Open Bible Data Home  About  News  OET Key

OETOET-RVOET-LVULTUSTBSBBLBAICNTOEBWEBBEWMBBNETLSVFBVTCNTT4TLEBBBEMoffJPSWymthASVDRAYLTDrbyRVWbstrKJB-1769KJB-1611BshpsGnvaCvdlTNTWyclSR-GNTUHBBrLXXBrTrRelatedTopicsParallelInterlinearReferenceDictionarySearch

BrLXXBy DocumentBy Section By Chapter Details

2MAC1C2C3C4C5C6C7C8C9C10C11C12C13C14C15

BrLXX 2MA Chapter 8

2MA 8 ©

8Ἰούδας δὲ ὁ Μακκαβαῖος καὶ οἱ σὺν αὐτῷ, παρεισπορευόμενοι λεληθότως εἰς τὰς κώμας, προσεκαλοῦντο τοὺς συγγενεῖς, καὶ τοὺς μεμενηκότας ἐν τῷ Ἰουδαϊσμῷ προσλαβόμενοι, συνήγαγον εἰς ἑξακισχιλίους.

2Καὶ ἐπεκαλοῦντο τὸν Κύριον ἐπιδεῖν ἐπὶ τὸν ὑπὸ πάντων καταπατούμενον λαόν, οἰκτεῖραι δὲ καὶ τὸν ναὸν, τὸν ὑπὸ τῶν ἀσεβῶν ἀνθρώπων βεβηλωθέντα, 3ἐλεῆσαι δὲ καὶ τὴν καταφθειρομένην πόλιν καὶ μέλλουσαν ἰσόπεδον γίνεσθαι, καὶ τῶν καταβοώντων πρὸς αὐτὸν αἱμάτων εἰσακοῦσαι, 4μνησθῆναι δὲ καὶ τῆς τῶν ἀναμαρτήτων νηπίων παρανόμου ἀπωλείας, καὶ περὶ τῶν γενομένων εἰς τὸ ὄνομα αὐτοῦ βλασφημιῶν, καὶ μισοπονηρῆσαι.

5Γενόμενος δὲ ἐν συστήματι ὁ Μακκαβαῖος, ἀνυπόστατος ἤδη τοῖς ἔθνεσιν ἐγίνετο, τῆς ὀργῆς τοῦ Κυρίου εἰς ἔλεον τραπείσης. 6Πόλεις δὲ καὶ κώμας ἀπροσδοκήτως ἐρχόμενος ἐνεπίμπρα, καὶ τοὺς ἐπικαίρους τόπους ἀπολαμβάνων, οὐκ ὀλίγους τῶν πολεμίων ἐνίκα τροπούμενος. 7Μάλιστα τὰς νύκτας πρὸς τὰς τοιαύτας ἐπιβουλὰς συνεργοὺς ἐλάμβανε· καὶ λαλιά τις τῆς εὐανδρίας αὐτοῦ διεχεῖτο πανταχῆ.

8Συνορῶν δὲ ὁ Φίλιππος κατὰ μικρὸν εἰς προκοπὴν ἐρχόμενον τὸν ἄνδρα πυκνότερον δὲ ἐν ταῖς εὐημερίαις προβαίνοντα, πρὸς Πτολεμαῖον τὸν κοίλης Συρίας καὶ Φοινίκης στρατηγὸν ἔγραψεν ἐπιβοηθεῖν τοῖς τοῦ βασιλέως πράγμασιν.

9Ὁ δὲ ταχέως προχειρισάμενος, Νικάνορα τὸν τοῦ Πατρόκλου, τῶν πρώτων φίλως, ἀπέστειλεν, ὑποτάξας παμφύλων ἔθνη οὐκ ἐλάττους τῶν δισμυρίων, τὸ σύμπαν τῶν Ἰουδαίως ἐξᾶραι γένος· συνέστησε δὲ αὐτῷ καὶ Γοργίαν ἄνδρα στρατηγὸν, καὶ ἐν πολεμικαῖς χρείαις πείραν ἔχοντα.

10Διεστήσατο δὲ ὁ Νικάνωρ τὸν φόρον τῷ βασιλεῖ τοῖς Ῥωμαίοις ὄντα ταλάντων δισχιλίων ἐκ τῆς τῶν Ἰουδαίων αἰχμαλωσίας ἐκπληρώσειν. 11Εὐθέως δὲ εἰς τὰς παραθαλασσίους πόλεις ἀπέστειλε προσκαλούμενος ἐπʼ ἀγορασμὸν Ἰουδαϊκῶν σωμάτων, ὑπισχνούμενον ἐννενήκοντα σώματα ταλάντου παραχωρήσειν· οὐ προσδεχόμενος τὴν παρὰ τοῦ παντοκράτορος μέλλουσαν παρακολουθήσειν ἐπʼ αὐτῷ δίκην.

12Τῷ δὲ ʼΙούδᾳ προσέπεσε περὶ τῆς τοῦ Νικάνορος ἐφόδου· καὶ μεταδόντος αὐτοῦ σὺν αὐτῷ τὴν παρουσίαν τοῦ στρατοπέδου, 13οἱ δει λανδροῦντες καὶ ἀπιστοῦντες τὴν τοῦ Θεοῦ δίκην, διεδίδρασκον, καὶ ἐξετόπιζον ἑαυτούς.

14Οἱ δὲ τὰ περιλελειμμένα πάντα ἐπώλουν, ὁμοῦ δὲ τὸν Κύριον ἠξίουν ῥύσασθαι τοὺς ὑπὸ τοῦ δυσσεβοῦς Νικάνορος πρὶν συντυχεῖν πεπραμένους. 15Καὶ εἰ μὴ διʼ αὐτούς, ἀλλὰ διὰ τὰς πρὸς τοὺς πατέρας αὐτῶν διαθήκας, καὶ ἕνεκεν τῆς ἐπʼ αὐτοὺς ἐπικλήσεως τοῦ σεμνοῦ καὶ μεγαλοπρεποῦς ὀνόματος αὐτοῦ.

16Συναγαγὼν δὲ ὁ Μακκαβαῖος τοὺς περὶ αὐτὸν ὄντας τὸν ἀριθμὸν ἑξακισχιλίους, παρεκάλει μὴ καταπλαγῆναι τοὺς πολεμίους, μηδὲ εὐλαβεῖσθαι τὴν τῶν ἀδίκως παραγινομένων ἐπʼ αὐτοὺς ἐθνῶν πολυπληθίαν, ἀγωνίσασθαι δὲ γενναίως, 17πρὸ ὀφθαλμῶν λαβόντας τὴν ἀνόμως εἰς τὸν ἅγιον τόπον συντετελεσμένην ὑπʼ αὐτῶν ὕβριν, καὶ τὸν τῆς ἐμπεπαιγμένης πόλεως αἰκισμόν, ἔτι δὲ τὴν τῆς προγονικῆς πολιτείας κατάλυσιν. 18Οἱ μὲν γὰρ ὅπλοις πεποίθασιν ἅμα καὶ τόλμαις, ἔφησεν, ἡμεῖς δὲ ἐπὶ τῷ παντοκράτορι Θεῷ δυναμένῳ καὶ τοὺς ἐρχομένους ἐφʼ ἡμᾶς, καὶ τὸν ὅλον κόσμον ἐν ἑνὶ νεύματι καταβαλεῖν, πεποίθαμεν.

19Προσαναλεξάμενος δὲ αὐτοῖς καὶ τὰς ἐπὶ τῶν προγόνων γενομένας ἀντιλήψεις, καὶ τὴν ἐπὶ Σενναχηρεὶμ τῶν ἑκατὸν ὀγδοήκοντα πέντε χιλιάδων ὡς ἀπώλοντο. 20Καὶ τὴν ἐν τῇ Βαβυλωνίᾳ τὴν πρὸς αὐτοὺς Γαλάτας παράταξιν γενομένην, ὡς οἱ πάντες ἐπὶ τὴν χρείαν ἦλθον ὀκτακισχιλιοι σὺν Μακεδόσι τετρακισχιλίοις, τῶν Μακεδόνων ἀπορουμένων, οἱ ὀκτακισχίλιοι τὰς δώδεκα μυρίαδας ἀπώλεσαν διὰ τὴν γενομένην αὐτοῖς ἀπʼ οὐρανοῦ βοήθειαν, καὶ ὠφέλειαν πολλὴν ἔλαβον.

21Ἐφʼ οἷς εὐθαρσεῖς αὐτοὺς παραστήσας, καὶ ἑτοίμους ὑπὲρ τῶν νόμων καὶ τῆς πατρίδος ἀποθνήσκειν, τετραμερές τι τὸ στράτευμα ἐποίησε· 22τάξας καὶ τοὺς ἀδελφοὺς αὐτοῦ προηγουμένους ἑκατέρας τάξεως, Σίμωνα καὶ Ἰώσηφον καὶ Ἰωνάθαν, ὑποτάξας ἑκάστῳ χιλίους πρὸς τοῖς πεντακοσίοις, 23ἔτι δὲ καὶ Ἐλεάζαρον, παραγνοὺς τὴν ἱερὰν βίβλον, καὶ δοὺς σύνθημα Θεοῦ βοηθείας, τῆς πρώτης σπείρας αὐτὸς προηγούμενος, συνέβαλε τῷ Νικάνορι.

24Γενομένου δὲ αὐτοῖς τοῦ παντοκράτορος συμμάχου, κατέσφαξαν τῶν πολεμίων ὑπὲρ τοὺς ἐννακισχιλίους, τραυματίας δὲ καὶ τοῖς μέλεσιν ἀναπήρους τὸ πλεῖστον μέρος τῆς τοῦ Νικάνορος στρατιᾶς ἐποίησαν, πάντας δὲ φυγεῖν ἠνάγκασαν. 25Τὰ δὲ χρήματα τῶν παραγεγονότων ἐπὶ τὸν ἀγορασμὸν αὐτῶν ἔλαβον· συνδιώξαντες δὲ αὐτοὺς ἐφʼ ἱκανὸν, ἀνέλυσαν ὑπὸ τῆς ὥρας συγκλειόμενοι. 26Ἦν γὰρ ἡ πρὸ τοῦ σαββάτου, διʼ ἥν αἰτίαν οὐκ ἐμακροθύμησαν κατατρέχοντες αὐτούς.

27Ὁπλολογήσαντες δὲ αὐτοὺς, καὶ τὰ σκῦλα ἐκδύσαντες τῶν πολεμίων, περὶ τὸ σάββατον ἐγίνοντο, περισσῶς εὐλογοῦντες, καὶ ἐξομολογούμενοι τῷ Κυρίῳ τῷ διασώσαντι αὐτοὺς εἰς τὴν ἡμέραν ταύτην, ἀρχὴν ἐλέους τάξαντος αὐτοῖς.

28Μετὰ δὲ τὸ σάββατον τοῖς ᾐκισμένοις, καὶ ταῖς χήραις, καὶ ὀρφανοῖς, μερίσαντες ἀπὸ τῶν σκύλων, τὰ λοιπὰ αὐτοὶ καὶ τὰ παιδία ἐμερίσαντο. 29Ταῦτα δὲ διαπραξάμενοι, καὶ κοινὴν ἱκετείαν ποιησάμενοι, τὸν ἐλεήμονα Κύριον ἠξίουν εἰς τέλος, καταλλαγῆναι τοῖς αὐτοῦ δούλοις.

30Καὶ τῶν περὶ Τιμόθεον καὶ Βακχίδην συνεριζοντων, ὑπὲρ τοὺς δισμυρίους αὐτῶν ἀνεῖλον, καὶ ὀχυρωμάτων ὑψηλῶν εὖ μάλα ἐγκρατεῖς ἐγένοντο· καὶ λάφυρα πλεῖστα ἐμερίσαντο, ἰσομοίρους ἑαυτοὺς καὶ τοῖς ᾐκισμένοις, καὶ ὀρφανοῖς, καὶ χήραις, ἔτι δὲ καὶ πρεσβυτέροις ποιήσαντες. 31Ὁπλολογήσαντες δὲ αὐτοὺς, ἐπιμελῶς πάντα συνέθηκαν εἰς τοὺς ἐπικαίρους τόπους, τὰ δὲ λοιπὰ τῶν σκύλων ἤνεγκαν εἰς Ἱεροσόλυμα.

32Τὸν δὲ φυλάρχην τῶν περὶ Τιμόθεον ἀνεῖλον, ἀνοσιώτατον ἄνδρα καὶ πολλὰ τοὺς Ἰουδαίους ἐπιλελυπηκότα. 33Ἐπινίκια δὲ ἄγοντες ἐν τῇ πατρίδι, τοὺς ἐμπρήσαντας τοὺς ἱεροὺς πυλῶνας, Καλλισθένην, καί τινας ἄλλους ὑφῆψαν εἰς ἓν οἰκίδιον πεφευγότας, οἵ τινες ἄξιον τῆς δυσσεβείας ἐκομίσαντομισθόν.

34Ὁ δὲ τρισαλιτήριος Νικάνωρ, ὁ τοὺς χιλίους ἐμπόρους ἐπὶ τὴν πράσιν τῶν Ἰουδαίων ἀγαγὼν, 35ταπεινωθεὶς ὑπὸ τῶν κατʼ αὑτὸν νομιζομένων ἐλαχίστων εἶναι, τῇ τοῦ Κυρίου βοηθείᾳ, τὴν δοξικὴν ἀποθέμενος ἐσθῆτα, διὰ τῆς μεσογείου, δραπέτου τρόπον ἔρημον ἑαυτὸν ποιήσας, ἧκεν εἰς Ἀντιόχειαν, ὑπεράγαν δυσημερήσας ἐπὶ τῇ τοῦ στρατοῦ διαφθορᾷ. 36Καὶ ὁ τοῖς Ῥωμαίοις ἀναδεξάμενος φόρον ἀπὸ τῆς τῶν ἐν Ἱεροσολύμοις αἰχμαλωσίας κατορθώσασθαι, κατήγγελλεν ὑπέρμαχον ἔχειν τὸν Θεὸν τοὺς Ἰουδαίους, καὶ διὰ τὸν τρόπον τοῦτον ἀτρώτους εἶναι τοὺς Ἰουδαίους, διὰ τὸ ἀκολουθεῖν τοῖς ὑπʼ αὐτοῦ προτεταγμένοις νόμοις.

2MA 8 ©

2MAC1C2C3C4C5C6C7C8C9C10C11C12C13C14C15