BrLXX GEN EXO LEV NUM DEU JOS JDG RUTH 1 SAM 2 SAM 1 KI 2 KI 1 CHR 2 CHR EZRA JOB PSA PROV ECC SNG ISA JER LAM EZE DNG HOS JOEL AMOS OBA JNA MIC NAH HAB ZEP HAG ZEC MAL TOB JDT ESG WIS SIR BAR LJE SUS BEL 1 MAC 2 MAC 3 MAC 4 MAC GES MAN
BrLXX MIC C1 C2 C3 C4 C5 C6 C7
BrLXX MIC 2 V1 V2 V3 V4 V5 V6 V7 V8 V9 V10 V11 V12 V13
2 Ἐγένοντο λογιζόμενοι κόπους, καὶ ἐργαζόμενοι κακὰ ἐν ταῖς κοίταις αὐτῶν, καὶ ἅμα τῇ ἡμέρᾳ συνετέλουν αὐτὰ, διότι οὐκ ᾖραν πρὸς τὸν Θεὸν χεῖρας αὐτῶν. 2 Καὶ ἐπεθύμουν ἀγρούς, καὶ διήρπαζον ὀρφανούς, καὶ οἴκους κατεδυνάστευον, καὶ διήρπαζον ἄνδρα καὶ τὸν οἶκον αὐτοῦ, καὶ ἄνδρα καὶ τὴν κληρονομίαν αὐτοῦ.
3 Διατοῦτο τάδε λέγει Κύριος ἰδοὺ ἐγὼ λογίζομαι ἐπὶ τὴν φυλὴν ταύτην κακὰ, ἐξ ὧν οὐ μὴ ἄρητε τοὺς τραχήλους ὑμῶν, καὶ οὐ μὴ πορευθῆτε ὀρθοὶ ἐξαίφνης, ὅτι καιρὸς πονηρός ἐστιν.
4 Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ληφθήσεται ἐφʼ ὑμᾶς παραβολὴ, καὶ θρηνηθήσεται θρῆνος ἐν μέλει, λέγων, ταλαιπωρίᾳ ἐταλαιπωρήσαμεν· μερὶς λὰοῦ μου κατεμετρήθη ἐν σχοινίῳ, καὶ οὐκ ἦν ὁ κωλύων αὐτὸν τοῦ ἀποστρέψαι· οἱ ἀγροὶ ὑμῶν διεμερίσθησαν. 5 Διατοῦτο οὐκ ἔσται σοι βάλλων σχοινίον ἐν κλήρῳ· ἐν ἐκκλησίᾳ Κυρίου 6 μὴ κλαίετε δάκρυσι, μηδὲ δακρυέτωσαν ἐπὶ τούτοις· οὐδὲ γὰρ ἀπώσεται ὀνείδη, 7 ὁ λέγων, οἶκος Ἰακὼβ παρώργισε πνεῦμα Κυρίου. οὐ ταῦτα τὰ ἐπιτηδεύματα αὐτοῦ ἐστιν; οὐχ οἱ λόγοι αὐτοῦ εἰσι καλοὶ μετʼ αὐτοῦ; καὶ ὀρθοὶ πεπόρευνται; 8 Καὶ ἔμπροσθεν ὁ λαός μου εἰς ἔχθραν ἀντέστη, κατέναντι τῆς εἰρήνης αὐτοῦ· τὴν δορὰν αὐτοῦ ἐξέδειραν, τοῦ ἀφελέσθαι ἐλπίδας συντριμμὸν πολέμου. 9 Ἡγούμενοι λαοῦ μου ἀποῤῥιφήσονται ἐκ τῶν οἰκιῶν τρυφῆς αὐτῶν, διὰ τὰ πονηρὰ ἐπιτηδεύματα αὐτῶν ἐξώσθησαν· ἐγγίσατε ὄρεσιν αἰωνίοις.
10 Ἀνάστηθι καὶ πορεύου, ὅτι οὐκ ἔστι σοι αὕτη ἀνάπαυσις ἕνεκεν ἀκαθαρσίας· διεφθάρητε φθορᾷ, 11 κατεδιώχθητε οὐδενὸς διώκοντος· πνεῦμα ἔστησε ψεῦδος, ἐστάλαξέ σοι εἰς οἶνον καὶ μέθυσμα· καὶ ἔσται, ἐκ τῆς σταγόνος τοῦ λαοῦ τούτου 12 συναγόμενος συναχθήσεται Ἰακὼβ σὺν πᾶσιν· ἐκδεχόμενος ἐκδέξομαι τοὺς καταλοίπους τοῦ Ἰσραὴλ, ἐπιτοαυτὸ θήσομαι τὴν ἀποστροφὴν αὐτοῦ· ὡς πρόβατα ἐν θλίψει, ὡς ποίμνιον ἐν μέσῳ κοίτης αὐτῶν· ἐξαλοῦνται ἐξ ἀνθρώπων 13 διὰ τῆς διακοπῆς πρὸ προσώπου αὐτῶν· διέκοψαν, καὶ διῆλθον πύλην, καὶ ἐξῆλθον διʼ αὐτῆς, καὶ ἐξῆλθεν ὁ βασιλεὺς αὐτῶν πρὸ προσώπου αὐτῶν, ὁ δὲ Κύριος ἡγήσεται αὐτῶν.