Open Bible Data Home  About  News  OET Key

OETOET-RVOET-LVULTUSTBSBBLBAICNTOEBWEBBEWMBBNETLSVFBVTCNTT4TLEBBBEMoffJPSWymthASVDRAYLTDrbyRVWbstrKJB-1769KJB-1611BshpsGnvaCvdlTNTWycSR-GNTUHBBrLXXBrTrRelatedTopicsParallelInterlinearReferenceDictionarySearch

BrLXXBy DocumentBy Section By Chapter Details

PROC1C2C3C4C5C6C7C8C9C10C11C12C13C14C15C16C17C18C19C20C21C22C23C24C25C26C27C28C29C31

BrLXX PRO Chapter 7

PRO 7 ©

7Υἱὲ φύλασσε ἐμοὺς λόγους, τὰς δὲ ἐμὰς ἐντολὰς κρύψον παρὰ σεαυτῷ· 1aΥἱὲ τίμα τὸν Κύριον καὶ ἰσχύσεις, πλὴν δὲ αὐτοῦ μὴ φοβοῦ ἄλλον· 2φύλαξον ἐμὰς ἐντολὰς καὶ βιώσεις, τοὺς δὲ ἐμοὺς λόγους ὥσπερ κόρας ὀμμάτων. 3Περίθου δὲ αὐτοὺς σοῖς δακτύλοις, ἐπίγραψον δὲ ἐπὶ τὸ πλάτος τῆς καρδίας σου.

4Εἰπὸν τὴν σοφίαν σὴν ἀδελφὴν εἶναι, τὴν δὲ φρόνησιν γνώριμον περιποίησαι σεαυτῷ. 5Ἵνα σε τηρήσῃ ἀπὸ γυναικὸς ἀλλοτρίας καὶ πονηρᾶς, ἐάν σε λόγοις τοῖς πρὸς χάριν ἐμβάληται.

6Ἀπὸ γὰρ θυρίδος ἐκ τοῦ οἴκου αὐτῆς εἰς τὰς πλατείας παρακύπτουσα, 7ὃν ἂν ἴδῃ τῶν ἀφρόνων τέκνων νεανίαν ἐνδεῆ φρενῶν, 8παραπορευόμενον παρὰ γωνίαν ἐν διόδοις οἴκων αὐτῆς, καὶ λαλοῦντα 9ἐν σκότει ἑσπερινῷ, ἡνίκα ἂν ἡσυχία νυκτερινὴ καὶ γνοφώδης, 10ἡ δὲ γυνὴ συναντᾷ αὐτῷ, εἶδος ἔχουσα πορνικὸν, ἣ ποιεῖ νέων ἐξίπτασθαι καρδίας. 11Ἀνεπτερωμένη δέ ἐστι καὶ ἄσωτος, ἐν οἴκῳ δὲ οὐχ ἡσυχάζουσιν οἱ πόδες αὐτῆς. 12Χρόνον γάρ τινα ἔξω ῥέμβεται, χρόνον δὲ ἐν πλατείαις παρὰ πᾶσαν γωνίαν ἐνεδρεύει. 13Εἶτα ἐπιλαβομένη ἐφίλησεν αὐτὸν, ἀναιδεῖ δὲ προσώπῳ προσεῖπεν αὐτῷ, 14θυσία εἰρηνική μοι ἐστὶ, σήμερον ἀποδίδωμι τὰς εὐχάς μου. 15Ἕνεκα τούτου ἐξῆλθον εἰς συνάντησίν σοι, ποθοῦσα τὸ σὸν πρόσωπον, εὕρηκά σε. 16κειρίαις τέτακα τὴν κλίνην μου, ἀμφιτάποις δὲ ἔστρωκα τοῖς ἀπʼ Αἰγύπτου. 17Διέῤῥαγκα τὴν κοίτην μου κροκίνῳ, τὸν δὲ οἶκόν μου κινναμώμῳ· 18Ἐλθὲ καὶ ἀπολαύσωμεν φιλίας ἕως ὄρθρου, δεῦρο καὶ ἐλκυλισθῶμεν ἔρωτι. 19Οὐ γὰρ πάρεστιν ὁ ἀνήρ μου ἐν οἴκω, πεπόρευται δὲ ὁδὸν μακράν, 20ἔνδεσμον ἀργυρίου λαβὼν ἐν χειρὶ αὐτοῦ, διʼ ἡμερῶν πολλῶν ἐπανήξει εἰς τὸν οἶκον αὐτοῦ.

21Ἀπεπλάνησε δὲ αὐτὸν πολλῇ ὁμιλίᾳ, βρόχοις τε τοῖς ἀπὸ χειλέων ἐξώκειλεν αὐτόν. 22Ὁ δὲ ἐπηκολούθησεν αὐτῇ κεπφωθείς· ὥσπερ δὲ βοῦς ἐπὶ σφαγὴν ἄγεται, καὶ ὥσπερ κύων ἐπὶ δεσμοὺς, 23ἢ ὡς ἔλαφος τοξεύματι πεπληγὼς εἰς τὸ ἧπαρ· σπεύδει δὲ ὥσπερ ὄρνεον εἰς παγίδα, οὐκ εἰδὼς ὅτι περὶ ψυχῆς τρέχει.

24Νῦν οὖν υἱὲ ἄκουέ μου, καὶ πρόσεχε ῥήμασι στόματός μου. 25Μὴ ἐκκλινάτω εἰς τὰς ὁδοὺς αὐτῆς ἡ καρδία σου, 26πολλοὺς γὰρ τρώσασα καταβέβληκε, καὶ ἀναρίθμητοί εἰσιν οὓς πεφόνευκεν. 27Ὁδοὶ ᾅδου ὁ οἶκος αὐτῆς, κατάγουσαι εἰς τὰ ταμιεῖα τοῦ θανάτου.

PRO 7 ©

PROC1C2C3C4C5C6C7C8C9C10C11C12C13C14C15C16C17C18C19C20C21C22C23C24C25C26C27C28C29C31