Open Bible Data Home  About  News  OET Key

OETOET-RVULTUSTBSBOEBWEBBENETTCNTT4TLEBWymthRVKJB-1769KJB-1611BrLXXRelatedTopicsParallelInterlinearReferenceDictionarySearch

BrLXXBy Document By Section By ChapterDetails

BrLXX GENEXOLEVNUMDEUJOSJDGRUTH1SA2SA1KI2KI1CH2CHEZRAJOBPSAPROECCSNGISAJERLAMEZEDNGHOSJOELAMOSOBAYNAMICNAHHABZEPHAGZECMALTOBJDTESGWISSIRBARLJESUSBEL1MA2MA3MA4MAGESMAN

1MAC1C2C3C4C5C6C7C8C9C10C11C12C13C14C15C16

BrLXX by section 1MA 8:1

1MA 8:1–8:32 ©

ΜΑΚΚΑΒΑΙΩΝ Αʹ 8

8Καὶ ἤκουσεν Ἰούδας τὸ ὄνομα τῶν Ῥωμαίων, ὅτι εἰσὶ δυνατοὶ ἰσχύϊ· καὶ αὐτοὶ εὐδοκοῦσιν ἐν πᾶσι τοῖς προστιθεμένοις αὐτοῖς, καὶ ὅσοι ἂν προσέλθωσιν αὐτοῖς, ἱστῶσιν αὐτοῖς φιλίαν, καὶ ὅτι εἰσὶ δυνατοὶ ἰσχύϊ· 2καὶ διηγήσαντο αὐτῷ τοὺς πολέμους αὐτῶν, καὶ τὰς ἀνδραγαθίας ἃς ποιοῦσιν ἐν τοῖς Γαλάταις, καὶ ὅτι κατεκράτησαν αὐτῶν καὶ ἤγαγον αὐτοὺς ὑπὸ φόρον, 3καὶ ὅσα ἐποίησαν ἐν χώρᾳ Ἱσπανιας, του κατακρατῆσαι τῶν μετάλλων τοῦ ἀργυρίου καὶ τοῦ χρυσίου τοῦ ἐκεῖ· 4καὶ κατεκράτησαν τοῦ τόπου παντὸς τῇ βουλῇ αὐτῶν καὶ τῇ μακροθυμίᾳ, καὶ ὁ τόπος ἦν μακρὰν ἀπέχων ἀπʼ αὐτῶν σφόδρα· καὶ τῶν βασιλέων τῶν ἐπελθόντων ἐπʼ αὐτοὺς ἀπʼ ἄκρου τῆς γῆς ἕως συνέτριψαν αὐτοὺς, καὶ ἐπάταξαν ἐν αὐτοῖς πληγὴν μεγάλην, καὶ οἱ ἐπίλοιποι διδόασιν αὐτοῖς φόρον κατʼ ἐνιαυτόν·

5Καὶ τὸν Φίλιππον καὶ τὸν Περσέα Κιτιέων βασιλέα, καὶ τοὺς ἐπῃρμένους ἐπʼ αὐτοὺς, συνέτριψαν αὐτοὺς ἐν πολέμῳ, καὶ κατεκράτησαν αὐτῶν· 6καὶ Ἀντίοχον τὸν μέγαν βασιλέα τῆς Ἀσίας, τὸν πορευθέντα ἐπʼ αὐτοὺς εἰς πόλεμον ἔχοντα ἑκατὸν εἴκοσι ἐλέφαντας καὶ ἵππον καὶ ἅρματα καὶ δύναμιν πολλὴν σφόδρα, καὶ συνετρίβη ἀπʼ αὐτῶν· 7καὶ ἔλαβον αὐτὸν ζῶντα, καὶ ἔστησαν αὐτοῖς διδόναι αὐτόν τε καὶ τοὺς βασιλεύοντας μετʼ αὐτὸν φόρον μέγαν, διδόναι ὅμηρα καὶ διαστολήν, 8καὶ χώραν τὴν Ἰνδικὴν, καὶ Μήδειαν, καὶ Αυδίαν, καὶ ἀπὸ τῶν καλλίστων χωρῶν αὐτῶν, καὶ λαβόντες αὐτὰς παρʼ αὐτοῦ ἔδωκαν αὐτὰς Εὐμένει τῷ βασιλεῖ.

9Καὶ ὅτι οἱ ἐκ τῆς Ἑλλάδος ἐβουλεύσαντο ἐλθεῖν καὶ ἐξᾶραι αὐτούς, 10καὶ ἐγνώσθη ὁ λόγος αὐτοῖς, καὶ ἀπέστειλαν ἐπʼ αὐτοὺς στρατηγὸν ἕνα, καὶ ἐπολέμησαν πρὸς αὐτοὺς, καὶ ἔπεσον ἐξ αὐτῶν τραυματίαι πολλοὶ, καὶ ᾐχμαλώτευσαν τὰς γυναῖκας αὐτῶν καὶ τὰ τέκνα αὐτῶν, καὶ προενόμευσαν αὐτοὺς, καὶ κατεκράτησαν τῆς γῆς αὐτῶν, καὶ καθεῖλον τὰ ὀχυρώματα αὐτῶν, καὶ κατεδουλώσαντο αὐτοὺς ἕως τῆς ἡμέρας ταύτης.

11Καὶ τὰς ἐπιλοίπους βασιλείας, καὶ τὰς νήσους, ὅσοι ποτὲ ἀντέστησαν αὐτοῖς, κατέφθειραν, καὶ ἐδούλωσαν αὐτούς· μετὰ δὲ τῶν φίλων αὐτῶν καὶ τῶν ἐπαναπαυομένων αὐτοῖς συνετήρησαν φιλίαν, 12καὶ κατεκράτησαν τῶν βασιλειῶν τῶν ἐγγὺς καὶ τῶν μακρὰν, καὶ ὅσοι ἤκουον τὸ ὄνομα αὐτῶν ἐφοβοῦντο ἀπʼ αὐτῶν· 13ὅσοις δʼ ἂν βούλωνται βοηθεῖν καὶ βασιλεύειν, βασιλεύουσιν· οὓς δʼ ἂν βούλωνται, μεθιστῶσι, καὶ ὑψώθησαν σφόδρα· 14καὶ ἐν πᾶσι τούτοις οὐκ ἐπέθετο οὐδεὶς αὐτῶν διάδημα, καὶ οὐ περιεβάλοντο πορφύραν, ὥστε ἁδρυνθῆναι ἐν αὐτῇ. 15Καὶ βουλευτήριον ἐποίησαν ἑαυτοῖς, καὶ καθʼ ἡμέραν ἐβουλεύοντο τριακόσιοι καὶ εἴκοσι βουλευόμενοι διαπαντὸς περὶ τοῦ πλήθους, τοῦ εὐκοσμεῖν αὐτούς· 16καὶ πιστεύουσιν ἑνὶ ἀνθρώπῳ τὴν ἀρχὴν αὐτῶν κατʼ ἐνιαυτὸν, καὶ κυριεύειν πάσης τῆς γῆς αὐτῶν, καὶ πάντες ἀκούουσι τοῦ ἑνὸς, καὶ οὐκ ἔστι φθόνος οὐδὲ ζῆλος ἐν αὐτοῖς·

17Καὶ ἐπέλεξεν Ἰούδας τὸν Εὐπόλεμον υἱὸν Ἰωάννου τοῦ Ἀκκὼς, καὶ Ἰάσονα υἱὸν Ἐλεαζάρου, καὶ ἀπέστειλεν αὐτοὺς εἰς Ῥώμην, στῆσαι αὐτοῖς φιλίαν καὶ συμμαχίαν, 18καὶ τοῦ ἆραι τὸν ζυγὸν ἀπʼ αὐτῶν, ὅτι ἴδον τὴν βασιλείαν τῶν Ἑλλήνων καταδουλουμένους τὸν Ἰσραὴλ δουλείαν.

