Open Bible Data Home  About  News  OET Key

OETOET-RVOET-LVULTUSTBSBBLBAICNTOEBWEBBEWMBBNETLSVFBVTCNTT4TLEBBBEMoffJPSWymthASVDRAYLTDrbyRVWbstrKJB-1769KJB-1611BshpsGnvaCvdlTNTWyclSR-GNTUHBBrLXXBrTrRelatedTopicsParallelInterlinearReferenceDictionarySearch

BrLXXBy DocumentBy Section By Chapter Details

PROC1C2C3C4C5C6C7C8C9C10C11C12C13C14C15C16C17C18C19C20C21C22C23C24C25C26C27C28C29C31

BrLXX PRO Chapter 13

PRO 13 ©

13Υἱὸς πανοῦργος ὑπήκοος πατρὶ, υἱὸς δὲ ἀνήκοος ἐν ἀπωλείᾳ. 2Ἀπὸ καρπῶν δικαιοσύνης φάγεται ἀγαθὸς, ψυχαὶ δὲ παρανόμων ὀλοῦνται ἄωροι. 3Ὃς φυλάσσει τὸ ἑαυτοῦ στόμα τηρεῖ τὴν ἑαυτοῦ ψυχὴν, ὁ δὲ προπετὴς χείλεσι πτοήσει ἑαυτόν. 4Ἐν ἐπιθυμίαις ἐστὶ πᾶς ἀεργὸς, χεῖρες δὲ ἀνδρείων ἐν ἐπιμελείᾳ. 5Λόγον ἄδικον μισεῖ δίκαιος, ἀσεβὴς δὲ αἰσχύνεται, καὶ οὐκ ἕξει παῤῥησίαν. 7Εἰσὶν οἱ πλουτίζοντες ἑαυτοὺς μηδὲν ἔχοντες, καὶ εἰσὶν οἱ ταπεινοῦντες ἑαυτοὺς ἐν πολλῷ πλούτῳ.

8Λύτρον ἀνδρὸς ψυχῆς ὁ ἴδιος πλοῦτος, πτωχὸς δὲ οὐχ ὑφίσταται ἀπειλήν. 9Φῶς δικαίοις διαπαντὸς, φῶς δὲ ἀσεβῶν σβέννυται· 9aψυχαὶ δόλιαι πλανῶνται ἐν ἁμαρτίαις, δίκαιοι δὲ οἰκτείρουσι καὶ ἐλεοῦσι. 10Κακὸς μεθʼ ὕβρεως πράσσει κακὰ, οἱ δʼ ἑαυτῶν ἐπιγνώμονες σοφοί. 11Ὕπαρξις ἐπισπουδαζομένη μετὰ ἀνομίας, ἐλάσσων γίνεται, ὁ δὲ συνάγων ἑαυτῷ μετʼ εὐσεβείας πληθυνθήσεται· δίκαιος οἰκτείρει καὶ κιχρᾷ. 12Κρείσσων ἐναρχόμενος βοηθῶν καρδίᾳ, τοῦ ἐπαγγελλομένου καὶ εἰς ἐλπίδα ἄγοντος· δένδρον γὰρ ζωῆς, ἐπιθυμία ἀγαθή. 13Ὃς καταφρονεῖ πράγματος, καταφρονηθήσεται ὑπʼ αὐτοῦ· ὁ δὲ φοβούμενος ἐντολὴν, οὗτος ὑγιαίνει· 13aυἱῷ δολίῳ οὐδὲν ἔσται ἀγαθὸν, οἰκέτῃ δὲ σοφῷ εὔοδοι ἔσονται πράξεις, καὶ κατευθυνθήσεται ἡ ὁδὸς αὐτοῦ.

14Νόμος σοφοῦ πηγὴ ζωῆς, ὁ δὲ ἄνους ὑπὸ παγίδος θανεῖται. 15Σύνεσις ἀγαθὴ δίδωσι χάριν, τὸ δὲ γνῶναι νόμον διανοίας ἐστὶν ἀγαθῆς, ὁδοὶ δὲ καταφρονούντων ἐν ἀπωλείᾳ.

16Πᾶς πανοῦργος πράσσει μετὰ γνώσεως, ὁ δὲ ἄφρων ἐξεπέτασεν ἑαυτοῦ κακίαν. 17Βασιλεὺς θρασὺς ἐμπεσεῖται εἰς κακὰ, ἄγγελος δὲ σοφὸς ῥύσεται αὐτόν. 18Πενίαν καὶ ἀτιμίαν ἀφαιρεῖται παιδεία, ὁ δὲ φυλάσσων ἐλέγχους δοξασθήσεται. 19Ἐπιθυμίαι εὐσεβῶν ἡδύνουσι ψυχὴν, ἔργα δὲ ἀσεβῶν μακρὰν ἀπὸ γνώσεως. 20Συμπορευόμενος σοφοῖς σοφὸς ἔσῃ, ὁ δὲ συμπορευόμενος ἄφροσι γνωσθήσεται. 21Ἁμαρτάνοντας καταδιώξεται κακὰ, τοὺς δὲ δικαίους καταλήψεται ἀγαθά. 22Ἀγαθὸς ἀνὴρ κληρονομήσει υἱοὺς υἱῶν, θησαυρίζεται δὲ δικαίοις πλοῦτος ἀσεβῶν. 23Δίκαιοι ποιήσουσιν ἐν πλούτῳ ἔτη πολλὰ, ἄδικοι δὲ ἀπολοῦνται συντόμως.

24Ὃς φείδεται τῆς βακτηρίας, μισεῖ τὸν υἱὸν αὐτοῦ ὁ δὲ ἀγαπῶν, ἐπιμελῶς παιδεύει. 25Δίκαιος ἔσθων ἐμπιπλᾷ τὴν ψυχὴν αὐτοῦ, ψυχαὶ δὲ ἀσεβῶν ἐνδεεῖς.

PRO 13 ©

PROC1C2C3C4C5C6C7C8C9C10C11C12C13C14C15C16C17C18C19C20C21C22C23C24C25C26C27C28C29C31