Open Bible Data Home  About  News  OET Key

OETOET-RVOET-LVULTUSTBSBBLBAICNTOEBWEBBEWMBBNETLSVFBVTCNTT4TLEBBBEMoffJPSWymthASVDRAYLTDrbyRVWbstrKJB-1769KJB-1611BshpsGnvaCvdlTNTWyclSR-GNTUHBBrLXXBrTrRelatedTopicsParallelInterlinearReferenceDictionarySearch

BrLXXBy DocumentBy Section By Chapter Details

JOBC1C2C3C4C5C6C7C8C9C10C11C12C13C14C15C16C17C18C19C20C21C22C23C24C25C26C27C28C29C30C31C32C33C34C35C36C37C38C39C40C41C42

BrLXX JOB Chapter 10

JOB 10 ©

10Καμνὼν τῇ ψυχῇ μου, στένων ἐπαφήσω ἐπʼ αὐτὸν τὰ ῥήματα μου· λαλήσω πικρίᾳ ψυχῆς μου συνεχόμενος, 2καὶ ἐρῶ πρὸς Κύριον, μή με ἀσεβεῖν δίδασκε· καὶ διατί με οὕτως ἔκρινας; 3Ἢ καλόν σοι ἐὰν ἀδικήσω; ὅτι ἀπείπω ἔργα χειρῶν σου, βουλῇ δὲ ἀσεβῶν προσέσχες. 4Ἢ ὥσπερ βροτὸς ὁρᾷ, καθορᾷς; ἢ καθὼς ὁρᾷ ἄνθρωπος, βλέψῃ; 5Ἢ ὁ βίος σου ἀνθρώπινός ἐστιν, ἢ τὰ ἔτη σου ἀνδρὸς, 6ὅτι ἀνεζήτησας τὴν ἀνομίαν μου, καὶ τὰς ἁμαρτίας μου ἐξιχνίασας; 7Οἶδας γὰρ ὅτι οὐκ ἠσέβησα· ἀλλὰ τίς ἐστιν ὁ ἐκ τῶν χειρῶν σου ἐξαιρούμενος;

8Αἱ χεῖρές σου ἔπλασάν με καὶ ἐποίησάν με, μετὰ ταῦτα μεταβαλών με ἔπαισας. 9Μνήσθητι, ὅτι πηλόν με ἔπλασας, εἰς δὲ γῆν με πάλιν ἀποστρέφεις. 10Ἢ οὐχ ὥσπερ γάλα με ἤμελξας, ἐτύρωσας δέ με ἶσα τυρῷ; 11Δέρμα δὲ καὶ κρέας με ἐνέδυσας, ὀστέοις δὲ καὶ νεύροις με ἔνειρας. 12Ζωὴν δὲ καὶ ἔλεος ἔθου παρʼ ἐμοὶ, ἡ δὲ ἐπισκοπή σου ἐφυλαξέ μου τὸ πνεῦμα. 13Ταῦτα ἔχων ἐν σεαυτῷ, οἶδα ὅτι πάντα δύνασαι· ἀδυνατεῖ δέ σοι οὐθέν.

14Ἐάν τε γὰρ ἁμάρτω, φυλάσσεις με, ἀπὸ δὲ ἀνομίας οὐκ ἀθῶόν με πεποίηκας. 15Ἐάν τε γὰρ ἀσεβήσω, οἴμοι· ἐὰν δὲ ὦ δίκαιος, οὐ δύναμαι ἀνακύψαι, πλήρης γὰρ ἀτιμίας εἰμί. 16Ἀγρεύομαι γὰρ ὥσπερ λέων εἰς σφαγήν· πάλιν γὰρ μεταβαλὼν δεινῶς με ὀλέκεις, 17ἐπανακαινίζων ἐπʼ ἐμὲ τὴν ἔτασίν μου· ὀργῇ δὲ μεγάλῃ μοι ἐχρήσω, ἐπήγαγες δὲ ἐπʼ ἐμὲ πειρατήρια.

18Ἱνατί οὖν ἐκ κοιλίας με ἐξήγαγες, καὶ οὐκ ἀπέθανον, ὀφθαλμὸς δέ με οὐκ εἶδε, 19καὶ ὥσπερ οὐκ ὢν ἐγενόμην; διατί γὰρ ἐκ γαστρὸς εἰς μνῆμα οὐκ ἀπηλλάγην; 20Ἢ οὐκ ὀλίγος ἐστὶν ὁ βίος τοῦ χρόνου μου; ἔασόν με ἀναπαύσασθαι μικρὸν, 21πρὸ τοῦ με πορευθῆναι ὅθεν οὐκ ἀναστρέψω, εἰς γῆν σκοτεινὴν καὶ γνοφερὰν, 22εἰς γῆν σκότους αἰωνίου, οὗ οὐκ ἔστι φέγγος, οὐδὲ ὁρᾷν ζωὴν βροτῶν.

JOB 10 ©

JOBC1C2C3C4C5C6C7C8C9C10C11C12C13C14C15C16C17C18C19C20C21C22C23C24C25C26C27C28C29C30C31C32C33C34C35C36C37C38C39C40C41C42