Open Bible Data Home  About  News  OET Key

OETOET-RVULTUSTBSBOEBWEBBENETTCNTT4TLEBWymthRVKJB-1769KJB-1611BrLXXRelatedTopicsParallelInterlinearReferenceDictionarySearch

BrLXXBy Document By Section By ChapterDetails

BrLXX GENEXOLEVNUMDEUJOSJDGRUTH1SA2SA1KI2KI1CH2CHEZRAJOBPSAPROECCSNGISAJERLAMEZEDNGHOSJOELAMOSOBAYNAMICNAHHABZEPHAGZECMALTOBJDTESGWISSIRBARLJESUSBEL1MA2MA3MA4MAGESMAN

SNGC1C2C3C4C5C6C7C8

BrLXX by section SNG 8:1

SNG 8:1–8:14 ©

ΑΣΜΑ 8

8Τίς δῴη σε, ἀδελφιδέ μου, θηλάζοντα μαστοὺς μητρός μου; εὑροῦσά σε ἔξω φιλήσω σε, καί γε οὐκ ἐξουδενώσουσί μοι. 2Παραλήψομαί σε, εἰσάξω σε εἰς οἶκον μητρός μου καὶ εἰς ταμεῖον τῆς συλλαβούσης με· ποτιῶ σε ἀπὸ οἴνου τοῦ μυρεψικοῦ, ἀπὸ νάματος ῥοῶν μου.

3Εὐώνυμος αὐτοῦ ὑπὸ τὴν κεφαλήν μου, καὶ ἡ δεξιὰ αὐτοῦ περιλήψεταί με.

4Ὥρκισα ὑμᾶς θυγατέρες Ἱερουσαλὴμ ἐν ταῖς ἰσχύσεσι τοῦ ἀγροῦ· ἐὰν ἐγείρητε καὶ ἐὰν ἐξεγείρητε τὴν ἀγάπην ἕως ἂν θελήσῃ.

5Τίς αὕτη ἡ ἀναβαίνουσα λελευκανθισμένη, ἐπιστηριζομένη ἐπὶ τὸν ἀδελφιδὸν αὐτῆς; Ὑπὸ μῆλον ἐξήγειρά σε· ἐκεῖ ὠδίνησέ σε ἡ μήτηρ σου, ἐκεῖ ὠδίνησέ σε ἡ τεκοῦσά σε.

6Θές με ὡς σφραγίδα ἐπὶ τὴν καρδίαν σου, ὡς σφραγίδα ἐπὶ τὸν βραχίονά σου· ὅτι κραταιὰ ὡς θάνατος ἀγάπη, σκληρὸς ὡς ᾅδης ζῆλος· περίπτερα αὐτῆς περίπτερα πυρὸς, φλόγες αὐτῆς.

7Ὕδωρ πολὺ οὐ δυνήσεται σβέσαι τὴν ἀγάπην, καὶ ποταμοὶ οὐ συνκλύσουσιν αὐτήν· ἐὰν δῷ ἀνὴρ πάντα τὸν βίον αὐτοῦ ἐν τῇ ἀγάπῃ, ἐξουδενώσει ἐξουδενώσουσιν αὐτόν.

8Ἀδελφή ἡμῶν μικρὰ καὶ μαστοὺς οὐκ ἔχει· τί ποιήσωμεν τῇ ἀδελφῇ ἡμῶν, ἐν ἡμέρᾳ ᾗ ἐὰν λαληθῇ ἐν αὐτῇ; 9Εἰ τεῖχός ἐστιν, οἰκοδομήσωμεν ἐπʼ αὐτὴν ἐπάλξεις ἀργυρᾶς· καὶ εἰ θύρα ἐστὶ, διαγράψωμεν ἐπʼ αὐτὴν σανίδα κεδρίνην. 10Ἐγὼ τεῖχος, καὶ μαστοί μου ὡς πύργοι ἐγὼ ἤμην ἐν ὀφθαλμοῖς αὐτῶν ὡς εὑρίσκουσα εἰρήνην. 11Ἀμπελὼν ἐγενήθη τῷ Σαλωμὼν ἐν Βεεθλαμών· ἔδωκε τὸν ἀμπελῶνα αὐτοῦ τοῖς τηροῦσιν· ἀνὴρ οἴσει ἐν καρπῷ αὐτοῦ χιλίους ἀργυρίου. 12Ἀμπελών μου ἐμὸς ἐνώπιόν μου, οἱ χίλιοι Σαλωμὼν, καὶ οἱ διακόσιοι τοῖς τηροῦσι τὸν καρπὸν αὐτοῦ.

13Ὁ καθήμενος ἐν κήποις, ἑταῖροι προσέχοντες τῇ φωνῇ σου, ἀκούτισόν με.

14Φύγε ἀδελφιδέ μου, καὶ ὁμοιώθητι τῇ δορκάδι, ἢ τῷ νεβρῷ τῶν ἐλάφων ἐπὶ ὄρη τῶν ἀρωμάτων.

SNG 8:1–8:14 ©

SNGC1C2C3C4C5C6C7C8