Open Bible Data Home About News OET Key
OET OET-RV ULT UST BSB OEB WEBBE NET TCNT T4T LEB Wymth RV KJB-1769 KJB-1611 BrLXX Related Topics Parallel Interlinear Reference Dictionary Search
BrLXX By Document By Section By Chapter Details
BrLXX GEN EXO LEV NUM DEU JOS JDG RUTH 1SA 2SA 1KI 2KI 1CH 2CH EZRA JOB PSA PRO ECC SNG ISA JER LAM EZE DNG HOS JOEL AMOS OBA YNA MIC NAH HAB ZEP HAG ZEC MAL TOB JDT ESG WIS SIR BAR LJE SUS BEL 1MA 2MA 3MA 4MA GES MAN
JOB C1 C2 C3 C4 C5 C6 C7 C8 C9 C10 C11 C12 C13 C14 C15 C16 C17 C18 C19 C20 C21 C22 C23 C24 C25 C26 C27 C28 C29 C30 C31 C32 C33 C34 C35 C36 C37 C38 C39 C40 C41 C42
18 Ὑπολαβὼν δὲ Βαλδὰδ ὁ Σαυχίτης, λέγει,
2 Μέχρι τίνος οὐ παύσῃ; ἐπίσχες, ἵνα καὶ αὐτοὶ λαλήσωμεν. 3 Διατί δὲ ὥσπερ τετράποδα σεσιωπήκαμεν ἐναντίον σου; 4 Κέχρηταί σοι ὀργή· τί γὰρ ἐὰν σὺ ἀποθάνῃς, ἀοίκητος ἡ ὑπʼ οὐρανόν; ἢ καταστραφήσεται ὄρη ἐκ θεμελίων;
5 Καὶ φῶς ἀσεβῶν σβεσθήσεται, καὶ οὐκ ἀποβήσεται αὐτῶν ἡ φλόξ. 6 Τὸ φῶς αὐτοῦ σκότος ἐν διαίτῃ, ὁ δὲ λύχνος ἐπʼ αὐτῷ σβεσθήσεται. 7 Θηρεύσαισαν ἐλάχιστοι τὰ ὑπάρχοντα αὐτοῦ· σφάλαι δὲ αὐτοῦ ἡ βουλή. 8 Ἐμβέβληται δὲ ὁ ποῦς αὐτοῦ ἐν παγίδι, ἐν δικτύῳ ἑλιχθείη. 9 Ἔλθοισαν δὲ ἐπʼ αὐτὸν παγίδες, κατισχύσει ἐπʼ αὐτὸν διψῶντας. 10 Κέκρυπται ἐν τῇ γῇ σχοινίον αὐτοῦ, καὶ ἡ σύλληψις αὐτοῦ ἐπὶ τρίβον. 11 Κύκλῳ ὀλέσαισαν αὐτὸν ὀδύναι· πολλοὶ δὲ περὶ πόδα αὐτοῦ ἔλθοισαν ἐν λιμῷ στενῷ· 12 πτῶμα δὲ αὐτῷ ἡτοίμασται ἐξαίσιον. 13 Βρωθείησαν αὐτοῦ κλῶνες ποδῶν, κατέδεται δὲ αὐτοῦ τὰ ὡραῖα θάνατος. 14 Ἐκραγείη δέ ἐκ διαίτης αὐτοῦ ἴασις, σχοίη δὲ αὐτὸν ἀνάγκη αἰτίᾳ βασιλικῇ. 15 Κατασκηνώσει ἐν τῇ σκηνῇ αὐτοῦ ἐν νυκτὶ αὐτοῦ, κατασπαρήσονται τὰ εὐπρεπῆ αὐτοῦ θείῳ. 16 Ὑποκάτωθεν αἱ ῥίζαι αὐτοῦ ξηρανθήσονται, καὶ ἐπάνωθεν ἐπιπεσεῖται θερισμὸς αὐτοῦ. 17 Τὸ μνημόσυνον αὐτοῦ ἀπόλοιτο ἐκ γῆς, καὶ ὑπάρξει ὄνομα αὐτῷ ἐπὶ πρόσωπον ἐξωτέρω. 18 Ἀπώσειεν αὐτὸν ἐκ φωτὸς εἰς σκότος. 19 Οὐκ ἔσται ἐπίγνωστος ἐν λαῷ αὐτοῦ, οὐδὲ σεσωσμένος ἐν τῇ ὑπʼ οὐρανὸν ὁ οἶκος αὐτοῦ. 20 Ἀλλʼ ἐν τοῖς αὐτοῦ ζήσονται ἕτεροι· ἐπʼ αὐτῷ ἐστέναξαν ἔσχατοι, πρώτους δὲ ἔσχε θαῦμα.
21 Οὗτοί εἰσιν οἱ οἶκοι ἀδίκων, οὗτος δὲ ὁ τόπος τῶν μὴ εἰδότων τὸν Κύριον.
JOB C1 C2 C3 C4 C5 C6 C7 C8 C9 C10 C11 C12 C13 C14 C15 C16 C17 C18 C19 C20 C21 C22 C23 C24 C25 C26 C27 C28 C29 C30 C31 C32 C33 C34 C35 C36 C37 C38 C39 C40 C41 C42