SR-GNT MAT MARK LUKE JOHN ACTS ROM 1 COR 2 COR GAL EPH PHP COL 1 TH 2 TH 1 TIM 2 TIM TIT PHM HEB JAM 1 PET 2 PET 1 JHN 2 JHN 3 JHN JUDE REV
SR-GNT GAL 5 V1 V2 V3 V4 V5 V6 V7 V8 V9 V10 V11 V12 V13 V14 V15 V16 V17 V18 V19 V20 V21 V22 V23 V24 V25 V26
2 Ἴδε, ἐγὼ Παῦλος λέγω ὑμῖν ὅτι ἐὰν περιτέμνησθε, ˚Χριστὸς ὑμᾶς οὐδὲν ὠφελήσει. 3 Μαρτύρομαι δὲ πάλιν παντὶ ἀνθρώπῳ περιτεμνομένῳ ὅτι ὀφειλέτης ἐστὶν, ὅλον τὸν νόμον ποιῆσαι. 4 Κατηργήθητε ἀπὸ ˚Χριστοῦ, οἵτινες ἐν νόμῳ δικαιοῦσθε, τῆς χάριτος ἐξεπέσατε. 5 Ἡμεῖς γὰρ ˚Πνεύματι ἐκ πίστεως ἐλπίδα δικαιοσύνης ἀπεκδεχόμεθα. 6 Ἐν γὰρ ˚Χριστῷ ˚Ἰησοῦ, οὔτε περιτομή τι ἰσχύει, οὔτε ἀκροβυστία, ἀλλὰ πίστις διʼ ἀγάπης ἐνεργουμένη.
7 Ἐτρέχετε καλῶς· τίς ὑμᾶς ἐνέκοψεν, ἀληθείᾳ μὴ πείθεσθαι; 8 Ἡ πεισμονὴ οὐκ ἐκ τοῦ καλοῦντος ὑμᾶς. 9 Μικρὰ ζύμη ὅλον τὸ φύραμα ζυμοῖ. 10 Ἐγὼ πέποιθα εἰς ὑμᾶς ἐν ˚Κυρίῳ ὅτι οὐδὲν ἄλλο φρονήσετε. Ὁ δὲ ταράσσων ὑμᾶς, βαστάσει τὸ κρίμα, ὅστις ἐὰν ᾖ. 11 Ἐγὼ δέ, ἀδελφοί, εἰ περιτομὴν ἔτι κηρύσσω, τί ἔτι διώκομαι; Ἄρα κατήργηται τὸ σκάνδαλον τοῦ σταυροῦ. 12 Ὄφελον καὶ ἀποκόψονται οἱ ἀναστατοῦντες ὑμᾶς.
13 Ὑμεῖς γὰρ ἐπʼ ἐλευθερίᾳ ἐκλήθητε, ἀδελφοί· μόνον μὴ τὴν ἐλευθερίαν εἰς ἀφορμὴν τῇ σαρκί, ἀλλὰ διὰ τῆς ἀγάπης δουλεύετε ἀλλήλοις. 14 Ὁ γὰρ πᾶς νόμος ἐν ἑνὶ λόγῳ πεπλήρωται, ἐν τῷ, “Ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν.” 15 Εἰ δὲ ἀλλήλους δάκνετε καὶ κατεσθίετε, βλέπετε, μὴ ὑπʼ ἀλλήλων ἀναλωθῆτε.
16 Λέγω δέ, ˚Πνεύματι περιπατεῖτε, καὶ ἐπιθυμίαν σαρκὸς οὐ μὴ τελέσητε. 17 Ἡ γὰρ σὰρξ ἐπιθυμεῖ κατὰ τοῦ ˚Πνεύματος, τὸ δὲ ˚Πνεῦμα κατὰ τῆς σαρκός, ταῦτα γὰρ ἀλλήλοις ἀντίκειται, ἵνα μὴ ἃ ἐὰν θέλητε, ταῦτα ποιῆτε. 18 Εἰ δὲ ˚Πνεύματι ἄγεσθε, οὐκ ἐστὲ ὑπὸ νόμον. 19 Φανερὰ δέ ἐστιν τὰ ἔργα τῆς σαρκός, ἅτινά ἐστιν πορνεία, ἀκαθαρσία, ἀσέλγεια, 20 εἰδωλολατρεία, φαρμακεία, ἔχθραι, ἔρις, ζῆλοι, θυμοί, ἐριθεῖαι, διχοστασίαι, αἱρέσεις, 21 φθόνοι, μέθαι, κῶμοι, καὶ τὰ ὅμοια τούτοις, ἃ προλέγω ὑμῖν, καθὼς προεῖπον, ὅτι οἱ τὰ τοιαῦτα πράσσοντες, Βασιλείαν ˚Θεοῦ οὐ κληρονομήσουσιν.
22 Ὁ δὲ καρπὸς τοῦ ˚Πνεύματός ἐστιν ἀγάπη, χαρά, εἰρήνη, μακροθυμία, χρηστότης, ἀγαθωσύνη, πίστις, 23 πραΰτης, ἐγκράτεια· κατὰ τῶν τοιούτων, οὐκ ἔστιν νόμος. 24 Οἱ δὲ τοῦ ˚Χριστοῦ ˚Ἰησοῦ, τὴν σάρκα ἐσταύρωσαν σὺν τοῖς παθήμασιν καὶ ταῖς ἐπιθυμίαις. 25 Εἰ ζῶμεν ˚Πνεύματι, ˚Πνεύματι καὶ στοιχῶμεν. 26 Μὴ γινώμεθα κενόδοξοι, ἀλλήλους προκαλούμενοι, ἀλλήλοις φθονοῦντες.