BrLXX GEN EXO LEV NUM DEU JOS JDG RUTH 1 SAM 2 SAM 1 KI 2 KI 1 CHR 2 CHR EZRA JOB PSA PROV ECC SNG ISA JER LAM EZE DNG HOS JOEL AMOS OBA JNA MIC NAH HAB ZEP HAG ZEC MAL TOB JDT ESG WIS SIR BAR LJE SUS BEL 1 MAC 2 MAC 3 MAC 4 MAC GES MAN
BrLXX PROV C1 C2 C3 C4 C5 C7 C8 C9 C10 C11 C12 C13 C14 C15 C16 C17 C18 C19 C20 C21 C22 C23 C24 C25 C26 C27 C28 C29 C30 C31
BrLXX PRO 6 V1 V2 V3 V4 V5 V6 V7 V8 V8a V8b V8c V9 V10 V11 V11a V12 V13 V14 V15 V16 V17 V18 V19 V20 V21 V22 V23 V24 V25 V26 V27 V28 V29 V30 V31 V32 V33 V34 V35
6 Υἱὲ, ἐὰν ἐγγυήσῃ σὸν φίλον, παραδώσεις σὴν χεῖρα ἐχθρῷ. 2 Παγὶς γὰρ ἰσχυρὰ ἀνδρὶ τὰ ἴδια χείλη, καὶ ἁλίσκεται χείλεσιν ἰδίου στόματος. 3 Ποίει υἱὲ ἃ ἐγώ σοι ἐντέλλομαι, καὶ σώζου· ἥκεις γὰρ εἰς χεῖρας κακῶν διὰ σὸν φίλον· ἴσθι μὴ ἐκλυόμενος, παρόξυνε δὲ καὶ τὸν φίλον σου ὃν ἐνεγγυήσω. 4 Μὴ δῷς ὕπνον σοῖς ὄμμασι, μηδὲ ἐπινυστάξῃς σοῖς βλεφάροις, 5 ἵνα σώζῃ ὥσπερ δορκὰς ἐκ βρόχων, καὶ ὥσπερ ὄρνεον ἐκ παγίδος.
6 Ἴθι πρὸς τὸν μύρμηκα ὦ ὀκνηρὲ, καὶ ζήλωσον ἰδὼν τὰς ὁδοὺς αὐτοῦ, καὶ γενοῦ ἐκείνου σοφώτερος.
7 Ἐκείνῳ γὰρ γεωργίου μὴ ὑπάρχοντος, μηδὲ τὸν ἀναγκάζοντα ἔχων, μηδὲ ὑπὸ δεσπότην ὢν, 8 ἐτοιμάζεται θέρους τὴν τροφὴν, πολλήν τε ἐν τῷ ἀμητῷ ποιεῖται τὴν παράθεσιν· 8a ἢ πορεύθητι πρὸς τὴν μέλισσαν, καὶ μάθε ὡς ἐργάτις ἐστὶ, τήν τε ἐργασίαν ὡς σεμνὴν ποιεῖται· 8b ἧς τοὺς πόνους βασιλεῖς καὶ ἰδιῶται πρὸς ὑγίειαν προσφέρονται· ποθεινὴ δέ ἐστι πᾶσι καὶ ἐπίδοξος, 8c καίπερ οὖσα τῇ ῥώμῃ ἀσθενὴς, τὴν σοφίαν τιμήσασα προήχθη. 9 Ἕως τίνος ὀκνηρὲ κατάκεισαι; πότε δὲ ἐξ ὕπνου ἐγερθήσῃ; 10 ὀλίγον μὲν ὑπνοῖς, ὀλίγον δὲ κάθησαι, μικρὸν δὲ νυστάζεις, ὀλίγον δὲ ἐναγκαλίζῃ χερσὶ στήθη. 11 Εἶτʼ ἐνπαραγίνεταί σοι ὥσπερ κακὸς ὁδοιπόρος ἡ πενία, καὶ ἡ ἔνδεια ὥσπερ ἀγαθὸς δρομεύς· 11a ἐὰν δὲ ἄοκνος ᾖς, ἥξει ὥσπερ πηγὴ ὁ ἀμητός σου· ἡ δὲ ἔνδεια, ὥσπερ κακὸς δρομεὺς ἀπαυτομολήσει.
