Open Bible Data Home  About  News  OET Key

OETOET-RVULTUSTBSBOEBWEBBENETTCNTT4TLEBWymthRVKJB-1769KJB-1611BrLXXRelatedTopicsParallelInterlinearReferenceDictionarySearch

BrLXXBy Document By Section By ChapterDetails

BrLXX GENEXOLEVNUMDEUJOSJDGRUTH1SA2SA1KI2KI1CH2CHEZRAJOBPSAPROECCSNGISAJERLAMEZEDNGHOSJOELAMOSOBAYNAMICNAHHABZEPHAGZECMALTOBJDTESGWISSIRBARLJESUSBEL1MA2MA3MA4MAGESMAN

ESGC1C2C3C4C5C6C7C8C9C10

BrLXX by section ESG 4:1

ESG 4:1–4:17z ©

ΕΣΘΗΡ 4

4Ὁ δὲ Μαρδοχαῖος ἐπιγνοὺς τὸ συντελούμενον, διέῤῥηξε τὰ ἱμάτια ἑαυτοῦ, καὶ ἐνεδύσατο σάκκον, καὶ κατεπάσατο σποδόν· καὶ ἐκπηδήσας διὰ τῆς πλατείας τῆς πόλεως, ἐβόα φωνῇ μεγάλῃ, αἴρεται ἔθνος μηδὲν ἠδικηκός. 2Καὶ ἦλθεν ἕως τῆς πύλης τοῦ βασιλέως, καὶ ἔστη· οὐ γὰρ ἦν αὐτῷ ἐξὸν εἰσελθεῖν εἰς τὴν αὐλὴν, σάκκον ἔχοντι καὶ σποδόν. 3Καὶ ἐν πάσῃ χώρᾳ οὗ ἐξετίθετο τὰ γράμματα, κραυγὴ καὶ κοπετὸς καὶ πένθος μέγα τοῖς Ἰουδαίοις, σάκκον καὶ σποδὸν ἔστρωσαν ἑαυτοῖς.

4Καὶ εἰσῆλθον αἱ ἅβραι καὶ οἱ εὐνοῦχοι τῆς βασιλίσσης, καὶ ἀνήγγειλαν αὐτῇ· καὶ ἐταράχθη ἀκούσασα τὸ γεγονός· καὶ ἀπέστειλε στολίσαι τὸν Μαρδοχαῖον, καὶ ἀφελέσθαι αὐτοῦ τὸν σάκκον· ὁ δὲ οὐκ ἐπείσθη. 5Ἡ δὲ Ἐσθὴρ προσεκαλέσατο Ἀχραθαῖον τὸν εὐνοῦχον αὐτῆς, ὃς παρειστήκει αὐτῇ, καὶ ἀπέστειλε μαθεῖν αὕτη παρὰ τοῦ Μαρδοχαίου τὸ ἀκριβές. 7Ὁ δὲ Μαρδοχαῖος ὑπέδειξεν αὐτῷ τὸ γεγονὸς, καὶ τὴν ἐπαγγελίαν ἣν ἐπηγγείλατο Ἀμὰν τῷ βασιλεῖ εἰς τὴν γάζαν ταλάντων μυρίων, ἵνα ἀπολέσῃ τοὺς Ἰουδαίους. 8καὶ τὸ ἀντίγραφον τὸ ἐν Σούσοις ἐκτεθὲν ὑπὲρ τοῦ ἀπολέσθαι αὐτοὺς, ἔδωκεν αὐτῷ δεῖξαι τῇ Ἐσθήρ· καὶ εἶπεν αὐτῷ, ἐντείλασθαι αὐτῇ εἰσελθούσῃ παραιτήσασθαι τὸν βασιλέα, καὶ ἀξιῶσαι αὐτὸν περὶ τοῦ λαοῦ, μνησθεῖσα ἡμερῶν ταπεινώσεώς σου, ὡς ἐτράφης ἐν χειρί μου, διότι Ἀμὰν ὁ δευτερεύων τῷ βασιλεῖ ἐλάλησεν καθʼ ἡμῶν εἰς θάνατον· ἐπικάλεσαι τὸν Κύριον, καὶ λάλησον τῷ βασιλεῖ περὶ ἡμῶν, ῥύσαι ἡμᾶς ἐκ θανάτου.

