Open Bible Data Home About News OET Key
OET OET-RV ULT UST BSB OEB WEBBE NET TCNT T4T LEB Wymth RV KJB-1769 KJB-1611 BrLXX Related Topics Parallel Interlinear Reference Dictionary Search
BrLXX By Document By Section By Chapter Details
BrLXX GEN EXO LEV NUM DEU JOS JDG RUTH 1SA 2SA 1KI 2KI 1CH 2CH EZRA JOB PSA PRO ECC SNG ISA JER LAM EZE DNG HOS JOEL AMOS OBA YNA MIC NAH HAB ZEP HAG ZEC MAL TOB JDT ESG WIS SIR BAR LJE SUS BEL 1MA 2MA 3MA 4MA GES MAN
WIS C1 C2 C3 C4 C5 C6 C7 C8 C9 C10 C11 C12 C13 C14 C15 C16 C17 C18 C19
11 Εὐωδώσε τὰ ἔργα αὐτῶν ἐν χειρὶ προφήτου ἁγίου. 2 Διώδευσαν ἔρημον ἀοίκητον, καὶ ἐν ἀβάτοις ἔπηξαν σκηνάς. 3 Ἀντέστησαν πολεμίοις, καὶ ἠμύναντο ἐχθρούς. 4 Ἐδίψησαν καὶ ἐπεκαλέσαντό σε, καὶ ἐδόθη αὐτοῖς ἐκ πέτρας ἀκροτόμου ὕδωρ, καὶ ἴαμα δίψης ἐκ λίθου σκληροῦ. 5 Διʼ ὧν γὰρ ἐκολάσθησαν οἱ ἐχθροὶ αὐτῶν, διὰ τούτων αὐτοὶ ἀποροῦντες εὐεργετήθησαν. 6 Ἀντὶ μὲν πηγῆς ἀεννάου ποταμοῦ αἵματι λυθρώδει ταραχθέντες 7 εἰς ἔλεγχον νηπιοκτόνου διατάγματος, ἔδωκας αὐτοῖς δαψιλὲς ὕδωρ ἀνελπίστως· 8 δείξας διὰ τοῦ τότε δίψους πῶς τοὺς ὑπεναντίους ἐκόλασας.
9 Ὅτε γὰρ ἐπειράσθησαν, καίπερ ἐν ἐλέει παιδευόμενοι, ἔγνωσαν πῶς ἐν ὀργῇ κρινόμενοι ἀσεβεῖς ἐβασανίζοντο. 10 Τούτους μὲν γὰρ ὡς πατὴρ νουθεντῶν ἐδοκίμασας, ἐκείνους δὲ ὡς ἀπότομος βασιλεὺς καταδικάζων ἐξήτασας. 11 Καὶ ἀπόντες δὲ καὶ παρόντες ὁμοίως ἐτρύχοντο. 12 Διπλῆ γὰρ αὐτοὺς ἔλαβε λύπη, καὶ στεναγμὸς μνημῶν τῶν παρελθουσῶν. 13 Ὅτε γὰρ ἤκουσαν διὰ τῶν ἰδίων κολάσεων εὐεργετουμένους αὐτοὺς, ᾔσθοντο τοῦ Κυρίου. 14 Τὸν γὰρ ἐν ἐκθέσει πάλαι ῥιφέντα ἀπεῖπον χλευάζοντες, ἐπὶ τέλει τῶν ἐκβάσεων ἐθαύμασαν, οὐχ ὅμοια δικαίοις διψήσαντες.
15 Ἀντὶ δὲ λογισμῶν ἀσυνέτων ἀδικίας αὐτῶν, ἐν οἷς πλανηθέντες ἐθρήσκευον ἄλογα ἑρπετὰ καὶ κνώδαλα εὐτελῆ, ἐπαπέστειλας αὐτοῖς πλῆθος ἀλόγων ζώων εἰς ἐκδίκησιν, 16 ἵνα γνῶσιν ὅτι διʼ ὧν τις ἁμαρτάνει, διὰ τούτων κολάζεται.
17 Οὐ γὰρ ἠπόρει ἡ παντοδύναμός σου χεὶρ κτίσασα τὸν κόσμον ἐξ ἀμόρφου ὕλης, ἐπιπέμψαι αὐτοῖς πλῆθος ἄρκων, ἢ θρασεῖς λέοντας, 18 ἢ νεοκτίστους θυμοῦ πλήρεις θῆρας ἀγνώστους, ἤτοι πυρπνόον φυσῶντας ἆσθμα, ἢ βρόμους λικμωμένους καπνοῦ, ἢ δεινοὺς ἀπʼ ὀμμάτων σπινθῆρας ἀστράπτοντας· 19 ὧν οὐ μόνον ἡ βλάβη ἠδύνατο συνεκτρίψαι αὐτοὺς, ἀλλὰ καὶ ἡ ὄψις ἐκφοβήσασα διολέσαι. 20 Καὶ χωρὶς δὲ τούτων, ἑνὶ πνεύματι πεσεῖν ἐδύναντο ὑπὸ τῆς δίκης διωχθέντες, καὶ λικμηθέντες ὑπὸ πνεύματος δυνάμεώς σου· ἀλλὰ πάντα μέτρῳ καὶ ἀριθμῷ καὶ σταθμῷ διέταξας. 21 Τὸ γὰρ μεγάλως ἰσχύειν πάρεστί σοι πάντοτε, καὶ κράτει βραχίονός σου τις ἀντιστήσεται; 22 Ὅτι ὡς ῥοπὴ ἐκ πλαστίγγων ὅλος ὁ κόσμος ἐναντίον σου, καὶ ὡς ῥανὶς δρόσον ὀρθρινὴ κατελθοῦσα ἐπὶ γῆν.
23 Ἐλεεῖς δὲ πάντας, ὅτι πάντα δύνασαι, καὶ παρορᾷς ἁμαρτήματα ἀνθρώπων εἰς μετάνοιαν. 24 Ἀγαπᾷς γὰρ τὰ ὄντα πάντα, καὶ οὐδὲν βδελύσσῃ ὧν ἐποίησας, οὐδὲ γὰρ ἂν μισῶν τι κατεσκεύασας. 25 Πῶς δὲ ἔμεινεν ἄν τι εἰ μὴ σὺ ἐθέλησας; ἢ τὸ μὴ κληθὲν ὑπὸ σοῦ διετηρήθη; 26 Φείδῃ δὲ πάντων, ὅτι σά ἐστι, δέσποτα φιλόψυχε.
WIS C1 C2 C3 C4 C5 C6 C7 C8 C9 C10 C11 C12 C13 C14 C15 C16 C17 C18 C19