Open Bible Data Home  About  News  OET Key

OETOET-RVULTUSTBSBOEBWEBBENETTCNTT4TLEBWymthRVKJB-1769KJB-1611BrLXXRelatedTopicsParallelInterlinearReferenceDictionarySearch

BrLXXBy Document By Section By ChapterDetails

BrLXX GENEXOLEVNUMDEUJOSJDGRUTH1SA2SA1KI2KI1CH2CHEZRAJOBPSAPROECCSNGISAJERLAMEZEDNGHOSJOELAMOSOBAYNAMICNAHHABZEPHAGZECMALTOBJDTESGWISSIRBARLJESUSBEL1MA2MA3MA4MAGESMAN

2CHC1C2C3C4C5C6C7C8C9C10C11C12C13C14C15C16C17C18C19C20C21C22C23C24C25C26C27C28C29C30C31C32C33C34C35C36

BrLXX by section 2CH 12:1

2CH 12:1–12:16 ©

ΠΑΡΑΛΕΙΠΟΜΕΝΩΝ Β 12

12Καὶ ἐγένετο ὡς ἡτοιμάσθη ἡ βασιλεία Ῥοβοὰμ, καὶ ὡς κατεκρατήθη, ἐγκατέλιπε τὰς ἐντολὰς Κυρίου, καὶ πᾶς Ἰσραὴλ μετʼ αὐτοῦ.

2Καὶ ἐγένετο ἐν τῷ ἔτει τῷ πέμπτῳ τῆς βασιλείας Ῥοβοὰμ, ἀνέβη Σουσακὶμ βασιλεὺς Αἰγύπτου ἐπὶ Ἱερουσαλὴμ, ὅτι ἥμαρτον ἐναντίον Κυρίου, 3ἐν χιλίοις καὶ διακοσίοις ἅρμασι καὶ ἑξήκοντα χιλιάσιν ἵππων, καὶ οὐκ ἦν ἀριθμὸς τοῦ πλήθους τοῦ ἐλθόντος μετʼ αὐτοῦ ἐξ Αἰγύπτου, Λίβυες, Τρωγοδύται, καὶ Αἰθίοπες. 4Καὶ κατεκράτησαν τῶν πόλεων τῶν ὀχυρῶν, αἳ ἦσαν ἐν Ἰούδα, καὶ ἦλθον εἰς Ἱερουσαλήμ.

5Καὶ Σαμαίας ὁ προφήτης ἦλθε πρὸς Ῥοβοὰμ, καὶ πρὸς τοὺς ἄρχοντας Ἰούδα τοὺς συναχθέντας εἰς Ἱερουσαλὴμ ἀπὸ προσώπου Σουσακὶμ, καὶ εἶπεν αὐτοῖς, οὕτως εἶπε Κύριος, ὑμεῖς ἐγκατελίπετέ με, καὶ ἐγὼ ἐγκαταλείψω ὑμᾶς ἐν χειρὶ Σουσακίμ. 6Καὶ ᾐσχύνθησαν οἱ ἄρχοντες Ἰσραὴλ καὶ ὁ βασιλεὺς, καὶ εἶπαν, δίκαιος ὁ κύριος. 7Καὶ ἐν τῷ ἰδεῖν Κύριον ὅτι ἐνετράπησαν, καὶ ἐγένετο λόγος Κυρίου πρὸς Σαμαίαν, λέγων, ἐνετράπησαν, οὐ καταφθερῶ αὐτοὺς, καὶ δώσω αὐτοὺς ὡς μικρὸν εἰς σωτηρίαν, καὶ οὐ μὴ στάξῃ ὁ θυμός μου ἐν Ἱερουσαλὴμ· 8ὅτι ἔσονται εἰς παῖδας, καὶ γνώσονται τὴν δουλείαν μου, καὶ τὴν δουλείαν τῆς βασιλείας τῆς γῆς.

9Καὶ ἀνέβη Σουσακὶμ βασιλεὺς Αἰγύπτου ἐπὶ Ἱερουσαλὴμ, καὶ ἔλαβε τοὺς θησαυροὺς τοὺς ἐν οἴκῳ Κυρίου, καὶ τοὺς θησαυροὺς τοὺς ἐν οἴκῳ τοῦ βασιλέως, τὰ πάντα ἔλαβε· καὶ ἔλαβε τοὺς θυρεοὺς τοὺς χρυσοῦς οὓς ἐποίησε Σαλωμών. 10Καὶ ἐποίησεν ὁ βασιλεὺς Ῥοβοὰμ θυρεοὺς χαλκοῦς ἀντʼ αὐτῶν· καὶ κατέστησεν ἐπʼ αὐτὸν Σουσακὶμ ἄρχοντας παρατρεχόντων, τοὺς φυλάσσοντας τὸν πυλῶνα τοῦ βασιλέως. 11Καὶ ἐγένετο ἐν τῷ εἰσελθεῖν τὸν βασιλέα εἰς οἶκον Κυρίου, εἰσεπορεύοντο οἱ φυλάσσοντες, καὶ οἱ παρατρέχοντες, καὶ οἱ ἐπιστρέφοντες εἰς ἀπάντησιν τῶν παρατρεχόντων. 12Καὶ ἐν τῷ ἐντραπῆναι αὐτὸν, ἀπεστράφη ἀπʼ αὐτοῦ ὀργὴ Κυρίου, καὶ οὐκ εἰς καταφθορὰν εἰς τέλος· καὶ γὰρ ἐν Ἰούδα ἦσαν λόγοι ἀγαθοί.

13Καὶ κατίσχυσεν ὁ βασιλεὺς Ῥοβοὰμ ἐν Ἱερουσαλὴμ, καὶ ἐβασίλευσε· καὶ τεσσαράκοντα καὶ ἑνὸς ἐτῶν Ῥοβοὰμ ἐν τῷ βασιλεῦσαι αὐτὸν, καὶ ἑπτακαίδεκα ἔτη ἐβασίλευσεν ἐν Ἱερουσαλὴμ, ἐν τῇ πόλει ᾗ ἐξελέξατο Κύριος ἐπονομάσαι τὸ ὄνομα αὐτοῦ ἐκεῖ ἐκ πασῶν φυλῶν υἱῶν Ἰσραὴλ, καὶ τὸ ὄνομα τῆς μητρὸς αὐτοῦ Νοομμὰ ἡ Ἀμμανίτις. 14Καὶ ἐποίησε τὸ πονηρὸν, ὅτι οὐ κατεύθυνε τὴν καρδίαν αὐτοῦ ἐκζητῆσαι τὸν κύριον.

15Καὶ λόγοι Ῥοβοὰμ οἱ πρῶτοι καὶ ἔσχατοι οὐκ ἰδοὺ γεγραμμένοι ἐν τοῖς λόγοις Σαμαία τοῦ προφήτου, καὶ Ἀδδὼ τοῦ ὁρῶντος, καὶ πράξεις αὐτοῦ; καὶ ἐπολέμησε Ῥοβοὰμ τὸν Ἱεροβοὰμ πάσας τὰς ἡμέρας. 16Καὶ ἀπέθανε Ῥοβοὰμ μετὰ τῶν πατέρων αὐτοῦ, καὶ ἐτάφη ἐν πόλει Δαυὶδ, καὶ ἐβασίλευσεν Ἀβιὰ υἱὸς αὐτοῦ ἀντʼ αὐτοῦ.

2CH 12:1–12:16 ©

2CHC1C2C3C4C5C6C7C8C9C10C11C12C13C14C15C16C17C18C19C20C21C22C23C24C25C26C27C28C29C30C31C32C33C34C35C36