Open Bible Data Home About News OET Key
OET OET-RV OET-LV ULT UST BSB BLB AICNT OEB WEBBE WMBB NET LSV FBV TCNT T4T LEB BBE Moff JPS Wymth ASV DRA YLT Drby RV Wbstr KJB-1769 KJB-1611 Bshps Gnva Cvdl TNT Wycl SR-GNT UHB BrLXX BrTr Related Topics Parallel Interlinear Reference Dictionary Search
SR-GNT By Document By Chapter Details
ROM C1 C2 C3 C4 C5 C6 C7 C8 C9 C10 C11 C12 C13 C14 C15 C16
16 Συνίστημι δὲ ὑμῖν Φοίβην, τὴν ἀδελφὴν ἡμῶν, οὖσαν καὶ διάκονον τῆς ἐκκλησίας τῆς ἐν Κεγχρεαῖς, 2 ἵνα προσδέξησθε αὐτὴν ἐν ˚Κυρίῳ ἀξίως τῶν ἁγίων, καὶ παραστῆτε αὐτῇ ἐν ᾧ ἂν ὑμῶν χρῄζῃ πράγματι, καὶ γὰρ αὐτὴ προστάτις πολλῶν ἐγενήθη καὶ ἐμοῦ αὐτοῦ.
3 Ἀσπάσασθε Πρίσκαν καὶ Ἀκύλαν, τοὺς συνεργούς μου ἐν ˚Χριστῷ ˚Ἰησοῦ, 4 οἵτινες ὑπὲρ τῆς ψυχῆς μου, τὸν ἑαυτῶν τράχηλον ὑπέθηκαν, οἷς οὐκ ἐγὼ μόνος εὐχαριστῶ, ἀλλὰ καὶ πᾶσαι αἱ ἐκκλησίαι τῶν ἐθνῶν, 5 καὶ τὴν κατʼ οἶκον αὐτῶν ἐκκλησίαν. Ἀσπάσασθε Ἐπαίνετον, τὸν ἀγαπητόν μου, ὅς ἐστιν ἀπαρχὴ τῆς Ἀσίας εἰς ˚Χριστόν. 6 Ἀσπάσασθε Μαρίαν, ἥτις πολλὰ ἐκοπίασεν εἰς ὑμᾶς. 7 Ἀσπάσασθε Ἀνδρόνικον καὶ Ἰουνίαν, τοὺς συγγενεῖς μου καὶ συναιχμαλώτους μου, οἵτινές εἰσιν ἐπίσημοι ἐν τοῖς ἀποστόλοις, οἳ καὶ πρὸ ἐμοῦ γέγοναν ἐν ˚Χριστῷ. 8 Ἀσπάσασθε Ἀμπλιᾶτον, τὸν ἀγαπητόν μου ἐν ˚Κυρίῳ. 9 Ἀσπάσασθε Οὐρβανὸν, τὸν συνεργὸν ἡμῶν ἐν ˚Χριστῷ, καὶ Στάχυν τὸν ἀγαπητόν μου. 10 Ἀσπάσασθε Ἀπελλῆν, τὸν δόκιμον ἐν ˚Χριστῷ. Ἀσπάσασθε τοὺς ἐκ τῶν Ἀριστοβούλου. 11 Ἀσπάσασθε Ἡρῳδίωνα, τὸν συγγενῆν μου. Ἀσπάσασθε τοὺς ἐκ τῶν Ναρκίσσου τοὺς ὄντας ἐν ˚Κυρίῳ. 12 Ἀσπάσασθε Τρύφαιναν καὶ Τρυφῶσαν, τὰς κοπιώσας ἐν ˚Κυρίῳ. Ἀσπάσασθε Περσίδα, τὴν ἀγαπητήν, ἥτις πολλὰ ἐκοπίασεν ἐν ˚Κυρίῳ. 13 Ἀσπάσασθε Ῥοῦφον, τὸν ἐκλεκτὸν ἐν ˚Κυρίῳ, καὶ τὴν μητέρα αὐτοῦ καὶ ἐμοῦ. 14 Ἀσπάσασθε Ἀσύγκριτον, Φλέγοντα, Ἑρμῆν, Πατρόβαν, Ἑρμᾶν, καὶ τοὺς σὺν αὐτοῖς ἀδελφούς. 15 Ἀσπάσασθε Φιλόλογον καὶ Ἰουλίαν, Νηρέα καὶ τὴν ἀδελφὴν αὐτοῦ, καὶ Ὀλυμπᾶν, καὶ τοὺς σὺν αὐτοῖς πάντας ἁγίους. 16 Ἀσπάσασθε ἀλλήλους ἐν φιλήματι ἁγίῳ. Ἀσπάζονται ὑμᾶς αἱ ἐκκλησίαι πᾶσαι τοῦ ˚Χριστοῦ.