9Εἰσελθὼν δὲ ὁ Ἀχραθαῖος ἐλάλσεν αὐτῇ πάντας τοὺς λόγους τούτους. 10Εἶπεν δὲ Ἐσθὴρ πρὸς Ἀχραθαῖον, πορεύθητι πρὸς Μαρδοχαῖον, καὶ εἶπον, 11ὅτι τὰ ἔθνη πάντα τῆς βασιλείας γινώσκει ὅτι πᾶς ἄνθρωπος ἢ γυνὴ ὃς εἰσελεύσεται πρὸς τὸν βασιλέα εἰς τὴν αὐλὴν τὴν ἐσωτέραν ἄκλητος, οὐκ ἔστιν αὐτῷ σωτηρία· πλὴν ᾧ ἐκτείνῃ ὁ βασιλεὺς τὴν χρυσῆν ῥάβδον, οὗτος σωθήσεται· κᾀγὼ οὐ κέκλημαι εἰσελθεῖν πρὸς τὸν βασιλέα, εἰσὶν αὗται ἡμέραι τριάκοντα. 12Καὶ ἀπήγγειλεν Ἀχραθαῖος Μαρδοχαίῳ πάντας τοὺς λόγους Ἐσθήρ.

13Καὶ εἶπε Μαρδοχαῖος πρὸς Ἀχραθαῖον, πορεύθητι, καὶ εἰπὸν αὐτῇ, Ἐσθήρ, μὴ εἴπῃς σεαυτῇ, ὅτι σωθήσῃ μόνη ἐν τῇ βασιλείᾳ παρὰ πάντας τοὺς Ἰουδαίους· 14Ὡς ὅτι ἐὰν παρακούσῃς ἐν τούτῳ τῷ καιρῷ, ἄλλοθεν βοήθεια καὶ σκέπη ἔσται τοῖς Ἰουδαίοις· σὺ δὲ καὶ ὁ οἶκος τοῦ πατρός σου ἀπολεῖσθε· καὶ τίς εἶδεν, εἰ εἰς τὸν καιρὸν τοῦτον ἐβασίλευσας; 15καὶ ἐξαπέστειλεν Ἐσθὴρ τὸν ἥκοντα πρὸς αὐτὴν, πρὸς Μαρδοχαῖον, λέγουσα, 16βαδίσας ἐκκλησίασον τοὺς Ἰουδαίους τοὺς ἐν Σούσοις, καὶ νηστεύσατε ἐπʼ ἐμοὶ, καὶ μὴ φάγητε μηδὲ πίητε ἐπὶ ἡμέρας τρεῖς νύκτα καὶ ἡμέραν· κᾀγὼ δὲ καὶ αἱ ἅβραι μου ἀσιτήσομεν· καὶ τότε εἰσελεύσομαι πρὸς τὸν βασιλέα παρὰ τὸν νόμον, ἐὰν καὶ ἀπολέσθαι με δέῃ. 17Καὶ βαδίσας Μαρδοχαῖος ἐποίησεν ὅσα ἐνετείλατο αὐτῷ Ἐσθήρ·

17a“Καὶ ἐδεήθη Κυρίου, μνημονεύων πάντα τὰ ἔργα Κυρίου, καὶ εἶπε, 17bΚύριε Κύριε βασιλεῦ πάντων κρατῶν, ὅτι ἐν ἐξουσίᾳ σου τὸ πᾶν ἐστι, καὶ οὐκ ἔστιν ὁ ἀντιδοξῶν σοι ἐν τῷ θέλειν σε σῶσαι τὸν Ἰσραήλ. 17cὍτι σὺ ἐποιήσας τὸν οὐρανὸν καὶ τὴν γῆν, καὶ πᾶν θαυμαζόμενον ἐν τῇ ὑπʼ οὐρανόν. Καὶ Κύριος εἶ πάντων, καὶ οὐκ ἔστιν ὃς ἀντιτάξεταί σοι τῷ Κυρίῳ. 17dΣὺ πάντα γινώσκεις· σὺ οἶδας, Κύριε, ὅτι οὐκ ἐν ὕβρει, οὐδὲ ἐν ὑπερηφανείᾳ, οὐδὲ ἐν φιλοδοξίᾳ ἐποίησα τοῦτο, τὸ μὴ προσκυνεῖν τὸν ὑπερήφανον Ἀμάν. Ὅτι ηὐδόκουν φιλεῖν πέλματα ποδῶν αὐτοῦ πρὸς σωτηρίαν Ἰσραήλ. 17eἈλλʼ ἐποίησα τοῦτο, ἵνα μὴ θῶ δόξαν ἀνθρώπου ὑπεράνω δόξης Θεοῦ· καὶ οὐ προσκυνήσω οὐδένα, πλὴν σοῦ τοῦ κυρίου μου, καὶ οὐ ποιήσω αὐτὰ ἐν ὑπερηφανείᾳ. 17fΚαὶ νῦν, Κύριε ὁ Θεὸς ὁ βασιλεὺς ὁ Θεὸς Ἀβραὰμ, φεῖσαι τοῦ λαοῦ σου, ὅτι ἐπιβλέπουσιν ἡμῖν εἰς καταφθορὰν, καὶ ἐπεθύμησαν ἀπολέσαι τὴν ἐξ ἀρχῆς κληρονομίαν σου. 17gΜὴ ὑπερίδῃς τὴν μερίδα σου, ἣν σεαυτῷ ἐλυτρώσω ἐκ γῆς Αἰγύπτου. 17hἘπάκουσον τῆς δεήσεώς μου, καὶ ἱλάσθητι τῷ κλήρῳ σου, καὶ στρέψον τὸ πένθος ἡμῶν εἰς εὐωχίαν, ἵνα ζῶντες ὑμνῶμέν σου τὸ ὄνομα Κύριε, καὶ μὴ ἀφανίσῃς στόμα αἰνούντων σε Κύριε.

17i“Καὶ πᾶς Ἰσραὴλ ἐκέκραξεν ἐξ ἰσχύος αὐτῶν, ὅτι θάνατος αὐτῶν ἐν ὀφθαλμοῖς αὐτῶν. 17kΚαὶ Ἐσθὴρ ἡ βασίλισσα κατέφυγεν ἐπὶ τὸν Κύριον ἐν ἀγῶνι θανάτου κατειλημμένη, καὶ ἀφελομένη τὰ ἱμάτια τῆς δόξης αὐτῆς, ἐνεδύσατο ἱμάτια στενοχωρίας καὶ πένθους, καὶ ἀντὶ τῶν ὑπερηφάνων ἡδυσμάτων, σποδοῦ καὶ κοπριῶν ἐνέπλησε τὴν κεφαλὴν αὐτῆς· καὶ τὸ σῶμα αὐτῆς ἐταπείνωσε σφόδρα, καὶ πάντα τόπον κόσμου ἀγαλλιάματος αὐτῆς ἔπλησε στρεπτῶν τριχῶν αὐτῆς.

“Καὶ ἐδεῖτο Κυρίου Θεοῦ Ἰσραὴλ, καὶ εἶπεν, 17lΚύριέ μου βασιλεὺς ἡμῶν σὺ εἶ μόνος, βοήθησόν μοι τῇ μόνῃ, καὶ μὴ ἐχούσῃ βοηθὸν εἰ μὴ σὲ, ὅτι κίνδυνός μου ἐν χειρί μου. 17mἘγὼ ἤκουον ἐκ γενετῆς μου ἐν φυλῇ πατριᾶς μου, ὅτι σὺ Κύριε ἔλαβες τὸν Ἰσραὴλ ἐκ πάντων τῶν ἐθνῶν, καὶ τοὺς πατέρας ἡμῶν ἐκ πάντων τῶν προγόνων αὐτῶν εἰς κληρονομίαν αἰώνιον, καὶ ἐποίησας αὐτοῖς ὅσα ἐλάλησας. 17nΚαὶ νῦν ἡμάρτομεν ἐνώπιόν σου, καὶ παρέδωκας ἡμᾶς εἰς χεῖρας τῶν ἐχθρῶν ἡμῶν, ἀνθʼ ὧν ἐδοξάσαμεν τοὺς θεοὺς αὐτῶν· δίκαιος εἶ Κύριε. 17oΚαὶ νῦν οὐχ ἱκανώθησαν ἐν πικρασμῷ δουλείας ἡμῶν, ἀλλʼ ἔθηκαν τὰς χεῖρας αὐτῶν ἐπὶ τὰς χεῖρας τῶν εἰδώλων αὐτῶν, ἐξᾶραι ὁρισμὸν στόματός σου, καὶ ἀφανίσαι κληρονομίαν σου, καὶ ἐμφράξαι στόμα αἰνούντων σοι καὶ σβέσαι δόξαν οἴκου σου καὶ θυσιαστηρίον σου, 17pκαὶ ἀνοῖξαι στόμα ἐθνῶν εἰς ἀρετὰς ματαίων, καὶ θαυμασθῆναι βασιλέα σάρκινον εἰς αἰῶνα.

