Open Bible Data Home  About  News  OET Key

OETOET-RVULTUSTBSBOEBWEBBENETTCNTT4TLEBWymthRVKJB-1769KJB-1611BrLXXRelatedTopicsParallelInterlinearReferenceDictionarySearch

BrLXXBy Document By Section By ChapterDetails

BrLXX GENEXOLEVNUMDEUJOSJDGRUTH1SA2SA1KI2KI1CH2CHEZRAJOBPSAPROECCSNGISAJERLAMEZEDNGHOSJOELAMOSOBAYNAMICNAHHABZEPHAGZECMALTOBJDTESGWISSIRBARLJESUSBEL1MA2MA3MA4MAGESMAN

TOBC1C2C3C4C5C6C7C8C9C10C11C12C13C14

BrLXX by section TOB 5:1

TOB 5:1–5:22 ©

ΤΩΒΙΤ 5

5Καὶ ἀποκριθεὶς Τωβίας εἶπεν αὐτῷ, πάτερ, ποιήσω πάντα ὅσα ἐντέταλσαί μοι. 2Ἀλλὰ πῶς δυνήσομαι λαβεῖν τὸ ἀργύριον, καὶ οὐ γινώσκω αὐτόν; 3Καὶ ἔδωκεν αὐτῷ τὸ χειρόγραφον, καὶ εἶπεν αὐτῷ, ζήτησον σεαυτῷ ἄνθρωπον ὃς συμπορεύσεταί σοι, καὶ δώσω αὐτῷ μισθὸν ἕως ζῶ, καὶ λάβε πορευθεὶς τὸ ἀργύριον.

4Καὶ ἐπορεύθη ζητῆσαι ἄνθρωπον, καὶ εὗρε Ῥαφαὴλ, ὃς ἦν ἄγγελος, καὶ οὐκ ᾔδει· 5καὶ εἶπεν αὐτῷ, εἰ δύναμαι πορευθῆναι μετὰ σοῦ ἐν Ῥάγοις τῆς Μηδίας, καὶ εἰ ἔμπειρος εἶ τῶν τόπων. 6Καὶ εἶπεν αὐτῷ ὁ ἄγγελος, πορεύσομαι μετὰ σοῦ, καὶ τῆς ὁδοῦ ἐμπειρῶ, καὶ παρὰ Γαβαὴλ τὸν ἀδελφὸν ἡμῶν ηὐλίσθην.

7Καὶ εἶπεν αὐτῷ Τωβίας ὑπόμεινόν με, καὶ ἐρῶ τῷ πατρί. 8Καὶ εἶπεν αὐτῷ, πορεύου, καὶ μὴ χρονίσῃς· καὶ εἰσελθὼν, εἶπε τῷ πατρὶ, ἰδοὺ εὕρηκα ὃς συμπορεύσεταί μοι· ὁ δὲ εἶπε, φώνησον αὐτὸν πρὸς μὲ, ἵνα ἐπιγνῶ ποίας φυλῆς ἐστι, καὶ εἰ πιστὸς τοῦ πορευθῆναι μετὰ σοῦ. 9Καὶ ἐκάλεσεν αὐτόν· καὶ εἰσῆλθε, καὶ ἠσπάσαντο ἀλλήλους.

10Καὶ εἶπεν αὐτῷ Τωβὶτ, ἀδελφὲ, ἐκ ποίας φυλῆς καὶ ἐκ ποίας πατριᾶς εἶ σύ; ὑπόδειξόν μοι. 11Καὶ εἶπεν αὐτῷ, φυλὴν καὶ πατριὰν σὺ ζητεῖς; ἢ μίσθιον, ὃς συμπορεύσεται μετὰ τοῦ υἱοῦ σου; καὶ εἶπεν αὐτῷ Τωβὶτ, βούλομαι, ἀδελφὲ, ἐπιγνῶναι τὸ γένος σου, καὶ τὸ ὄνομα.

12Ὃς δὲ εἶπεν, ἐγὼ Ἀζαρίας Ἁνανίου τοῦ μεγάλου, τῶν ἀδελφῶν σου. 13Καὶ εἶπεν αὐτῷ, ὑγιαίνων ἔλθοις, ἀδελφέ· καὶ μή μοι ὀργισθῇς, ὅτι ἐζήτησα τὴν φυλήν σου, καὶ τὴν πατριάν σου ἐπιγνῶναι· καὶ σὺ τυγχάνεις ἀδελφός μου ἐκ τῆς καλῆς καὶ ἀγαθῆς γενεᾶς· ἐπεγίνωσκον γὰρ ἐγὼ Ἀνανίαν καὶ Ἰωνάθαν τοὺς υἱοὺς Σεμεῒ τοῦ μεγάλου, ὡς ἐπορευόμεθα κοινῶς εἰς Ἱεροσόλυμα προσκυνεῖν, ἀναφέροντες τὰ πρωτότοκα, καὶ τὰς δεκάτας τῶν γενυημάτων, καὶ οὐκ ἐπλανήθησαν ἐν τῇ πλάνῃ τῶν ἀδελφῶν ἡμῶν· ἐκ ῥίζης καλῆς εἶ, ἀδελφέ. 14Ἀλλὰ εἶπόν μοι τίνα σοι ἔσομαι μισθὸν διδόναι; δραχμὴν τῆς ἡμέρας, καὶ τὰ δέοντά σοι ὡς καὶ τῷ υἱῷ μου, 15καὶ ἔτι προσθήσω σοι ἐπὶ τὸν μισθὸν, ἐὰν ὑγιαίνοντες ἐπιστρέψητε.

16Καὶ εὐδόκησαν οὕτως· καὶ εἶπε πρὸς Τωβίαν, ἕτοιμος γίνου πρὸς τὴν ὁδὸν, καὶ εὐοδωθείητε· καὶ ἡτοίμασεν ὁ υἱὸς αὐτοῦ τὰ πρὸς τὴν ὁδόν· καὶ εἶπεν αὐτῷ ὁ πατὴρ αὐτοῦ, πορεύου μετὰ τοῦ ἀνθρώπου τούτου, ὁ δὲ ἐν τῷ οὐρανῷ οἰκῶν Θεὸς εὐοδώσει τὴν ὁδὸν ὑμῶν, καὶ ὁ ἄγγελος αὐτοῦ συμπορευθήτω ὑμῖν· καὶ ἐξῆλθαν ἀμφότεροι ἀπελθεῖν, καὶ ὁ κύων τοῦ παιδαρίου μετʼ αὐτῶν.

17Ἔκλαυσε δὲ Ἄννα ἡ μήτηρ αὐτοῦ, καὶ εἶπε πρὸς Τωβὶτ, τί ἐξαπέστειλας τὸ παιδίον ἡμῶν; ἢ οὐχὶ ἡ ῥάβδος τῆς χειρὸς ἡμῶν ἐστιν ἐν τῷ εἰσπορεύεσθαι αὐτὸν καὶ ἐκπορεύεσθαι ἐνώπιον ἡμῶν; 18Ἀργύριον τῷ ἀργυρίῳ μὴ φθάσαι, ἀλλὰ περίψημα τοῦ παιδίου ἡμῶν γένοιτο. 19Ὡς γὰρ δέδοται ἡμῖν ζῇν παρὰ τοῦ Κυρίου, τοῦτο ἱκανὸν ἡμῖν ὑπάρχει. 20Καὶ εἶπεν αὐτῇ Τωβίτ, μὴ λόγον ἔχε ἀδελφὴ, ὑγιαίνων ἐλεύσεται, καὶ οἱ ὀφθαλμοί σου ὄψονται αὐτόν. 21Ἄγγελος γὰρ ἀγαθὸς συμπορεύσεται αὐτῷ, καὶ εὐοδωθήσεται ἡ ὁδὸς αὐτοῦ, καὶ ὑποστρέψει ὑγιαίνων. 22Καὶ ἐπαύσατο κλαίουσα.

TOB 5:1–5:22 ©

TOBC1C2C3C4C5C6C7C8C9C10C11C12C13C14