12 Ἀνὴρ ἄφρων καὶ παράνομος πορεύεται ὁδοὺς οὐκ ἀγαθάς. 13 Ὁ δʼ αὐτὸς ἐννεύει ὀφθαλμῷ, σημαίνει δὲ ποδὶ, διδάσκει δὲ ἐννεύμασι δακτύλων. 14 Διεστραμμένη καρδία τεκταίνεται κακὰ, ἐν παντὶ καιρῷ ὁ τοιοῦτος ταραχὰς συνίστησιν πόλει. 15 Διὰ τοῦτο ἐξαπίνης ἔρχεται ἡ ἀπώλεια αὐτοῦ, διακοπὴ καὶ συντριβὴ ἀνίατος.
16 Ὅτι χαίρει πᾶσιν οἷς μισεῖ ὁ Θεὸς, συντρίβεται δὲ διʼ ἀκαθαρσίαν ψυχῆς. 17 Ὀφθαλμὸς ὑβριστοῦ, γλῶσσα ἄδικος· χεῖρες ἐκχέουσαι αἷμα δικαίου, 18 καὶ καρδία τεκταινομένη λογισμοὺς κακοὺς, καὶ πόδες ἐπισπεύδοντες κακοποιεῖν. 19 Ἐκκαίει ψευδῆ μάρτυς ἄδικος, καὶ ἐπιπέμπει κρίσεις ἀναμέσον ἀδελφῶν.
20 Υἱὲ, φύλασσε νόμους πατρός σου, καὶ μὴ ἀπώσῃ θεσμοὺς μητρός σου· 21 Ἄφαψαι δὲ αὐτοὺς ἐπὶ σῇ ψυχῇ διαπαντὸς, καὶ ἐλκλοίωσαι περὶ σῷ τραχήλῳ· 22 Ἡνίκα ἂν περιπατῇς, ἐπάγου αὐτὴν καὶ μετὰ σοῦ ἔστω, ὡς δʼ ἂν καθεύδῃς φυλασσέτω σε, ἵνα ἐγειρομένῳ συλλαλῇ σοι. 23 Ὅτι λύχνος ἐντολὴ νόμου καὶ φῶς, ὁδὸς ζωῆς, καὶ ἔλεγχος καὶ παιδεία, 24 τοῦ διαφυλάσσειν σε ἀπὸ γυναικὸς ὑπάνδρου, καὶ ἀπὸ διαβολῆς γλώσσης ἀλλοτρίας.
25 Μή σε νικήσῃ κάλλους ἐπιθυμία, μηδὲ ἀγρευθῇς σοῖς ὀφθαλμοῖς, μηδὲ συναρπασθῇς ἀπὸ τῶν αὐτῆς βλεφάρων. 26 Τιμὴ γὰρ πόρνης ὅση καὶ ἑνὸς ἄρτου, γυνὴ δὲ ἀνδρῶν τιμίας ψυχὰς ἀγρεύει. 27 Ἀποδήσει τις πῦρ ἐν κόλπῳ, τὰ δὲ ἱμάτια οὐ κατακαύσει; 28 ἢ περιπατήσει τις ἐπʼ ἀνθράκων πυρὸς, τοὺς δὲ πόδας οὐ κατακαύσει; 29 Οὕτως ὁ εἰσελθὼν πρὸς γυναῖκα ὕπανδρον, οὐκ ἀθωωθήσεται, οὐδὲ πᾶς ὁ ἁπτόμενος αὐτῆς. 30 Οὐ θαυμαστὸν ἐὰν ἁλῷ τις κλέπτων, κλέπτει γὰρ ἵνα ἐμπλήσῃ τὴν ψυχὴν πεινῶν. 31 Ἐὰν δὲ ἁλῷ, ἀποτίσει ἑπταπλάσια, καὶ πάντα τὰ ὑπάρχοντα αὐτοῦ δοὺς ῥύσεται ἑσυτόν. 32 Ὁ δὲ μοιχὸς διʼ ἔνδειαν φρενῶν ἀπώλειαν τῇ ψυχῇ αὐτοῦ περιποιεῖται, 33 ὀδύνας τε καὶ ἀτιμίας ὑποφέρει, τὸ δὲ ὄνειδος αὐτοῦ οὐκ ἐξαλειφθήσεται εἰς τὸν αἰῶνα. 34 Μεστὸς γὰρ ζήλου θυμὸς ἀνδρὸς αὐτῆς, οὐ φείσεται ἐν ἡμέρᾳ κρίσεως. 35 Οὐκ ἀνταλλάξεται οὐδενὸς λύτρου τὴν ἔχθραν, οὐδὲ μὴ διαλυθῇ πολλῶν δώρων.
BrLXX PROV C1 C2 C3 C4 C5 C7 C8 C9 C10 C11 C12 C13 C14 C15 C16 C17 C18 C19 C20 C21 C22 C23 C24 C25 C26 C27 C28 C29 C30 C31