17q“Μὴπαραδῷς Κύριε τὸ σκῆπτρόνσουτοῖς μὴοὖσι, καὶ μὴ καταγελασάτωσαν ἐν τῇ πτώσει ἡμῶν, ἀλλὰ στρέψον τὴν βουλὴν αὐτῶν ἐπʼ αὐτούς· τὸν δὲ ἀρξάμενον ἐφʼ ἡμᾶς παραδειγμάτισον. 17rΜνήσθητι Κύριε, γνώσθητι ἐν καιρῷ θλίψεως ἡμῶν, καὶ ἐμὲ θάρσυνον, βασιλεῦ τῶν θεῶν, καὶ πάσης ἀρχῆς ἐπικρατῶν. 17sΔὸς λόγον εὔρυθμον εἰς τὸ στόμα μου ἐνώπιον τοῦ λέοντος, καὶ μετάθες τὴν καρδίαν αὐτοῦ εἰς μῖσος τοῦ πολεμοῦντος ἡμᾶς, εἰς συντέλειαν αὐτοῦ καὶ τῶν ὁμονοούντων αὐτῷ. 17tἩμᾶς δὲ ῥύσαι ἐν χειρί σου, καὶ βοήθησόν μοι τῇ μόνῃ, καὶ μὴ ἐχούσῃ εἰ μὴ σέ Κύριε· 17uπάντων γνῶσιν ἔχεις, καὶ οἶδας ὅτι ἐμίσησα δόξαν ἀνόμων, καὶ βδελύσσομαι κοίτην ἀπεριτμήτων, καὶ παντὸς ἀλλοτρίου. 17wΣὺ οἶδας τὴν ἀνάγκην μου, ὅτι βδελύσσομαι τὸ σημεῖον τῆς ὑπερηφανίας μου, ὅ ἐστιν ἐπὶ τῆς κεφαλῆς μου ἐν ἡμέραις ὁπτασίας μου· βδελύσσομαι αὐτὸ ὡς ῥάκος καταμηνίων, καὶ οὐ φορῶ αὐτὸ ἐν ἡμέραις ἡσυχίας μου. 17xΚαὶ οὐκ ἔφαγεν ἡ δούλη σου τράπεζαν Ἀμὰν, καὶ οὐκ ἐδόξασα συμπόσιον βασιλέως, οὐδὲ ἔπιον οἶνον σπονδῶν. 17yΚαὶ οὐκ ηὐφράνθη ἡ δούλη σου ἀφʼ ἡμέρας μεταβολῆς μου μέχρι νῦν, πλὴν ἐπὶ σοὶ, Κύριε ὁ Θεὸς Ἁβραάμ. 17zὉ Θεὸς ὁ ἰσχύων ἐπὶ πάντας, εἰσάκουσον φωνὴν ἀπηλπισμένων, καὶ ῥύσαι ἡμᾶς ἐκ χειρὸς τῶν πονηρευομένων, καὶ ῥῦσαί με ἐκ τοῦ φόβου μου.

ESG 4:1–4:17z ©

ESGC1C2C3C4C5C6C7C8C9C10