Open Bible Data Home  About  News  OET Key

OETOET-RVULTUSTBSBOEBWEBBENETTCNTT4TLEBWymthRVKJB-1769KJB-1611BrLXXRelatedTopicsParallelInterlinearReferenceDictionarySearch

BrLXXBy Document By Section By ChapterDetails

BrLXX GENEXOLEVNUMDEUJOSJDGRUTH1SA2SA1KI2KI1CH2CHEZRAJOBPSAPROECCSNGISAJERLAMEZEDNGHOSJOELAMOSOBAYNAMICNAHHABZEPHAGZECMALTOBJDTESGWISSIRBARLJESUSBEL1MA2MA3MA4MAGESMAN

WISC1C2C3C4C5C6C7C8C9C10C11C12C13C14C15C16C17C18C19

BrLXX by section WIS 14:1

WIS 14:1–14:31 ©

ΣΟΦΙΑ ΣΑΛΩΜΩΝ 14

14Πλοῦν τις πάλιν στελλόμενος, καὶ ἄγρια μέλλων διοδεύειν κύματα, τοῦ φέροντος αὐτὸν πλοίου σαθρότερον ξύλον ἐπιβοᾶται. 2Ἐκεῖνο μὲν γὰρ ὄρεξις πορισμῶν ἐπενόησε, τεχνίτης δὲ σοφίᾳ κατεσκεύασεν· 3ἡ δὲ σὴ, Πάτερ, διακυβερνᾷ πρόνοια, ὅτι ἔδωκας καὶ ἐν θαλάσσῃ ὁδὸν καὶ ἐν κύμασι τρίβον ἀσφαλῆ· 4δεικνὺς ὅτι δύνασαι ἐκ παντὸς σώζειν, ἵνα κᾂν ἄνευ τέχνης τις ἐπιβῇ. 5Θέλεις δὲ μὴ ἀργὰ εἶναι τὰ τῆς σοφίας σου ἔργα, διὰ τοῦτο καὶ ἐλαχίστῳ ξύλῳ πιστεύουσιν ἄνθρωποι ψυχὰς, καὶ διελθόντες κλύδωνα σχεδίᾳ διεσώθησαν.

6Καὶ ἀρχῆς γὰρ ἀπολλυμένων ὑπερηφάνων γιγάντων, ἡ ἐλπὶς τοῦ κόσμου ἐπὶ σχεδίας καταφυγοῦσα, ἀπέλιπεν αἰῶνι σπέρμα γενέσεως τῇ σῇ κυβερνηθεῖσα χειρί. 7Εὐλόγηται γὰρ ξύλον διʼ οὗ γίνεται δικαιοσύνη.

8Τὸ χειροποίητον δέ ἐπικατάρατον αὐτὸ, καὶ ὁ ποιήσας αὐτὸ, ὅτι ὁ μὲν εἰργάζετο, τὸ δὲ φθαρτὸν θεὸς ὠνομάσθη. 9Ἐν ἴσῳ γὰρ μισητὰ Θεῷ καὶ ὁ ἀσεβῶν καὶ ἡ ἀσέβεια αὐτοῦ. 10Καὶ γὰρ τὸ πραχθὲν σὺν τῷ δράσαντι κολασθησεται. 11Διὰ τοῦτο καὶ ἐν εἰδώλοις ἐθνῶν ἐπισκοπὴ ἔσται, ὅτι ἐν κτίσματι Θεοῦ εἰς βδέλυγμα ἐγενήθησαν, καὶ εἰς σκάνδαλα ψυχαῖς ἀνθρώπων, καὶ εἰς παγίδα ποσὶνἀφρόνων.

12Ἀρχὴ γὰρ πορνείας ἐπίνοια εἰδώλων, εὕρεσις δὲ αὐτῶν φθορὰ ζωῆς. 13Οὔτε γὰρ ἦν ἀπʼ ἀρχῆς, οὔτε εἰς τὸν αἰῶνα ἔσται. 14Κενοδοξίᾳ γὰρ ἀνθρώπων εἰσῆλθεν εἰς κόσμον, καὶ διὰ τοῦτο σύντομον αὐτῶν τέλος ἐπενοήθη. 15Ἀώρῳ γὰρ πένθει τρυχόμενος πατὴρ, τοῦ ταχέως ἀφαιρεθέντος τέκνου εἰκόνα ποιήσας, τὸν τότε νεκρὸν ἄνθρωπον, νῦν ὡς θεὸν ἐτίμησεν, καὶ παρέδωκε τοῖς ὑποχειρίοις μυστήρια καὶ τελετάς. 16Εἶτα ἐν χρόνῳ κρατυνθὲν τὸ ἀσεβὲς ἔθος ὡς νόμος ἐφυλάχθη, 17καὶ τυράννων ἐπιταγαῖς ἐθρησκεύετο τὰ γλυπτά· οὓς ἐν ὄψει μὴ δυνάμενοι τιμᾷν ἄνθρωποι διὰ τὸ μακρὰν οἰκεῖν, τὴν πόῤῥωθεν ὄψιν ἀνατυπωσάμενοι, ἐμφανῆ εἰκόνα τοῦ τιμωμένου βασιλέως ἐποίησαν, ἵνα τὸν ἀπόντα ὡς παρόντα κολακεύωσι διὰ τῆς σπουδῆς.

18Εἰς ἐπίτασιν δὲ θρησκείας καὶ τοὺς ἀγνοοῦντας ἡ τοῦ τεχνίτου προετρέψατο φιλοτιμία. 19Ὁ μὲν γὰρ τάχα τῷ κρατοῦντι βουλόμενος ἀρέσαι, ἐξεβιάσατο τῇ τέχνῃ τὴν ὁμοιότητα ἐπὶ τὸ κάλλιον. 20Τὸ δὲ πλῆθος ἐφελκόμενον διὰ τὸ εὔχαρι τῆς ἐργασίας, τὸν πρὸ ὀλίγου τιμηθέντα ἄνθρωπον, νῦν σέβασμα ἐλογίσαντο. 21Καὶ τοῦτο ἐγένετο τῷ βίῳ εἰς ἔνεδρον, ὅτι ἢ συμφορᾷ ἢ τυραννίδι δουλεύσαντες ἄνθρωποι, τὸ ἀκοινώνητον ὄνομα λίθοις καὶ ξύλοις περιέθεσαν.

22Εἶτʼ οὐκ ἤρκεσε τὸ πλανᾶσθαι περὶ τὴν τοῦ Θεοῦ γνῶσιν, ἀλλὰ καὶ μεγάλῳ ζῶντες ἀγνοίας πολέμῳ, τὰ τοσαῦτα κακὰ εἰρήνην προσαγορεύουσιν. 23Ἢ γὰρ τεκνοφόνους τελετὰς, ἢ κρύφια μυστήρια, ἢ ἐμμανεῖς ἐξ ἄλλων θεσμῶν κώμους ἄγοντες, 24οὔτε βίους οὔτε γάμους καθαροὺς ἔτι φυλάσσουσιν, ἕτερος δʼ ἕτερον ἢ λοχῶν ἀναιρεῖ, ἢ νοθεύων ὀδυνᾷ. 25Πάντα δʼ ἐπιμὶξ ἔχει αἷμα καὶ φόνος, κλοπὴ καὶ δόλος, φθορὰ, ἀπιστία, ταραχὴ, ἐπιορκία, 26θόρυβος ἀγαθῶν, χάριτος ἀμνησία, ψυχῶν μιασμὸς, γενέσεως ἐναλλαγὴ, γάμων ἀταξία, μοιχεία, καὶ ἀσέλγεια. 27Ἡ γὰρ τῶν ἀνωνύμων εἰδώλων θρησκεία παντὸς ἀρχὴ κακοῦ καὶ αἰτία καὶ πέρας ἐστίν. 28Ἢ γὰρ εὐφραινόμενοι μεμῄνασιν, ἢ προφητεύουσι ψευδῆ, ἢ ζῶσιν ἀδίκως, ἢ ἐπιορκοῦσι ταχέως. 29Ἀψύχοις γὰρ πεποιθότες εἰδώλοις, κακῶς ὀμόσαντες, ἀδικηθῆναι οὐ προσδέχονται.

30Ἀμφότερα δὲ αὐτοὺς μετελεύσεται τὰ δίκαια, ὅτι κακῶς ἐφρόνησαν περὶ Θεοῦ προσχόντες εἰδώλοις, καὶ ἀδίκως ὤμοσαν ἐν δόλῳ καταφρονήσαντες ὁσιότητος. 31Οὐ γὰρ ἡ τῶν ὀμνυομένων δύναμις, ἀλλʼ ἡ τῶν ἁμαρτανόντων δίκη ἐπεξέρχεται ἀεὶ τὴν τῶν ἀδίκων παράβασιν.

WIS 14:1–14:31 ©

WISC1C2C3C4C5C6C7C8C9C10C11C12C13C14C15C16C17C18C19