17 Παρακαλῶ δὲ ὑμᾶς, ἀδελφοί, σκοπεῖν τοὺς τὰς διχοστασίας καὶ τὰ σκάνδαλα παρὰ τὴν διδαχὴν ἣν ὑμεῖς ἐμάθετε ποιοῦντας, καὶ ἐκκλίνετε ἀπʼ αὐτῶν. 18 Οἱ γὰρ τοιοῦτοι τῷ ˚Κυρίῳ ἡμῶν ˚Χριστῷ οὐ δουλεύουσιν, ἀλλὰ τῇ ἑαυτῶν κοιλίᾳ, καὶ διὰ τῆς χρηστολογίας καὶ εὐλογίας, ἐξαπατῶσιν τὰς καρδίας τῶν ἀκάκων. 19 Ἡ γὰρ ὑμῶν ὑπακοὴ, εἰς πάντας ἀφίκετο. Ἐφʼ ὑμῖν οὖν χαίρω, θέλω δὲ ὑμᾶς σοφοὺς εἶναι εἰς τὸ ἀγαθόν, ἀκεραίους δὲ εἰς τὸ κακόν. 20 Ὁ δὲ ˚Θεὸς τῆς εἰρήνης συντρίψει τὸν Σατανᾶν ὑπὸ τοὺς πόδας ὑμῶν ἐν τάχει. Ἡ χάρις τοῦ ˚Κυρίου ἡμῶν, ˚Ἰησοῦ μεθʼ ὑμῶν.
21 Ἀσπάζεται ὑμᾶς Τιμόθεος, ὁ συνεργός μου, καὶ Λούκιος, καὶ Ἰάσων, καὶ Σωσίπατρος, οἱ συγγενεῖς μου. 22 Ἀσπάζομαι ὑμᾶς ἐγὼ, Τέρτιος, ὁ γράψας τὴν ἐπιστολὴν, ἐν ˚Κυρίῳ. 23 Ἀσπάζεται ὑμᾶς Γάϊος, ὁ ξένος μου, καὶ ὅλης τῆς ἐκκλησίας. Ἀσπάζεται ὑμᾶς Ἔραστος, ὁ οἰκονόμος τῆς πόλεως, καὶ Κούαρτος ὁ ἀδελφός.
25 Τῷ δὲ δυναμένῳ ὑμᾶς στηρίξαι, κατὰ τὸ εὐαγγέλιόν μου, καὶ τὸ κήρυγμα ˚Ἰησοῦ ˚Χριστοῦ κατὰ ἀποκάλυψιν μυστηρίου χρόνοις αἰωνίοις σεσιγημένου, 26 φανερωθέντος δὲ νῦν διά τε Γραφῶν προφητικῶν, κατʼ ἐπιταγὴν τοῦ αἰωνίου ˚Θεοῦ εἰς ὑπακοὴν πίστεως, εἰς πάντα τὰ ἔθνη γνωρισθέντος. 27 Μόνῳ σοφῷ ˚Θεῷ διὰ ˚Ἰησοῦ ˚Χριστοῦ, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν!