BrLXX GEN EXO LEV NUM DEU JOS JDG RUTH 1 SAM 2 SAM 1 KI 2 KI 1 CHR 2 CHR EZRA JOB PSA PROV ECC SNG ISA JER LAM EZE DNG HOS JOEL AMOS OBA JNA MIC NAH HAB ZEP HAG ZEC MAL TOB JDT ESG WIS SIR BAR LJE SUS BEL 1 MAC 2 MAC 3 MAC 4 MAC GES MAN
BrLXX JOB C1 C2 C3 C4 C5 C6 C7 C8 C9 C10 C11 C12 C13 C14 C15 C16 C17 C18 C19 C20 C21 C22 C23 C24 C25 C26 C27 C28 C29 C30 C31 C32 C33 C34 C35 C36 C37 C38 C40 C41 C42
BrLXX JOB 39 V1 V2 V3 V4 V5 V6 V7 V8 V9 V10 V11 V12 V13 V14 V15 V16 V17 V18 V19 V20 V21 V22 V23 V24 V25 V26 V27 V28 V29 V30
39 Εἰ ἔγνως καιρὸν τοκετοῦ τραγελάφων πέτρας, ἐφύλαξας δὲ ὠδῖνας ἐλάφων, 2 ἠρίθμησας δὲ μῆνας αὐτῶν πλήρεις τοκετοῦ αὐτῶν, ὠδῖνας δὲ αὐτῶν ἔλυσας, 3 ἐξέθρεψας δὲ αὐτῶν τὰ παιδία ἔξω φόβου, ὠδῖνας δὲ αὐτῶν ἐξαποστελεῖς, 4 ἀποῤῥήξουσι τὰ τέκνα αὐτῶν, πληθυνθήσονται ἐν γενγήματι· ἐξελεύσονται, καὶ οὐ μὴ ἀνακάμψουσιν αὐτοῖς.
5 Τίς δέ ἐστιν ὁ ἀφεὶς ὄνον ἄγριον ἐλεύθερον; δεσμοὺς δὲ αὐτοῦ τίς ἔλυσεν; 6 Ἐθέμην δὲ τὴν δίαιταν αὐτοῦ ἔρημον, καὶ τὰ σκηνώματα αὐτοῦ ἁλμυρίδα. 7 Καταγελῶν πολυοχλίας πόλεως, μέμψιν δὲ φορολόγου οὐκ ἀκούων, 8 κατασκέψεται ὄρη νομὴν αὐτοῦ, καὶ ὀπίσω παντὸς χλωροῦ ζητεῖ.
9 Βουλήσεται δέ σοι μονόκερως δουλεῦσαι, ἢ κοιμηθῆναι ἐπὶ φάτνης σου; 10 Δήσεις δὲ ἐν ἱμᾶσι ζυγὸν αὐτοῦ, ἢ ἑλκύσει σου αὔλακας ἐν πεδίῳ; 11 Πέποιθας δὲ ἐπʼ αὐτῷ, ὅτι πολλὴ ἡ ἰσχὺς αὐτοῦ, ἐπαφήσεις δὲ αὐτῷ τὰ ἔργα σου; 12 Πιστεύσεις δὲ, ὅτι ἀποδώσει σοι τὸν σπόρον, εἰσοίσει δέ σου τὸν ἅλωνα;
13 Πτέρυξ τερπομένων νεέλασσα, ἐὰν συλλάβῃ ἁσίδα καὶ νέσσα· 14 Ὅτι ἀφήσει εἰς γῆν τὰ ὠὰ αὐτῆς, καὶ ἐπὶ χοῦν θάλψει, 15 καὶ ἐπελάθετο, ὅτι ποῦς σκορπιεῖ, καὶ θηρία ἀγροῦ καταπατήσει. 16 Ἀπεσκλήρυνε τὰ τέκνα ἑαυτῆς, ὥστε μὴ ἑαυτήν· εἰς κενὸν ἐκοπίασεν ἄνευ φόβου. 17 Ὅτι κατεσιώπησεν αὐτῇ ὁ Θεὸς σοφίαν, καὶ οὐκ ἐπεμέρισεν αὐτῇ ἐν τῇ συνέσει. 18 Κατὰ καιρὸν ἐν ὕψει ὑψώσει, καταγελάσεται ἵππου, καὶ τοῦ ἐπιβάτου αὐτοῦ.
19 Ἢ σὺ περιέθηκας ἵππῳ δύναμιν, ἐνέδυσας δὲ τραχήλῳ αὐτοῦ φόβον; 20 Περιέθηκας δὲ αὐτῷ πανοπλίαν; δόξαν δὲ στηθέων αὐτοῦ τόλμῃ. 21 Ἀνορύσσων ἐν πεδίῳ γαυριᾷ, ἐκπορεύεται δὲ εἰς πεδίον ἐν ἰσχύϊ. 22 Συναντῶν βασιλεῖ καταγελᾷ, καὶ οὐ μὴν ἀποστραφῇ ἀπὸ σιδήρου. 23 Ἐπʼ αὐτῷ γαυριᾷ τόξον καὶ μάχαιρα, 24 καὶ ὀργὴ ἀφανιεῖ τὴν γῆν· καὶ οὐ μὴ πιστεύσει, ἕως ἂν σημάνῃ σάλπιγξ. 25 Σάλπιγγος δὲ σημαινούσης, λέγει, εὖγε· πόῤῥωθεν δὲ ὀσφραίνεται πολέμου σὺν ἅλματι καὶ κραυγῇ.
26 Ἐκ δὲ τῆς σῆς ἐπιστήμης ἕστηκεν ἱέραξ, ἀναπετάσας τὰς πτέρυγας, ἀκίνητος, καθορῶν τὰ πρὸς Νότον; 27 Ἐπὶ δὲ σῷ προστάγματι ὑψοῦται ἀετὸς, γὺψ δὲ ἐπὶ νοσσιᾶς αὐτοῦ καθεσθεὶς αὐλίζεται, 28 ἐπʼ ἐξοχῇ πέτρας, καὶ ἀποκρύφῳ, 29 ἐκεῖσε ὢν ζητεῖ τὰ σῖτα, πόῤῥωθεν οἱ ὀφθαλμοὶ αὐτοῦ σκοπεύουσι. 30 Νεοσσοὶ δὲ αὐτοῦ φύρονται ἐν αἵματι, οὗ δʼ ἂν ὦσι τεθνεῶτες, παραχρῆμα εὑρίσκονται.
BrLXX JOB C1 C2 C3 C4 C5 C6 C7 C8 C9 C10 C11 C12 C13 C14 C15 C16 C17 C18 C19 C20 C21 C22 C23 C24 C25 C26 C27 C28 C29 C30 C31 C32 C33 C34 C35 C36 C37 C38 C40 C41 C42