19Καὶ ἐπορεύθησαν εἰς Ῥώμην, καὶ ἡ ὁδὸς πολλὴ σφόδρα, καὶ εἰσῆλθον εἰς τὸ βουλευτήριον, καὶ ἀπεκρίθησαν καὶ εἶπον, 20Ἰούδας ὁ Μακκαβαῖος καὶ οἱ ἀδελφοὶ αὐτοῦ καὶ τὸ πλῆθος τῶν Ἰουδαίων ἀπέστειλαν ἡμᾶς πρὸς ὑμᾶς, στῆσαι μεθʼ ὑμῶν συμμαχίαν καὶ εἰρήνην, καὶ γραφῆναι ἡμᾶς συμμάχους καὶ φίλους ὑμῶν. 21Καὶ ἤρεσεν ὁ λόγος ἐνώπιον αὐτῶν.

22Καὶ τοῦτο τὸ ἀντίγραφον τῆς ἐπιστολῆς ἧς ἀντέγραψεν ἐπὶ δέλτοῖς χαλκαῖς, καὶ ἀπέστειλεν εἰς Ἱερουσαλὴμ εἶναι παρʼ αὐτοῖς ἐκεῖ μνημόσυνον εἰρήνης καὶ συμμαχίας· 23καλῶς γένοιτο Ῥωμαίοις καὶ τῷ ἔθνει Ἰουδαίων ἐν τῇ θαλάσσῃ καὶ ἐπὶ τῆς ξηρᾶς εἰς τὸν αἰῶνα, καὶ ῥομφαία καὶ ἐχθρὸς μακρυνθείη ἀπʼ αὐτῶν.

24Ἐὰν δὲ ἐνστῇ πόλεμος ἐν Ῥώμῃ προτέρᾳ ἢ πᾶσι τοῖς συμμάχοις αὐτῶν ἐν πάσῃ κυρείᾳ αὐτῶν, 25συμμαχήσει τὸ ἔθνος τῶν Ἰουδαίων, ὡς ἂν ὁ καιρὸς ὑπογραφῇ αὐτοῖς, καρδίᾳ πλήρει. 26Καὶ τοῖς πολεμοῦσιν οὐ δώσουσιν οὐδὲ ἐπαρκέσουσι σῖτον, ὅπλα, ἀργύριον, πλοῖα, ὡς ἔδοξε Ῥωμαίοις· καὶ φυλάξονται τὰ φυλάγματα αὐτῶν οὐθὲν λαβόντες· 27κατὰ τὰ αὐτὰ δὲ ἐὰν ἔθνει Ἰουδαίων συμβῇ προτέροις πόλεμος, συμμαχήσουσιν οἱ Ῥωμαῖοι ἐκ ψυχῆς, ὡς ἂν αὐτοῖς ὁ καιρὸς ὑπογραφῇ. 28Καὶ τοῖς συμμαχοῦσιν οὐ δοθήσεται σῖτος, ὅπλα, ἀργύριον, πλοῖα, ὡς ἔδοξε Ῥώμῃ· καὶ φυλάξονται τὰ φυλάγματα αὐτῶν, καὶ οὐ μετὰ δόλου.

29Κατὰ τοὺς λόγους τούτους ἔστησαν Ῥωμαῖοι τῷ δήμῳ τῶν Ἰουδαίων. 30Ἐὰν δὲ μετὰ τοὺς λόγους τούτους βουλεύσωνται οὗτοι καὶ οὗτοι προσθεῖναι ἢ ἀφελεῖν, ποιήσονται ἐξ αἱρέσεως αὐτῶν, καὶ ὃ ἐὰν προσθῶσιν ἢ ἀφέλωσιν, ἔσται κύρια.

31Καὶ περὶ τῶν κακῶν ὧν ὁ βασιλεὺς Δημήτριος συντελεῖται εἰς αὐτούς, ἐγράψαμεν αὐτῷ, λέγοντες, διατί ἐβάρυνας τὸν ζυγόν σου ἐπὶ τοὺς φίλους ἡμῶν τοὺς συμμάχους Ἰουδαίους; 32Ἐὰν οὖν ἔτι ἐντύχωσιν κατὰ σοῦ, ποιήσομεν αὐτοῖς τὴν κρίσιν, καὶ πολεμήσομέν σε διὰ τῆς θαλάσσης καὶ διὰ τῆς ξηρᾶς.

1MA 8:1–8:32 ©

1MAC1C2C3C4C5C6C7C8C9C10C11C12C13C14C15C16