Open Bible Data Home  About  News  OET Key

OETOET-RVOET-LVULTUSTBSBBLBAICNTOEBWEBBEWMBBNETLSVFBVTCNTT4TLEBBBEMoffJPSWymthASVDRAYLTDrbyRVWbstrKJB-1769KJB-1611BshpsGnvaCvdlTNTWyclSR-GNTUHBBrLXXBrTrRelatedTopicsParallelInterlinearReferenceDictionarySearch

SR-GNTBy Document By Chapter Details

ROMC1C2C3C4C5C6C7C8C9C10C11C12C13C14C15C16

SR-GNT ROM Chapter 10

ROM 10 ©

10Ἀδελφοί, ἡ μὲν εὐδοκία τῆς ἐμῆς καρδίας, καὶ ἡ δέησις πρὸς τὸν ˚Θεὸν, ὑπὲρ αὐτῶν εἰς σωτηρίαν. 2Μαρτυρῶ γὰρ αὐτοῖς ὅτι ζῆλον ˚Θεοῦ ἔχουσιν, ἀλλʼ οὐ κατʼ ἐπίγνωσιν. 3Ἀγνοοῦντες γὰρ τὴν τοῦ ˚Θεοῦ δικαιοσύνην, καὶ τὴν ἰδίαν ζητοῦντες στῆσαι, τῇ δικαιοσύνῃ τοῦ ˚Θεοῦ οὐχ ὑπετάγησαν. 4Τέλος γὰρ νόμου ˚Χριστὸς, εἰς δικαιοσύνην παντὶ τῷ πιστεύοντι.

5Μωϋσῆς γὰρ γράφει τὴν δικαιοσύνην τὴν ἐκ νόμου, ὅτι “Ὁ ποιήσας αὐτὰ ἄνθρωπος, ζήσεται ἐν αὐτῇ.” 6Ἡ δὲ ἐκ πίστεως δικαιοσύνη οὕτως λέγει, “Μὴ εἴπῃς ἐν τῇ καρδίᾳ σου, ‘Τίς ἀναβήσεται εἰς τὸν οὐρανόν;’ ” (Τοῦτʼ ἔστιν ˚Χριστὸν καταγαγεῖν), 7ἤ, “‘Τίς καταβήσεται εἰς τὴν Ἄβυσσον;’ ” (Τοῦτʼ ἔστιν ˚Χριστὸν ἐκ νεκρῶν ἀναγαγεῖν). 8Ἀλλὰ τί λέγει; “Ἐγγύς σου τὸ ῥῆμά ἐστιν, ἐν τῷ στόματί σου, καὶ ἐν τῇ καρδίᾳ σου”, τοῦτʼ ἔστιν τὸ ῥῆμα τῆς πίστεως ὃ κηρύσσομεν. 9Ὅτι ἐὰν ὁμολογήσῃς ἐν τῷ στόματί σου, “˚Κύριον ˚Ἰησοῦν”, καὶ πιστεύσῃς ἐν τῇ καρδίᾳ σου ὅτι ὁ ˚Θεὸς αὐτὸν ἤγειρεν ἐκ νεκρῶν, σωθήσῃ. 10Καρδίᾳ γὰρ πιστεύεται εἰς δικαιοσύνην, στόματι δὲ ὁμολογεῖται εἰς σωτηρίαν. 11Λέγει γὰρ ἡ Γραφή, “Πᾶς ὁ πιστεύων ἐπʼ αὐτῷ οὐ καταισχυνθήσεται.” 12Οὐ γάρ ἐστιν διαστολὴ Ἰουδαίου τε καὶ Ἕλληνος, ὁ γὰρ αὐτὸς ˚Κύριος πάντων, πλουτῶν εἰς πάντας τοὺς ἐπικαλουμένους αὐτόν. 13“Πᾶς” γὰρ “ὃς ἂν ἐπικαλέσηται τὸ ὄνομα ˚Κυρίου, σωθήσεται.”

14Πῶς οὖν ἐπικαλέσωνται εἰς ὃν οὐκ ἐπίστευσαν; Πῶς δὲ πιστεύσωσιν οὗ οὐκ ἤκουσαν; Πῶς δὲ ἀκούσωσιν χωρὶς κηρύσσοντος; 15Πῶς δὲ κηρύξωσιν ἐὰν μὴ ἀποσταλῶσιν; Καθὼς γέγραπται, “Ὡς ὡραῖοι οἱ πόδες τῶν εὐαγγελιζομένων ἀγαθά!” 16Ἀλλʼ οὐ πάντες ὑπήκουσαν τῷ εὐαγγελίῳ. Ἠσαΐας γὰρ λέγει, “˚Κύριε, τίς ἐπίστευσεν τῇ ἀκοῇ ἡμῶν;” 17Ἄρα ἡ πίστις ἐξ ἀκοῆς, ἡ δὲ ἀκοὴ διὰ ῥήματος ˚Χριστοῦ.

18Ἀλλὰ λέγω, μὴ οὐκ ἤκουσαν; Μενοῦνγε, “Εἰς πᾶσαν τὴν γῆν, ἐξῆλθεν ὁ φθόγγος αὐτῶν, καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης, τὰ ῥήματα αὐτῶν.” 19Ἀλλὰ λέγω, μὴ Ἰσραὴλ οὐκ ἔγνω; Πρῶτος Μωϋσῆς λέγει, “Ἐγὼ παραζηλώσω ὑμᾶς, ἐπʼ οὐκ ἔθνει, ἐπʼ ἔθνει ἀσυνέτῳ, παροργιῶ ὑμᾶς.” 20Ἠσαΐας δὲ ἀποτολμᾷ καὶ λέγει, “Εὑρέθην ἐν τοῖς ἐμὲ μὴ ζητοῦσιν, ἐμφανὴς ἐγενόμην τοῖς ἐμὲ μὴ ἐπερωτῶσιν.” 21Πρὸς δὲ τὸν Ἰσραὴλ λέγει, “Ὅλην τὴν ἡμέραν, ἐξεπέτασα τὰς χεῖράς μου πρὸς λαὸν ἀπειθοῦντα καὶ ἀντιλέγοντα.”

ROM 10 ©

ROMC1C2C3C4C5C6C7C8C9C10C11C12C13C14C15C16