Open Bible Data Home About News OET Key
OET OET-RV OET-LV ULT UST BSB BLB AICNT OEB WEBBE WMBB NET LSV FBV TCNT T4T LEB BBE Moff JPS Wymth ASV DRA YLT Drby RV Wbstr KJB-1769 KJB-1611 Bshps Gnva Cvdl TNT Wycl SR-GNT UHB BrLXX BrTr Related Topics Parallel Interlinear Reference Dictionary Search
BrLXX By Document By Section By Chapter Details
JOB C1 C2 C3 C4 C5 C6 C7 C8 C9 C10 C11 C12 C13 C14 C15 C16 C17 C18 C19 C20 C21 C22 C23 C24 C25 C26 C27 C28 C29 C30 C31 C32 C33 C34 C35 C36 C37 C38 C39 C40 C41 C42
15 Ὑπολαβὼν δὲ Ἐλιφὰζ ὁ Θαιμανίτης, λέγει,
2 Πότερον σοφὸς ἀπόκρισιν δώσει συνέσεως πνεῦμα, καὶ ἐνέπλησε πόνον γαστρὸς, 3 ἐλέγχων ἐν ῥήμασιν οἷς οὐ δεῖ, καὶ ἐν λόγοις οἷς οὐδὲν ὄφελος; 4 Οὐ καὶ σὺ ἀπεποιήσω φόβον, συνετελέσω δὲ ῥήματα τοιαῦτα ἔναντι τοῦ Κυρίου; 5 Ἔνοχος εἶ ῥήμασι στόματός σου, οὐδὲ διέκρινας ῥήματα δυναστῶν. 6 Ἐλέγξαι σε τὸ σὸν στόμα καὶ μὴ ἐγὼ, τὰ δὲ χείλη σου καταμαρτυρήσουσι σου.
7 Τί γάρ; μὴ πρῶτος ἀνθρώπων ἐγεννήθης; ἢ πρὸ θινῶν ἐπάγης; 8 Ἢ σύνταγμα Κυρίου ἀκήκοας; ἢ συμβούλῳ σοι ἐχρήσατο ὁ Θεός; εἰς δέ σε ἀφίκετο σοφία; 9 Τί γὰρ οἶδας, ὃ οὐκ οἴδαμεν; ἢ τί συνίεις σὺ, ὃ οὐ καὶ ἡμεῖς; 10 Καί γε πρεσβύτης καί γε παλαιὸς ἐν ἡμῖν, βαρύτερος τοῦ πατρός σου ἡμέραις. 11 Ὀλίγα ὧν ἡμάρτηκας μεμαστίγωσαι, μεγάλως ὑπερβαλλόντως λελάληκας.
12 Τί ἐτόλμησεν ἡ καρδία σου; ἢ τί ἐπήνεγκαν οἱ ὀφθαλμοί σου, 13 ὅτι θυμὸν ἔῤῥηξας ἔναντι Κυρίου, ἐξήγαγες δὲ ἐκ στόματος ῥήματα τοιαῦτα; 14 Τίς γὰρ ὢν βροτὸς, ὅτι ἔσται ἅμεμπτος; ἢ ὡς ἐσόμενος δίκαιος γεννητὸς γυναικός; 15 Εἰ κατὰ ἁγίων οὐ πιστεύει, οὐρανὸς δὲ οὐ καθαρὸς ἐναντίον αὐτοῦ. 16 Ἔα δὲ ἐβδελυγμένος καὶ ἀκάθαρτος ἀνὴρ, πίνων ἀδικίας ἶσα ποτῷ.
17 Ἀναγγελῶ δέ σοι, ἄκουέ μου, ἃ δὴ ἑώρακα, ἀναγγελῶ σοι, 18 ἃ σοφοὶ ἐροῦσι, καὶ οὐκ ἔκρυψαν πατέρες αὐτῶν. 19 Αὐτοῖς μόνοις ἐδόθη ἡ γῆ, καὶ οὐκ ἐπῆλθεν ἀλλογενὴς ἐπʼ αὐτούς. 20 Πᾶς ὁ βίος ἀσεβοῦς ἐν φροντίδι, ἔτη δὲ ἀριθμητὰ δεδομένα δυνάστῃ. 21 Ὁ δὲ φόβος αὐτοῦ ἐν ὠσὶν αὐτοῦ· ὅταν δοκῇ ἤδη εἰρηνεύειν, ἥξει αὐτοῦ ἡ καταστροφή. 22 Μὴ πιστευέτω ἀποστραφῆναι ἀπὸ σκότους, ἐντέταλται γὰρ ἤδη εἰς χεῖρας σιδήρου, 23 κατατέτακται δὲ εἰς σῖτα γυψίν· οἶδε δὲ ἐν ἑαυτῷ ὅτι μένει εἰς πτῶμα· ἡμέρα δὲ σκοτεινὴ αὐτὸν στροβήσει, 24 ἀνάγκη δὲ καὶ θλίψις αὐτὸν καθέξει, ὥσπερ στρατηγὸς πρωτοστάτης πίπτων· 25 Ὅτι ᾖρκε χεῖρας ἐναντίον τοῦ Κυρίου, ἔναντι δὲ Κυρίου παντοκράτορος ἐτραχηλίασεν. 26 Ἔδραμε δὲ ἐναντίον αὐτοῦ ὕβρει, ἐν πάχει νώτου ἀσπίδος αὐτοῦ. 27 Ὅτι ἐκάλυψε τὸ πρόσωπον αὐτοῦ ἐν στέατι αὐτοῦ, καὶ ἐποίησε περιστόμιον ἐπὶ τῶν μηρίων. 28 Αὐλισθείη δὲ πόλεις ἐρήμους, εἰσέλθοι δὲ εἰς οἴκους ἀοικήτους· ἃ δὲ ἐκεῖνοι ἡτοίμασαν, ἄλλοι ἀποίσονται.
29 Οὔτε μὴ πλουτισθῇ, οὔτε μὴ μείνῃ αὐτοῦ τὰ ὑπάρχοντα· οὐ μὴ βάλῃ ἐπὶ τὴν γῆν σκιὰν, 30 οὐδὲ μὴ ἐκφύγῃ τὸ σκότος· τὸν βλαστὸν αὐτοῦ μαράναι ἄνεμος, ἐκπέσοι δὲ αὐτοῦ τὸ ἄνθος. 31 Μὴ πιστευέτω ὅτι ὑπομενεῖ, κενὰ γὰρ ἀποβήσεται αὐτῷ. 32 Ἡ τομὴ αὐτοῦ πρὸ ὥρας φθαρήσεται, καὶ ὁ ῥάδαμνος αὐτοῦ οὐ μὴ πυκάσῃ. 33 Τρυγηθείη δὲ ὡς ὄμφαξ πρὸ ὥρας, ἐκπέσοι δὲ ὡς ἄνθος ἐλαίας. 34 Μαρτύριον γὰρ ἀσεβοῦς θάνατος· πῦρ δὲ καύσει οἴκους δωροδεκτῶν· 35 Ἐν γαστρὶ δὲ λήψεται ὀδύνας, ἀποβήσεται δὲ αὐτῷ κενὰ, ἡ δὲ κοιλία αὐτοῦ ὑποίσει δόλον.
JOB C1 C2 C3 C4 C5 C6 C7 C8 C9 C10 C11 C12 C13 C14 C15 C16 C17 C18 C19 C20 C21 C22 C23 C24 C25 C26 C27 C28 C29 C30 C31 C32 C33 C34 C35 C36 C37 C38 C39 C40 C41 C42