἔρχεται πρὸς Σίμωνα Πέτρον, καὶ πρὸς τὸν ἄλλον μαθητὴν ὃν ἐφίλει ὁ ˚Ἰησοῦς, καὶ λέγει αὐτοῖς, “Ἦραν τὸν ˚Κύριον ἐκ τοῦ μνημείου, καὶ οὐκ οἴδαμεν ποῦ ἔθηκαν αὐτόν.” 3Ἐξῆλθεν οὖν ὁ Πέτρος καὶ ὁ ἄλλος μαθητής, καὶ ἤρχοντο εἰς τὸ μνημεῖον. 4Ἔτρεχον δὲ οἱ δύο ὁμοῦ, καὶ ὁ ἄλλος μαθητὴς προέδραμεν τάχιον τοῦ Πέτρου, καὶ ἦλθεν πρῶτος εἰς τὸ μνημεῖον. 5Καὶ παρακύψας, βλέπει κείμενα τὰ ὀθόνια, οὐ μέντοι εἰσῆλθεν. 6Ἔρχεται οὖν καὶ Σίμων Πέτρος ἀκολουθῶν αὐτῷ, καὶ εἰσῆλθεν εἰς τὸ μνημεῖον, καὶ θεωρεῖ τὰ ὀθόνια κείμενα, 7καὶ τὸ σουδάριον, ὃ ἦν ἐπὶ τῆς κεφαλῆς αὐτοῦ, οὐ μετὰ τῶν ὀθονίων κείμενον, ἀλλὰ χωρὶς ἐντετυλιγμένον εἰς ἕνα τόπον. 8Τότε οὖν εἰσῆλθεν καὶ ὁ ἄλλος μαθητὴς, ὁ ἐλθὼν πρῶτος εἰς τὸ μνημεῖον, καὶ εἶδεν καὶ ἐπίστευσεν· 9οὐδέπω γὰρ ᾔδεισαν τὴν Γραφὴν ὅτι δεῖ αὐτὸν ἐκ νεκρῶν ἀναστῆναι. 10Ἀπῆλθον οὖν πάλιν πρὸς αὑτοὺς οἱ μαθηταί.

11Μαρία δὲ εἱστήκει πρὸς τῷ μνημείῳ ἔξω κλαίουσα. Ὡς οὖν ἔκλαιεν, παρέκυψεν εἰς τὸ μνημεῖον, 12καὶ θεωρεῖ δύο ἀγγέλους ἐν λευκοῖς καθεζομένους, ἕνα πρὸς τῇ κεφαλῇ, καὶ ἕνα πρὸς τοῖς ποσίν, ὅπου ἔκειτο τὸ σῶμα τοῦ ˚Ἰησοῦ. 13Καὶ λέγουσιν αὐτῇ ἐκεῖνοι, “Γύναι, τί κλαίεις;” Λέγει αὐτοῖς, “Ὅτι ἦραν τὸν ˚Κύριόν μου, καὶ οὐκ οἶδα ποῦ ἔθηκαν αὐτόν.” 14Ταῦτα εἰποῦσα, ἐστράφη εἰς τὰ ὀπίσω, καὶ θεωρεῖ τὸν ˚Ἰησοῦν ἑστῶτα, καὶ οὐκ ᾔδει ὅτι ˚Ἰησοῦς ἐστιν. 15Λέγει αὐτῇ ˚Ἰησοῦς, “Γύναι, τί κλαίεις; Τίνα ζητεῖς;” Ἐκείνη δοκοῦσα ὅτι ὁ κηπουρός ἐστιν, λέγει αὐτῷ, “Κύριε, εἰ σὺ ἐβάστασας αὐτόν, εἰπέ μοι ποῦ ἔθηκας αὐτόν, κἀγὼ αὐτὸν ἀρῶ.” 16Λέγει αὐτῇ ὁ ˚Ἰησοῦς, “Μαριάμ!” Στραφεῖσα ἐκείνη λέγει αὐτῷ Ἑβραϊστί, “Ραββουνί” (ὃ λέγεται, “Διδάσκαλε”). 17Λέγει αὐτῇ ὁ ˚Ἰησοῦς, “Μή μου ἅπτου, οὔπω γὰρ ἀναβέβηκα πρὸς τὸν Πατέρα· πορεύου δὲ πρὸς τοὺς ἀδελφούς μου, καὶ εἰπὲ αὐτοῖς, ‘Ἀναβαίνω πρὸς τὸν Πατέρα μου, καὶ Πατέρα ὑμῶν, καὶ ˚Θεόν μου, καὶ ˚Θεὸν ὑμῶν.’ ” 18Ἔρχεται Μαριὰμ ἡ Μαγδαληνὴ ἀγγέλλουσα τοῖς μαθηταῖς, ὅτι “Ἑώρακα τὸν ˚Κύριον”, καὶ ταῦτα εἶπεν αὐτῇ.

19Οὔσης οὖν ὀψίας τῇ ἡμέρᾳ ἐκείνῃ τῇ μιᾷ σαββάτων, καὶ τῶν θυρῶν κεκλεισμένων ὅπου ἦσαν οἱ μαθηταὶ διὰ τὸν φόβον τῶν Ἰουδαίων, ἦλθεν ὁ ˚Ἰησοῦς καὶ ἔστη εἰς τὸ μέσον, καὶ λέγει αὐτοῖς, “Εἰρήνη ὑμῖν.” 20Καὶ τοῦτο εἰπὼν, ἔδειξεν τὰς χεῖρας καὶ τὴν πλευρὰν αὐτοῖς. Ἐχάρησαν οὖν οἱ μαθηταὶ, ἰδόντες τὸν ˚Κύριον. 21Εἶπεν οὖν αὐτοῖς ὁ ˚Ἰησοῦς πάλιν, “Εἰρήνη ὑμῖν· καθὼς ἀπέσταλκέν με ὁ Πατήρ, κἀγὼ πέμπω ὑμᾶς.” 22Καὶ τοῦτο εἰπὼν, ἐνεφύσησεν καὶ λέγει αὐτοῖς, “Λάβετε ˚Πνεῦμα Ἅγιον. 23Ἄν τινων ἀφῆτε τὰς ἁμαρτίας, ἀφέωνται αὐτοῖς· ἄν τινων κρατῆτε, κεκράτηνται.”

24Θωμᾶς δὲ, εἷς ἐκ τῶν δώδεκα, ὁ λεγόμενος Δίδυμος, οὐκ ἦν μετʼ αὐτῶν ὅτε ἦλθεν ˚Ἰησοῦς. 25Ἔλεγον οὖν αὐτῷ οἱ ἄλλοι μαθηταί, “Ἑωράκαμεν τὸν ˚Κύριον.” Ὁ δὲ εἶπεν αὐτοῖς, “Ἐὰν μὴ ἴδω ἐν ταῖς χερσὶν αὐτοῦ τὸν τύπον τῶν ἥλων, καὶ βάλω τὸν δάκτυλόν μου εἰς τὸν τύπον τῶν ἥλων, καὶ βάλω μου τὴν χεῖραν εἰς τὴν πλευρὰν αὐτοῦ, οὐ μὴ πιστεύσω.”

26Καὶ μεθʼ ἡμέρας ὀκτὼ πάλιν ἦσαν ἔσω οἱ μαθηταὶ αὐτοῦ, καὶ Θωμᾶς μετʼ αὐτῶν. Ἔρχεται ὁ ˚Ἰησοῦς, τῶν θυρῶν κεκλεισμένων, καὶ ἔστη εἰς τὸ μέσον, καὶ εἶπεν, “Εἰρήνη ὑμῖν.” 27Εἶτα λέγει τῷ Θωμᾷ, “Φέρε τὸν δάκτυλόν σου ὧδε, καὶ ἴδε τὰς χεῖράς μου, καὶ φέρε τὴν χεῖρά σου, καὶ βάλε εἰς τὴν πλευράν μου, καὶ μὴ γίνου ἄπιστος, ἀλλὰ πιστός.” 28Ἀπεκρίθη Θωμᾶς καὶ εἶπεν αὐτῷ, “Ὁ ˚Κύριός μου καὶ ὁ ˚Θεός μου!” 29Λέγει αὐτῷ ὁ ˚Ἰησοῦς, “Ὅτι ἑώρακάς με, πεπίστευκας· μακάριοι οἱ μὴ ἰδόντες, καὶ πιστεύσαντες.”

30Πολλὰ μὲν οὖν καὶ ἄλλα σημεῖα ἐποίησεν ὁ ˚Ἰησοῦς ἐνώπιον τῶν μαθητῶν αὐτοῦ, ἃ οὐκ ἔστιν γεγραμμένα ἐν τῷ βιβλίῳ τούτῳ. 31Ταῦτα δὲ γέγραπται, ἵνα πιστεύητε ὅτι ˚Ἰησοῦς ἐστιν ὁ ˚Χριστὸς, ὁ Υἱὸς τοῦ ˚Θεοῦ, καὶ ἵνα πιστεύοντες, ζωὴν ἔχητε ἐν τῷ ὀνόματι αὐτοῦ.

21Μετὰ ταῦτα, ἐφανέρωσεν ἑαυτὸν πάλιν ˚Ἰησοῦς τοῖς μαθηταῖς ἐπὶ τῆς θαλάσσης τῆς Τιβεριάδος· ἐφανέρωσεν δὲ οὕτως: 2ἦσαν ὁμοῦ Σίμων Πέτρος, καὶ Θωμᾶς ὁ λεγόμενος Δίδυμος, καὶ Ναθαναὴλ ὁ ἀπὸ Κανὰ τῆς Γαλιλαίας, καὶ οἱ τοῦ Ζεβεδαίου, καὶ ἄλλοι ἐκ τῶν μαθητῶν αὐτοῦ δύο. 3Λέγει αὐτοῖς Σίμων Πέτρος, “Ὑπάγω ἁλιεύειν.” Λέγουσιν αὐτῷ, “Ἐρχόμεθα καὶ ἡμεῖς σὺν σοί.” Ἐξῆλθον καὶ ἐνέβησαν εἰς τὸ πλοῖον, καὶ ἐν ἐκείνῃ τῇ νυκτὶ ἐπίασαν οὐδέν.

4Πρωΐας δὲ ἤδη γινομένης, ἔστη ˚Ἰησοῦς εἰς τὸν αἰγιαλόν· οὐ μέντοι ᾔδεισαν οἱ μαθηταὶ ὅτι ˚Ἰησοῦς ἐστιν. 5Λέγει οὖν αὐτοῖς ˚Ἰησοῦς, “Παιδία, μή τι προσφάγιον ἔχετε;” Ἀπεκρίθησαν αὐτῷ, “Οὔ.” 6Ὁ δὲ εἶπεν αὐτοῖς, “Βάλετε εἰς τὰ δεξιὰ μέρη τοῦ πλοίου τὸ δίκτυον, καὶ εὑρήσετε.” Ἔβαλον οὖν, καὶ οὐκέτι αὐτὸ ἑλκύσαι ἴσχυον ἀπὸ τοῦ πλήθους τῶν ἰχθύων. 7Λέγει οὖν ὁ μαθητὴς ἐκεῖνος ὃν ἠγάπα ὁ ˚Ἰησοῦς τῷ Πέτρῳ, “Ὁ ˚Κύριός ἐστιν.” Σίμων οὖν Πέτρος ἀκούσας ὅτι ὁ ˚Κύριός ἐστιν, τὸν ἐπενδύτην διεζώσατο, ἦν γὰρ γυμνός, καὶ ἔβαλεν ἑαυτὸν εἰς τὴν θάλασσαν. 8Οἱ δὲ ἄλλοι μαθηταὶ τῷ πλοιαρίῳ ἦλθον, οὐ γὰρ ἦσαν μακρὰν ἀπὸ τῆς γῆς, ἀλλὰ ὡς ἀπὸ πηχῶν διακοσίων, σύροντες τὸ δίκτυον τῶν ἰχθύων.

9Ὡς οὖν ἀπέβησαν εἰς τὴν γῆν, βλέπουσιν ἀνθρακιὰν κειμένην, καὶ ὀψάριον ἐπικείμενον, καὶ ἄρτον. 10Λέγει αὐτοῖς ὁ ˚Ἰησοῦς, “Ἐνέγκατε ἀπὸ τῶν ὀψαρίων ὧν ἐπιάσατε νῦν.” 11Ἀνέβη οὖν Σίμων Πέτρος, καὶ εἵλκυσεν τὸ δίκτυον εἰς τὴν γῆν μεστὸν ἰχθύων μεγάλων ἑκατὸν πεντήκοντα τριῶν· καὶ τοσούτων ὄντων, οὐκ ἐσχίσθη τὸ δίκτυον. 12Λέγει αὐτοῖς ὁ ˚Ἰησοῦς, “Δεῦτε, ἀριστήσατε.” Οὐδεὶς δὲ ἐτόλμα τῶν μαθητῶν ἐξετάσαι αὐτόν, “Σὺ τίς εἶ;” Εἰδότες ὅτι ὁ ˚Κύριός ἐστιν. 13Ἔρχεται ˚Ἰησοῦς, καὶ λαμβάνει τὸν ἄρτον καὶ δίδωσιν αὐτοῖς, καὶ τὸ ὀψάριον ὁμοίως. 14Τοῦτο ἤδη τρίτον ἐφανερώθη ˚Ἰησοῦς τοῖς μαθηταῖς, ἐγερθεὶς ἐκ νεκρῶν.

15Ὅτε οὖν ἠρίστησαν, λέγει τῷ Σίμωνι Πέτρῳ ὁ ˚Ἰησοῦς, “Σίμων Ἰωάννου, ἀγαπᾷς με πλέον τούτων;” Λέγει αὐτῷ, “Ναί, ˚Κύριε, σὺ οἶδας ὅτι φιλῶ σε.” Λέγει αὐτῷ, “Βόσκε τὰ ἀρνία μου.” 16Λέγει αὐτῷ πάλιν δεύτερον, “Σίμων Ἰωάννου, ἀγαπᾷς με;” Λέγει αὐτῷ, “Ναί, ˚Κύριε, σὺ οἶδας ὅτι φιλῶ σε.” Λέγει αὐτῷ, “Ποίμαινε τὰ πρόβατά μου.” 17Λέγει αὐτῷ τὸ τρίτον, “Σίμων Ἰωάννου, φιλεῖς με;” Ἐλυπήθη ὁ Πέτρος ὅτι εἶπεν αὐτῷ τὸ τρίτον, “Φιλεῖς με;” Καὶ λέγει αὐτῷ, “˚Κύριε, πάντα σὺ οἶδας, σὺ γινώσκεις ὅτι φιλῶ σε.” Λέγει αὐτῷ ˚Ἰησοῦς, “Βόσκε τὰ προβάτιά μου.” 18Ἀμὴν, ἀμὴν, λέγω σοι, ὅτε ἦς νεώτερος, ἐζώννυες σεαυτὸν, καὶ περιεπάτεις ὅπου ἤθελες· ὅταν δὲ γηράσῃς, ἐκτενεῖς τὰς χεῖράς σου, καὶ ἄλλος ζώσουσιν σε, καὶ οἴσει ὅπου οὐ θέλεις. 19Τοῦτο δὲ εἶπεν, σημαίνων ποίῳ θανάτῳ δοξάσει τὸν ˚Θεόν. Καὶ τοῦτο εἰπὼν, λέγει αὐτῷ, “Ἀκολούθει μοι.”

20Ἐπιστραφεὶς, ὁ Πέτρος βλέπει τὸν μαθητὴν ὃν ἠγάπα ὁ ˚Ἰησοῦς ἀκολουθοῦντα, ὃς καὶ ἀνέπεσεν ἐν τῷ δείπνῳ ἐπὶ τὸ στῆθος αὐτοῦ καὶ εἶπεν, “˚Κύριε, τίς ἐστιν, ὁ παραδιδούς σε;” 21Τοῦτον οὖν ἰδὼν, ὁ Πέτρος λέγει τῷ ˚Ἰησοῦ, “˚Κύριε, οὗτος δὲ τί;” 22Λέγει αὐτῷ ὁ ˚Ἰησοῦς, “Ἐὰν αὐτὸν θέλω μένειν ἕως ἔρχομαι, τί πρὸς σέ; Σύ μοι ἀκολούθει!” 23Ἐξῆλθεν οὖν οὗτος ὁ λόγος εἰς τοὺς ἀδελφοὺς, ὅτι ὁ μαθητὴς ἐκεῖνος οὐκ ἀποθνῄσκει. Οὐκ εἶπεν δὲ αὐτῷ ὁ ˚Ἰησοῦς ὅτι Οὐκ ἀποθνῄσκει, ἀλλʼ, “Ἐὰν αὐτὸν θέλω μένειν ἕως ἔρχομαι, τί πρὸς σέ;”

24Οὗτός ἐστιν ὁ μαθητὴς ὁ μαρτυρῶν περὶ τούτων, καὶ ὁ γράψας ταῦτα, καὶ οἴδαμεν ὅτι ἀληθὴς αὐτοῦ ἡ μαρτυρία ἐστίν. 25Ἔστιν δὲ καὶ ἄλλα πολλὰ ἃ ἐποίησεν ὁ ˚Ἰησοῦς, ἅτινα ἐὰν γράφηται καθʼ ἕν, οὐδʼ αὐτὸν οἶμαι τὸν κόσμον χωρήσειν τὰ γραφόμενα βιβλία.