Open Bible Data Home  About  News  OET Key

OETOET-RVULTUSTBSBOEBWEBBENETTCNTT4TLEBWymthRVKJB-1769KJB-1611BrLXXRelatedTopicsParallelInterlinearReferenceDictionarySearch

BrLXXBy Document By Section By ChapterDetails

BrLXX GENEXOLEVNUMDEUJOSJDGRUTH1SA2SA1KI2KI1CH2CHEZRAJOBPSAPROECCSNGISAJERLAMEZEDNGHOSJOELAMOSOBAYNAMICNAHHABZEPHAGZECMALTOBJDTESGWISSIRBARLJESUSBEL1MA2MA3MA4MAGESMAN

DEUC1C2C3C4C5C6C7C8C9C10C11C12C13C14C15C16C17C18C19C20C21C22C23C24C25C26C27C28C29C30C31C32C33C34

BrLXX by section DEU 25:1

DEU 25:1–25:19 ©

ΔΕΥΤΕΡΟΝΟΜΙΟΝ 25

25Ἐὰν δὲ γένηται ἀντιλογία ἀναμέσον ἀνθρώπων, καὶ προσέλθωσιν εἰς κρίσιν, καὶ κρίνωσι, καὶ δικαιώσωσι τὸ δίκαιον, καὶ καταγνῶσι τοῦ ἀσεβοῦς· 2Καὶ ἔσται, ἐὰν ἄξιος ἠ· πληγῶν ὁ ἀσεβῶν, καθιεῖς αὐτὸν ἔναντι τῶν κριτῶν, καὶ μαστιγώσουσιν αὐτὸν ἐναντίον αὐτῶν κατὰ τὴν ἀσέβειαν αὐτοῦ. 3Καὶ ἀριθμῷ τεσσαράκοντα μαστιγώσουσιν αὐτόν οὐ προσθήσουσιν· ἐὰν δὲ προσθῇς μαστιγῶσαι ὑπὲρ ταύτας τὰς πληγὰς πλείους, ἀσχημονήσει ὁ ἀδελφός σου ἐναντίον σου. 4Οὐ φιμώσεις βοῦν ἀλοῶντα.

5Ἐὰν δὲ κατοικῶσιν ἀδελφοὶ ἐπὶ τὸ αὐτό, καὶ ἀποθάνῃ εἷς ἐξ αὐτῶν, σπέρμα δὲ μὴ ἠν αὐτῷ, οὐκ ἔσται ἡ γυνὴ τοῦ τεθνηκότος ἔξω ἀνδρὶ μὴ ἐγγίζοντι· ὁ ἀδελφὸς τοῦ ἀνδρὸς αὐτῆς εἰσελεύσεται πρὸς αὐτὴν, καὶ λήψεται αὐτὴν ἑαυτῷ γυναῖκα, καὶ συνοικήσει αὐτῇ. 6Καὶ ἔσται τὸ παιδίον ὃ ἐὰν τέκῃ, κατασταθήσεται ἐκ τοῦ ὀνόματος τοῦ τετελευτηκότος, καὶ οὐκ ἐξαλειφθήσεται τὸ ὄνομα αὐτοῦ ἐξ Ἰσραήλ.

7Ἐὰν δὲ μὴ βούληται ὁ ἄνθρωπος λαβεῖν τὴν γυναῖκα τοῦ ἀδελφοῦ αὐτοῦ, καὶ ἀναβήσεται ἡ γυνὴ ἐπὶ τὴν πύλην ἐπὶ τὴν γερουσίαν, καὶ ἐρεῖ, οὐ θέλει ὁ ἀδελφὸς τοῦ ἀνδρός μου ἀναστῆσαι τὸ ὄνομα τοῦ ἀδελφοῦ αὐτοῦ ἐν Ἰσραήλ, οὐκ ἠθέλησεν ὁ ἀδελφὸς τοῦ ἀνδρός μου. 8Καὶ καλέσουσιν αὐτὸν ἡ γερουσία τῆς πόλεως αὐτοῦ, καὶ ἐροῦσιν αὐτῷ· καὶ στὰς εἴπῃ, οὐ βούλομαι λαβεῖν αὐτήν· 9καὶ προσελθοῦσα ἡ γυνὴ τοῦ ἀδελφοῦ αὐτοῦ ἔναντι τῆς γερουσίας, καὶ ὑπολύσει τὸ ὑπόδημα αὐτοῦ τὸ ἓν ἀπὸ τοῦ ποδὸς αὐτοῦ, καὶ ἐμπτύσεται κατὰ πρόσωπον αὐτοῦ, καὶ ἀποκριθεῖσα ἐρεῖ, οὕτως ποιήσουσι τῷ ἀνθρώπῳ, ὃς οὐκ οἰκοδομήσει τὸν οἴκον τοῦ ἀδελφοῦ αὐτοῦ ἐν Ἰσραήλ. 10Καὶ κληθήσεται τὸ ὄνομα αὐτοῦ ἐν Ἰσραὴλ, οἶκος τοῦ ὑπολυθέντος τὸ ὑπόδημα.

11Ἐὰν δὲ μάχωνται ἄνθρωποι ἐπὶ τὸ αὐτό, ἄνθρωπος μετὰ τοῦ ἀδελφοῦ αὐτοῦ, καὶ προσέλθῃ ἡ γυνὴ ἑνὸς αὐτῶν ἐξελέσθαι τὸν ἄνδρα αὐτῆς ἐκ χειρὸς τοῦ τύπτοντος αὐτόν, καὶ ἐκτείνασα τὴν χεῖρα ἐπιλάβηται τῶν διδύμων αὐτοῦ, 12ἀποκόψεις τὴν χεῖρα· οὐ φείσεται ὁ ὀφθαλμός σου ἐπʼ αὐτῇ.

13Οὐκ ἔσται σοι ἐν τῷ μαρσίππῳ σου στάθμιον καὶ στάθμιον, μέγα ἢ μικρόν. 14Οὐκ ἔσται ἐν τῇ οἰκίᾳ σου μέτρον καὶ μέτρον, μέγα ἢ μικρόν. 15Στάθμιον ἀληθινὸν καὶ δίκαιον ἔσται σοι, καὶ μέτρον ἀληθινὸν καὶ δίκαιον ἔσται σοι, ἵνα πολυήμερος γένῃ ἐπὶ τῆς γῆς, ἧς Κύριος ὁ Θεός σου δίδωσί σοι ἐν κλήρῳ. 16Ὅτι βδέλυγμα Κυρίῳ τῷ Θεῷ σου πας ποιῶν ταῦτα, πας ποιῶν ἄδικον.

17Μνήσθητι ὅσα ἐποίησέ σοι Ἀμαλὴκ ἐν τῇ ὁδῷ, ἐκπορευομένου σου ἐκ γῆς Αἰγύπτου, 18πῶς ἀντέστη σοι ἐν τῇ ὁδῷ, καὶ ἔκοψέ σου τὴν οὐραγίαν, τοὺς κοπιῶντας ὀπίσω σου, σὺ δὲ ἐπείνας καὶ ἐκοπίας· καὶ οὐκ ἐφοβήθη τὸν Θεόν. 19Καὶ ἔσται ἡνίκα ἐὰν καταπαύσῃ σε Κύριος ὁ Θεός σου ἀπὸ πάντων τῶν ἐχθρῶν σου τῶν κύκλῳ σου ἐν τῇ γῇ, ᾗ Κύριος ὁ Θεός σου δίδωσί σοι κληρονομῆσαι, ἐξαλείψεις τὸ ὄνομα Ἀμαλὴκ ἐκ τῆς ὑπὸ τὸν οὐρανόν, καὶ οὐ μὴ ἐπιλάθῃ.

DEU 25:1–25:19 ©

DEUC1C2C3C4C5C6C7C8C9C10C11C12C13C14C15C16C17C18C19C20C21C22C23C24C25C26C27C28C29C30C31C32C33C34