Open Bible Data Home  About  News  OET Key

OETOET-RVOET-LVULTUSTBSBBLBAICNTOEBWEBBEWMBBNETLSVFBVTCNTT4TLEBBBEMoffJPSWymthASVDRAYLTDrbyRVWbstrKJB-1769KJB-1611BshpsGnvaCvdlTNTWyclSR-GNTUHBBrLXXBrTrRelatedTopicsParallelInterlinearReferenceDictionarySearch

BrLXXBy DocumentBy Section By Chapter Details

ISAC1C2C3C4C5C6C7C8C9C10C11C12C13C14C15C16C17C18C19C20C21C22C23C24C25C26C27C28C29C30C31C32C33C34C35C36C37C38C39C40C41C42C43C44C45C46C47C48C49C50C51C52C53C54C55C56C57C58C59C60C61C62C63C64C65C66

BrLXX ISA Chapter 29

ISA 29 ©

29Οὐαὶ Ἀριὴλ πόλις, ἣν ἐπολέμησε Δαυείδ· συναγάγετε γενήματα ἐνιαυτὸν ἐπὶ ἐνιαυτὸν, φάγεσθε, φάγεσθε γὰρ σὺν Μωάβ, 2ἐκθλίψω γὰρ Ἀριήλ· καὶ ἔσται αὐτῆς ἡ ἰσχὺς καὶ ὁ πλοῦτος ἐμοί. 3Καὶ κυκλώσω ὡς Δαυὶδ ἐπὶ σὲ, καὶ βαλῶ περὶ σὲ χάρακα, καὶ θήσω περὶ σὲ πύργους, 4καὶ ταπεινωθήσονται εἰς τὴν γῆν οἱ λόγοι σου, καὶ εἰς τὴν γῆν οἱ λόγοι σου δύσονται· καὶ ἔσονται ὡς οἱ φωνοῦντες ἐκ τῆς γῆς ἡ φωνή σου, καὶ πρὸς τὸ ἔδαφος ἡ φωνή σου ἀσθενήσει. 5Καὶ ἔσται ὡς κονιορτὸς ἀπὸ τροχοῦ ὁ πλοῦτος τῶν ἀσεβῶν, καὶ ὡς χνοῦς φερόμενος τὸ πλῆθος τῶν καταδυναστευόντων σε, καὶ ἔσται ὡς στιγμὴ παραχρῆμα 6παρὰ Κυρίου σαβαώθ· ἐπισκοπὴ γὰρ ἔσται μετὰ βροντῆς καὶ σεισμοῦ καὶ φωνὴς μεγάλης, καταιγὶς φερομένη, καὶ φλὸξ πυρὸς κατεσθίουσα. 7Καὶ ἔσται ὡς ἐνυπνιαζόμενος καθʼ ὕπνους νυκτὸς, ὁ πλοῦτος ἁπάντων τῶν ἐθνῶν, ