Open Bible Data Home  About  News  OET Key

OETOET-RVOET-LVULTUSTBSBBLBAICNTOEBWEBBEWMBBNETLSVFBVTCNTT4TLEBBBEMoffJPSWymthASVDRAYLTDrbyRVWbstrKJB-1769KJB-1611BshpsGnvaCvdlTNTWyclSR-GNTUHBBrLXXBrTrRelatedTopicsParallelInterlinearReferenceDictionarySearch

SR-GNT By Document By ChapterDetails

SR-GNT MATMARKLUKEYHNACTsROM1COR2CORGALEPHPHPCOL1TH2TH1TIM2TIMTITPHMHEBYAC1PET2PET1YHN2YHN3YHNYUDREV

SR-GNT 1YHN

1JN Statistical Restoration (SR) Greek New Testament

Copyright © 2022-2024 by Alan Bunning. All rights reserved.

Released under Creative Commons Attribution 4.0 International License (CC BY 4.0).

You must give credit to Alan Bunning and the Center for New Testament Restoration, and any derivative work must likewise require that this attribution be included.

Generated on 7/16/2024.

Ἰωάννου Α

1Ὃ ἦν ἀπʼ ἀρχῆς, ὃ ἀκηκόαμεν, ὃ ἑωράκαμεν τοῖς ὀφθαλμοῖς ἡμῶν, ὃ ἐθεασάμεθα, καὶ αἱ χεῖρες ἡμῶν ἐψηλάφησαν, περὶ τοῦ λόγου τῆς ζωῆς– 2καὶ ἡ ζωὴ ἐφανερώθη, καὶ ἑωράκαμεν, καὶ μαρτυροῦμεν, καὶ ἀπαγγέλλομεν ὑμῖν, τὴν ζωὴν τὴν αἰώνιον, ἥτις ἦν πρὸς τὸν Πατέρα, καὶ ἐφανερώθη ἡμῖν– 3ὃ ἑωράκαμεν, καὶ ἀκηκόαμεν, ἀπαγγέλλομεν καὶ ὑμῖν, ἵνα καὶ ὑμεῖς κοινωνίαν ἔχητε μεθʼ ἡμῶν· καὶ ἡ κοινωνία δὲ ἡ ἡμετέρα μετὰ τοῦ Πατρὸς, καὶ μετὰ τοῦ Υἱοῦ αὐτοῦ, ˚Ἰησοῦ ˚Χριστοῦ. 4Καὶ ταῦτα γράφομεν ἡμεῖς, ἵνα ἡ χαρὰ ἡμῶν ᾖ πεπληρωμένη.

5Καὶ ἔστιν αὕτη ἡ ἀγγελία ἣν ἀκηκόαμεν ἀπʼ αὐτοῦ καὶ ἀναγγέλλομεν ὑμῖν, ὅτι ὁ ˚Θεὸς φῶς ἐστιν, καὶ σκοτία ἐν αὐτῷ, οὐκ ἔστιν οὐδεμία. 6Ἐὰν εἴπωμεν ὅτι κοινωνίαν ἔχομεν μετʼ αὐτοῦ, καὶ ἐν τῷ σκότει περιπατῶμεν, ψευδόμεθα καὶ οὐ ποιοῦμεν τὴν ἀλήθειαν. 7Ἐὰν δὲ ἐν τῷ φωτὶ περιπατῶμεν, ὡς αὐτός ἐστιν ἐν τῷ φωτί, κοινωνίαν ἔχομεν μετʼ ἀλλήλων, καὶ τὸ αἷμα ˚Ἰησοῦ τοῦ Υἱοῦ αὐτοῦ, καθαρίζει ἡμᾶς ἀπὸ πάσης ἁμαρτίας. 8Ἐὰν εἴπωμεν ὅτι ἁμαρτίαν οὐκ ἔχομεν, ἑαυτοὺς πλανῶμεν καὶ ἡ ἀλήθεια οὐκ ἔστιν ἐν ἡμῖν. 9Ἐὰν ὁμολογῶμεν τὰς ἁμαρτίας ἡμῶν, πιστός ἐστιν καὶ δίκαιος, ἵνα ἀφῇ ἡμῖν τὰς ἁμαρτίας, καὶ καθαρίσῃ ἡμᾶς ἀπὸ πάσης ἀδικίας. 10Ἐὰν εἴπωμεν ὅτι οὐχ ἡμαρτήκαμεν, ψεύστην ποιοῦμεν αὐτὸν, καὶ ὁ λόγος αὐτοῦ οὐκ ἔστιν ἐν ἡμῖν.

2Τεκνία μου, ταῦτα γράφω ὑμῖν, ἵνα μὴ ἁμάρτητε. Καὶ ἐάν τις ἁμάρτῃ, Παράκλητον ἔχομεν πρὸς τὸν Πατέρα, ˚Ἰησοῦν ˚Χριστὸν δίκαιον, 2καὶ αὐτὸς ἱλασμός ἐστιν περὶ τῶν ἁμαρτιῶν ἡμῶν, οὐ περὶ τῶν ἡμετέρων δὲ μόνον, ἀλλὰ καὶ περὶ ὅλου τοῦ κόσμου.

3Καὶ ἐν τούτῳ γινώσκομεν ὅτι ἐγνώκαμεν αὐτόν, ἐὰν τὰς ἐντολὰς αὐτοῦ τηρῶμεν. 4Ὁ λέγων, ὅτι “Ἔγνωκα αὐτὸν”, καὶ τὰς ἐντολὰς αὐτοῦ μὴ τηρῶν, ψεύστης ἐστίν, καὶ ἐν τούτῳ ἡ ἀλήθεια οὐκ ἔστιν· 5ὃς δʼ ἂν τηρῇ αὐτοῦ τὸν λόγον, ἀληθῶς ἐν τούτῳ ἡ ἀγάπη τοῦ ˚Θεοῦ τετελείωται. Ἐν τούτῳ γινώσκομεν ὅτι ἐν αὐτῷ ἐσμεν: 6ὁ λέγων ἐν αὐτῷ μένειν, ὀφείλει καθὼς ἐκεῖνος περιεπάτησεν, καὶ αὐτὸς περιπατεῖν.

7Ἀγαπητοί, οὐκ ἐντολὴν καινὴν γράφω ὑμῖν, ἀλλʼ ἐντολὴν παλαιὰν, ἣν εἴχετε ἀπʼ ἀρχῆς. Ἡ ἐντολὴ ἡ παλαιά ἐστιν ὁ λόγος ὃν ἠκούσατε. 8Πάλιν ἐντολὴν καινὴν γράφω ὑμῖν, ὅ ἐστιν ἀληθὲς ἐν αὐτῷ καὶ ἐν ὑμῖν, ὅτι ἡ σκοτία παράγεται, καὶ τὸ φῶς τὸ ἀληθινὸν ἤδη φαίνει. 9Ὁ λέγων ἐν τῷ φωτὶ εἶναι, καὶ τὸν ἀδελφὸν αὐτοῦ μισῶν, ἐν τῇ σκοτίᾳ ἐστὶν ἕως ἄρτι. 10Ὁ ἀγαπῶν τὸν ἀδελφὸν αὐτοῦ, ἐν τῷ φωτὶ μένει, καὶ σκάνδαλον ἐν αὐτῷ οὐκ ἔστιν 11Ὁ δὲ μισῶν τὸν ἀδελφὸν αὐτοῦ, ἐν τῇ σκοτίᾳ ἐστὶν, καὶ ἐν τῇ σκοτίᾳ περιπατεῖ, καὶ οὐκ οἶδεν ποῦ ὑπάγει, ὅτι ἡ σκοτία ἐτύφλωσεν τοὺς ὀφθαλμοὺς αὐτοῦ.

12Γράφω ὑμῖν, τεκνία, ὅτι ἀφέωνται ὑμῖν αἱ ἁμαρτίαι, διὰ τὸ ὄνομα αὐτοῦ. 13Γράφω ὑμῖν, πατέρες, ὅτι ἐγνώκατε τὸν ἀπʼ ἀρχῆς. Γράφω ὑμῖν, νεανίσκοι, ὅτι νενικήκατε τὸν πονηρόν. 14Ἔγραψα ὑμῖν, παιδία, ὅτι ἐγνώκατε τὸν Πατέρα. Ἔγραψα ὑμῖν, πατέρες, ὅτι ἐγνώκατε τὸν ἀπʼ ἀρχῆς. Ἔγραψα ὑμῖν, νεανίσκοι, ὅτι ἰσχυροί ἐστε, καὶ ὁ λόγος τοῦ ˚Θεοῦ ἐν ὑμῖν μένει, καὶ νενικήκατε τὸν πονηρόν.

15Μὴ ἀγαπᾶτε τὸν κόσμον, μηδὲ τὰ ἐν τῷ κόσμῳ. Ἐάν τις ἀγαπᾷ τὸν κόσμον, οὐκ ἔστιν ἡ ἀγάπη τοῦ Πατρὸς ἐν αὐτῷ. 16Ὅτι πᾶν τὸ ἐν τῷ κόσμῳ, ἡ ἐπιθυμία τῆς σαρκὸς, καὶ ἡ ἐπιθυμία τῶν ὀφθαλμῶν, καὶ ἡ ἀλαζονεία τοῦ βίου, οὐκ ἔστιν ἐκ τοῦ Πατρός, ἀλλʼ ἐκ τοῦ κόσμου ἐστίν. 17Καὶ ὁ κόσμος παράγεται, καὶ ἡ ἐπιθυμία αὐτοῦ, ὁ δὲ ποιῶν τὸ θέλημα τοῦ ˚Θεοῦ, μένει εἰς τὸν αἰῶνα.

18Παιδία, ἐσχάτη ὥρα ἐστίν, καὶ καθὼς ἠκούσατε ὅτι ἀντίχριστος ἔρχεται, καὶ νῦν ἀντίχριστοι πολλοὶ γεγόνασιν, ὅθεν γινώσκομεν ὅτι ἐσχάτη ὥρα ἐστίν. 19Ἐξ ἡμῶν ἐξῆλθαν, ἀλλʼ οὐκ ἦσαν ἐξ ἡμῶν· εἰ γὰρ ἐξ ἡμῶν ἦσαν, μεμενήκεισαν ἂν μεθʼ ἡμῶν· ἀλλʼ ἵνα φανερωθῶσιν ὅτι οὐκ εἰσὶν πάντες ἐξ ἡμῶν. 20Καὶ ὑμεῖς χρῖσμα ἔχετε ἀπὸ τοῦ Ἁγίου, καὶ οἴδατε πάντες. 21Οὐκ ἔγραψα ὑμῖν ὅτι οὐκ οἴδατε τὴν ἀλήθειαν, ἀλλʼ ὅτι οἴδατε αὐτήν, καὶ ὅτι πᾶν ψεῦδος ἐκ τῆς ἀληθείας οὐκ ἔστιν. 22Τίς ἐστιν ὁ ψεύστης, εἰ μὴ ὁ ἀρνούμενος ὅτι ˚Ἰησοῦς οὐκ ἔστιν ὁ ˚Χριστός; Οὗτός ἐστιν ὁ ἀντίχριστος, ὁ ἀρνούμενος τὸν Πατέρα καὶ τὸν Υἱόν. 23Πᾶς ὁ ἀρνούμενος τὸν Υἱὸν, οὐδὲ τὸν Πατέρα ἔχει. Ὁ ὁμολογῶν τὸν Υἱὸν, καὶ τὸν Πατέρα ἔχει. 24Ὑμεῖς ὃ ἠκούσατε ἀπʼ ἀρχῆς, ἐν ὑμῖν μενέτω. Ἐὰν ἐν ὑμῖν μείνῃ ὃ ἀπʼ ἀρχῆς ἠκούσατε, καὶ ὑμεῖς ἐν τῷ Υἱῷ καὶ ἐν τῷ Πατρὶ μενεῖτε. 25Καὶ αὕτη ἐστὶν ἡ ἐπαγγελία ἣν αὐτὸς ἐπηγγείλατο ἡμῖν– τὴν ζωὴν τὴν αἰώνιον.

26Ταῦτα ἔγραψα ὑμῖν περὶ τῶν πλανώντων ὑμᾶς. 27Καὶ ὑμεῖς, τὸ χρῖσμα ὃ ἐλάβετε ἀπʼ αὐτοῦ, μένει ἐν ὑμῖν, καὶ οὐ χρείαν ἔχετε ἵνα τις διδάσκῃ ὑμᾶς· ἀλλʼ ὡς τὸ αὐτοῦ χρῖσμα διδάσκει ὑμᾶς περὶ πάντων, καὶ ἀληθές ἐστιν καὶ οὐκ ἔστιν ψεῦδος, καὶ καθὼς ἐδίδαξεν ὑμᾶς, μένετε ἐν αὐτῷ.

28Καὶ νῦν, τεκνία, μένετε ἐν αὐτῷ, ἵνα ἐὰν φανερωθῇ, σχῶμεν παρρησίαν, καὶ μὴ αἰσχυνθῶμεν ἀπʼ αὐτοῦ ἐν τῇ παρουσίᾳ αὐτοῦ. 29Ἐὰν εἰδῆτε ὅτι δίκαιός ἐστιν, γινώσκετε ὅτι καὶ πᾶς ὁ ποιῶν τὴν δικαιοσύνην ἐξ αὐτοῦ γεγέννηται. 3Ἴδετε ποταπὴν ἀγάπην δέδωκεν ἡμῖν ὁ Πατὴρ, ἵνα τέκνα ˚Θεοῦ κληθῶμεν, καὶ ἐσμέν. Διὰ τοῦτο, ὁ κόσμος οὐ γινώσκει ἡμᾶς, ὅτι οὐκ ἔγνω αὐτόν. 2Ἀγαπητοί, νῦν τέκνα ˚Θεοῦ ἐσμεν, καὶ οὔπω ἐφανερώθη τί ἐσόμεθα. Οἴδαμεν ὅτι ἐὰν φανερωθῇ, ὅμοιοι αὐτῷ ἐσόμεθα, ὅτι ὀψόμεθα αὐτὸν καθώς ἐστιν. 3Καὶ πᾶς ὁ ἔχων τὴν ἐλπίδα ταύτην ἐπʼ αὐτῷ, ἁγνίζει ἑαυτὸν, καθὼς ἐκεῖνος ἁγνός ἐστιν.

4Πᾶς ὁ ποιῶν τὴν ἁμαρτίαν, καὶ τὴν ἀνομίαν ποιεῖ, καὶ ἡ ἁμαρτία ἐστὶν ἡ ἀνομία. 5Καὶ οἴδατε ὅτι ἐκεῖνος ἐφανερώθη, ἵνα τὰς ἁμαρτίας ἄρῃ, καὶ ἁμαρτία ἐν αὐτῷ οὐκ ἔστιν. 6Πᾶς ὁ ἐν αὐτῷ μένων οὐχ ἁμαρτάνει, πᾶς ὁ ἁμαρτάνων οὐχ ἑώρακεν αὐτὸν, οὐδὲ ἔγνωκεν αὐτόν. 7Τεκνία, μηδεὶς πλανάτω ὑμᾶς· ὁ ποιῶν τὴν δικαιοσύνην, δίκαιός ἐστιν, καθὼς ἐκεῖνος δίκαιός ἐστιν. 8Ὁ ποιῶν τὴν ἁμαρτίαν, ἐκ τοῦ διαβόλου ἐστίν, ὅτι ἀπʼ ἀρχῆς ὁ διάβολος ἁμαρτάνει. Εἰς τοῦτο ἐφανερώθη ὁ Υἱὸς τοῦ ˚Θεοῦ, ἵνα λύσῃ τὰ ἔργα τοῦ διαβόλου. 9Πᾶς ὁ γεγεννημένος ἐκ τοῦ ˚Θεοῦ, ἁμαρτίαν οὐ ποιεῖ, ὅτι σπέρμα αὐτοῦ ἐν αὐτῷ μένει, καὶ οὐ δύναται ἁμαρτάνειν, ὅτι ἐκ τοῦ ˚Θεοῦ γεγέννηται. 10Ἐν τούτῳ φανερά ἐστιν τὰ τέκνα τοῦ ˚Θεοῦ, καὶ τὰ τέκνα τοῦ διαβόλου: πᾶς ὁ μὴ ποιῶν δικαιοσύνην, οὐκ ἔστιν ἐκ τοῦ ˚Θεοῦ, καὶ ὁ μὴ ἀγαπῶν τὸν ἀδελφὸν αὐτοῦ.

11Ὅτι αὕτη ἐστὶν ἡ ἀγγελία ἣν ἠκούσατε ἀπʼ ἀρχῆς, ἵνα ἀγαπῶμεν ἀλλήλους· 12οὐ καθὼς Κάϊν ἐκ τοῦ πονηροῦ ἦν, καὶ ἔσφαξεν τὸν ἀδελφὸν αὐτοῦ. Καὶ χάριν τίνος ἔσφαξεν αὐτόν; Ὅτι τὰ ἔργα αὐτοῦ πονηρὰ ἦν, τὰ δὲ τοῦ ἀδελφοῦ αὐτοῦ, δίκαια. 13Μὴ θαυμάζετε, ἀδελφοί, εἰ μισεῖ ὑμᾶς ὁ κόσμος. 14Ἡμεῖς οἴδαμεν ὅτι μεταβεβήκαμεν ἐκ τοῦ θανάτου εἰς τὴν ζωήν, ὅτι ἀγαπῶμεν τοὺς ἀδελφούς. Ὁ μὴ ἀγαπῶν, μένει ἐν τῷ θανάτῳ. 15Πᾶς ὁ μισῶν τὸν ἀδελφὸν αὐτοῦ, ἀνθρωποκτόνος ἐστίν, καὶ οἴδατε ὅτι πᾶς ἀνθρωποκτόνος οὐκ ἔχει ζωὴν αἰώνιον ἐν ἑαυτῷ μένουσαν. 16Ἐν τούτῳ ἐγνώκαμεν τὴν ἀγάπην, ὅτι ἐκεῖνος ὑπὲρ ἡμῶν τὴν ψυχὴν αὐτοῦ ἔθηκεν· καὶ ἡμεῖς ὀφείλομεν ὑπὲρ τῶν ἀδελφῶν, τὰς ψυχὰς θεῖναι. 17Ὃς δʼ ἂν ἔχῃ τὸν βίον τοῦ κόσμου, καὶ θεωρῇ τὸν ἀδελφὸν αὐτοῦ χρείαν ἔχοντα, καὶ κλείσῃ τὰ σπλάγχνα αὐτοῦ ἀπʼ αὐτοῦ, πῶς ἡ ἀγάπη τοῦ ˚Θεοῦ μένει ἐν αὐτῷ;

18Τεκνία, μὴ ἀγαπῶμεν λόγῳ, μηδὲ τῇ γλώσσῃ, ἀλλὰ ἐν ἔργῳ καὶ ἀληθείᾳ. 19ἐν τούτῳ γνωσόμεθα ὅτι ἐκ τῆς ἀληθείας ἐσμέν, καὶ ἔμπροσθεν αὐτοῦ πείσομεν τὰς καρδίας ἡμῶν, 20ὅτι ἐὰν καταγινώσκῃ ἡμῶν ἡ καρδία, ὅτι μείζων ἐστὶν ὁ ˚Θεὸς τῆς καρδίας ἡμῶν, καὶ γινώσκει πάντα. 21Ἀγαπητοί, ἐὰν ἡ καρδία μὴ καταγινώσκῃ, παρρησίαν ἔχομεν πρὸς τὸν ˚Θεόν, 22καὶ ὃ ἐὰν αἰτῶμεν, λαμβάνομεν ἀπʼ αὐτοῦ, ὅτι τὰς ἐντολὰς αὐτοῦ τηροῦμεν, καὶ τὰ ἀρεστὰ ἐνώπιον αὐτοῦ ποιοῦμεν. 23Καὶ αὕτη ἐστὶν ἡ ἐντολὴ αὐτοῦ, ἵνα πιστεύωμεν τῷ ὀνόματι τοῦ Υἱοῦ αὐτοῦ, ˚Ἰησοῦ ˚Χριστοῦ, καὶ ἀγαπῶμεν ἀλλήλους, καθὼς ἔδωκεν ἐντολὴν ἡμῖν. 24Καὶ ὁ τηρῶν τὰς ἐντολὰς αὐτοῦ, ἐν αὐτῷ μένει, καὶ αὐτὸς ἐν αὐτῷ. Καὶ ἐν τούτῳ γινώσκομεν ὅτι μένει ἐν ἡμῖν, ἐκ τοῦ ˚Πνεύματος οὗ ἡμῖν ἔδωκεν.

4Ἀγαπητοί, μὴ παντὶ πνεύματι πιστεύετε, ἀλλὰ δοκιμάζετε τὰ πνεύματα, εἰ ἐκ τοῦ ˚Θεοῦ ἐστιν, ὅτι πολλοὶ ψευδοπροφῆται ἐξεληλύθασιν εἰς τὸν κόσμον. 2Ἐν τούτῳ γινώσκετε τὸ ˚Πνεῦμα τοῦ ˚Θεοῦ: πᾶν πνεῦμα ὃ ὁμολογεῖ ˚Ἰησοῦν ˚Χριστὸν ἐν σαρκὶ ἐληλυθότα, ἐκ τοῦ ˚Θεοῦ ἐστιν, 3καὶ πᾶν πνεῦμα ὃ μὴ ὁμολογεῖ τὸν ˚Ἰησοῦν, ἐκ τοῦ ˚Θεοῦ οὐκ ἔστιν. Καὶ τοῦτό ἐστιν τὸ τοῦ ἀντιχρίστου, ὃ ἀκηκόατε ὅτι ἔρχεται, καὶ νῦν ἐν τῷ κόσμῳ ἐστὶν ἤδη. 4Ὑμεῖς ἐκ τοῦ ˚Θεοῦ ἐστε, τεκνία, καὶ νενικήκατε αὐτούς, ὅτι μείζων ἐστὶν ὁ ἐν ὑμῖν, ἢ ὁ ἐν τῷ κόσμῳ. 5Αὐτοὶ ἐκ τοῦ κόσμου εἰσίν· διὰ τοῦτο ἐκ τοῦ κόσμου λαλοῦσιν, καὶ ὁ κόσμος αὐτῶν ἀκούει. 6Ἡμεῖς ἐκ τοῦ ˚Θεοῦ ἐσμεν. Ὁ γινώσκων τὸν ˚Θεὸν, ἀκούει ἡμῶν, ὃς οὐκ ἔστιν ἐκ τοῦ ˚Θεοῦ, οὐκ ἀκούει ἡμῶν. Ἐκ τούτου γινώσκομεν τὸ πνεῦμα τῆς ἀληθείας καὶ τὸ πνεῦμα τῆς πλάνης.

7Ἀγαπητοί, ἀγαπῶμεν ἀλλήλους, ὅτι ἡ ἀγάπη ἐκ τοῦ ˚Θεοῦ ἐστιν, καὶ πᾶς ὁ ἀγαπῶν, ἐκ τοῦ ˚Θεοῦ γεγέννηται, καὶ γινώσκει τὸν ˚Θεόν. 8Ὁ μὴ ἀγαπῶν, οὐκ ἔγνω τὸν ˚Θεόν, ὅτι ὁ ˚Θεὸς ἀγάπη ἐστίν. 9Ἐν τούτῳ ἐφανερώθη ἡ ἀγάπη τοῦ ˚Θεοῦ ἐν ἡμῖν, ὅτι τὸν Υἱὸν αὐτοῦ, τὸν μονογενῆ, ἀπέσταλκεν ὁ ˚Θεὸς εἰς τὸν κόσμον, ἵνα ζήσωμεν διʼ αὐτοῦ. 10Ἐν τούτῳ ἐστὶν ἡ ἀγάπη, οὐχ ὅτι ἡμεῖς ἠγαπήκαμεν τὸν ˚Θεόν, ἀλλʼ ὅτι αὐτὸς ἠγάπησεν ἡμᾶς, καὶ ἀπέστειλεν τὸν Υἱὸν αὐτοῦ, ἱλασμὸν περὶ τῶν ἁμαρτιῶν ἡμῶν. 11Ἀγαπητοί, εἰ οὕτως ὁ ˚Θεὸς ἠγάπησεν ἡμᾶς, καὶ ἡμεῖς ὀφείλομεν ἀλλήλους ἀγαπᾶν. 12˚Θεὸν οὐδεὶς πώποτε τεθέαται, ἐὰν ἀγαπῶμεν ἀλλήλους, ὁ ˚Θεὸς ἐν ἡμῖν μένει, καὶ ἡ ἀγάπη αὐτοῦ τετελειωμένη ἐν ἡμῖν ἐστίν.

13Ἐν τούτῳ γινώσκομεν, ὅτι ἐν αὐτῷ μένομεν, καὶ αὐτὸς ἐν ἡμῖν, ὅτι ἐκ τοῦ ˚Πνεύματος αὐτοῦ δέδωκεν ἡμῖν. 14Καὶ ἡμεῖς τεθεάμεθα καὶ μαρτυροῦμεν ὅτι ὁ Πατὴρ ἀπέσταλκεν τὸν Υἱὸν, Σωτῆρα τοῦ κόσμου. 15Ὃς ἂν ὁμολογήσῃ ὅτι ˚Ἰησοῦς ἐστιν ὁ Υἱὸς τοῦ ˚Θεοῦ, ὁ ˚Θεὸς ἐν αὐτῷ μένει, καὶ αὐτὸς ἐν τῷ ˚Θεῷ. 16Καὶ ἡμεῖς ἐγνώκαμεν καὶ πεπιστεύκαμεν τὴν ἀγάπην ἣν ἔχει ὁ ˚Θεὸς ἐν ἡμῖν.

Ὁ ˚Θεὸς ἀγάπη ἐστίν, καὶ ὁ μένων ἐν τῇ ἀγάπῃ, ἐν τῷ ˚Θεῷ μένει, καὶ ὁ ˚Θεὸς ἐν αὐτῷ μένει. 17Ἐν τούτῳ τετελείωται ἡ ἀγάπη μεθʼ ἡμῶν, ἵνα παρρησίαν ἔχωμεν ἐν τῇ ἡμέρᾳ τῆς κρίσεως, ὅτι καθὼς ἐκεῖνός ἐστιν, καὶ ἡμεῖς ἐσμεν ἐν τῷ κόσμῳ τούτῳ. 18Φόβος οὐκ ἔστιν ἐν τῇ ἀγάπῃ, ἀλλʼ ἡ τελεία ἀγάπη ἔξω βάλλει τὸν φόβον, ὅτι ὁ φόβος κόλασιν ἔχει, ὁ δὲ φοβούμενος, οὐ τετελείωται ἐν τῇ ἀγάπῃ. 19Ἡμεῖς ἀγαπῶμεν, ὅτι αὐτὸς πρῶτος ἠγάπησεν ἡμᾶς. 20Ἐάν τις εἴπῃ, ὅτι “Ἀγαπῶ τὸν ˚Θεόν”, καὶ τὸν ἀδελφὸν αὐτοῦ μισῇ, ψεύστης ἐστίν· ὁ γὰρ μὴ ἀγαπῶν τὸν ἀδελφὸν αὐτοῦ, ὃν ἑώρακεν, τὸν ˚Θεὸν, ὃν οὐχ ἑώρακεν, οὐ δύναται ἀγαπᾶν. 21Καὶ ταύτην τὴν ἐντολὴν ἔχομεν ἀπʼ αὐτοῦ, ἵνα ὁ ἀγαπῶν τὸν ˚Θεὸν, ἀγαπᾷ καὶ τὸν ἀδελφὸν αὐτοῦ.

5Πᾶς ὁ πιστεύων ὅτι ˚Ἰησοῦς ἐστιν ὁ ˚Χριστὸς, ἐκ τοῦ ˚Θεοῦ γεγέννηται, καὶ πᾶς ὁ ἀγαπῶν τὸν γεννήσαντα, ἀγαπᾷ καὶ τὸν γεγεννημένον ἐξ αὐτοῦ. 2Ἐν τούτῳ γινώσκομεν ὅτι ἀγαπῶμεν τὰ τέκνα τοῦ ˚Θεοῦ: ὅταν τὸν ˚Θεὸν ἀγαπῶμεν, καὶ τὰς ἐντολὰς αὐτοῦ τηρῶμεν. 3Αὕτη γάρ ἐστιν ἡ ἀγάπη τοῦ ˚Θεοῦ, ἵνα τὰς ἐντολὰς αὐτοῦ τηρῶμεν, καὶ αἱ ἐντολαὶ αὐτοῦ βαρεῖαι οὐκ εἰσίν, 4ὅτι πᾶν τὸ γεγεννημένον ἐκ τοῦ ˚Θεοῦ, νικᾷ τὸν κόσμον. Καὶ αὕτη ἐστὶν ἡ νίκη ἡ νικήσασα τὸν κόσμον– ἡ πίστις ἡμῶν. 5Τίς ἐστιν δὲ ὁ νικῶν τὸν κόσμον, εἰ μὴ ὁ πιστεύων ὅτι ˚Ἰησοῦς ἐστιν ὁ Υἱὸς τοῦ ˚Θεοῦ;

6Οὗτός ἐστιν ὁ ἐλθὼν διʼ ὕδατος καὶ αἵματος, ˚Ἰησοῦς ˚Χριστός· οὐκ ἐν τῷ ὕδατι μόνον, ἀλλʼ ἐν τῷ ὕδατι καὶ ἐν τῷ αἵματι. Καὶ τὸ ˚Πνεῦμά ἐστιν τὸ μαρτυροῦν, ὅτι τὸ ˚Πνεῦμά ἐστιν ἡ ἀλήθεια. 7Ὅτι τρεῖς εἰσιν οἱ μαρτυροῦντες: 8τὸ ˚Πνεῦμα, καὶ τὸ ὕδωρ, καὶ τὸ αἷμα, καὶ οἱ τρεῖς εἰς τὸ ἕν εἰσιν. 9Εἰ τὴν μαρτυρίαν τῶν ἀνθρώπων λαμβάνομεν, ἡ μαρτυρία τοῦ ˚Θεοῦ μείζων ἐστίν, ὅτι αὕτη ἐστὶν ἡ μαρτυρία τοῦ ˚Θεοῦ, ὅτι μεμαρτύρηκεν περὶ τοῦ Υἱοῦ αὐτοῦ. 10Ὁ πιστεύων εἰς τὸν Υἱὸν τοῦ ˚Θεοῦ, ἔχει τὴν μαρτυρίαν ἐν αὑτῷ· ὁ μὴ πιστεύων τῷ ˚Θεῷ, ψεύστην πεποίηκεν αὐτόν, ὅτι οὐ πεπίστευκεν εἰς τὴν μαρτυρίαν ἣν μεμαρτύρηκεν ὁ ˚Θεὸς περὶ τοῦ Υἱοῦ αὐτοῦ. 11Καὶ αὕτη ἐστὶν ἡ μαρτυρία: ὅτι ζωὴν αἰώνιον ἔδωκεν ἡμῖν ὁ ˚Θεὸς, καὶ αὕτη ἡ ζωὴ ἐν τῷ Υἱῷ αὐτοῦ ἐστιν. 12Ὁ ἔχων τὸν Υἱὸν, ἔχει τὴν ζωήν· ὁ μὴ ἔχων τὸν Υἱὸν τοῦ ˚Θεοῦ, τὴν ζωὴν οὐκ ἔχει.

13Ταῦτα ἔγραψα ὑμῖν, ἵνα εἰδῆτε ὅτι ζωὴν ἔχετε αἰώνιον, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα τοῦ υἱοῦ τοῦ ˚Θεοῦ. 14καὶ αὕτη ἐστὶν ἡ παρρησία ἣν ἔχομεν πρὸς αὐτόν: ὅτι ἐάν τι αἰτώμεθα κατὰ τὸ θέλημα αὐτοῦ, ἀκούει ἡμῶν. 15Καὶ ἐὰν οἴδαμεν ὅτι ἀκούει ἡμῶν, ὃ ἂν αἰτώμεθα, οἴδαμεν ὅτι ἔχομεν τὰ αἰτήματα ἃ ᾐτήκαμεν ἀπʼ αὐτοῦ. 16Ἐάν τις ἴδῃ τὸν ἀδελφὸν αὐτοῦ ἁμαρτάνοντα ἁμαρτίαν μὴ πρὸς θάνατον, αἰτήσει καὶ δώσει αὐτῷ ζωήν, τοῖς ἁμαρτάνουσιν μὴ πρὸς θάνατον. Ἔστιν ἁμαρτία πρὸς θάνατον· οὐ περὶ ἐκείνης λέγω ἵνα ἐρωτήσῃ. 17Πᾶσα ἀδικία ἁμαρτία ἐστίν, καὶ ἔστιν ἁμαρτία οὐ πρὸς θάνατον.

18Οἴδαμεν ὅτι πᾶς ὁ γεγεννημένος ἐκ τοῦ ˚Θεοῦ οὐχ ἁμαρτάνει, ἀλλʼ ὁ γεννηθεὶς ἐκ τοῦ ˚Θεοῦ τηρεῖ αὐτόν καὶ ὁ πονηρὸς οὐχ ἅπτεται αὐτοῦ. 19Οἴδαμεν ὅτι ἐκ τοῦ ˚Θεοῦ ἐσμεν, καὶ ὁ κόσμος ὅλος ἐν τῷ πονηρῷ κεῖται. 20Οἴδαμεν δὲ ὅτι ὁ Υἱὸς τοῦ ˚Θεοῦ ἥκει, καὶ δέδωκεν ἡμῖν διάνοιαν, ἵνα γινώσκομεν τὸν Ἀληθινόν· καὶ ἐσμὲν ἐν τῷ Ἀληθινῷ, ἐν τῷ Υἱῷ αὐτοῦ, ˚Ἰησοῦ ˚Χριστῷ. Οὗτός ἐστιν ὁ ἀληθινὸς ˚Θεὸς καὶ ζωὴ αἰώνιος.

21Τεκνία, φυλάξατε ἑαυτὰ ἀπὸ τῶν εἰδώλων.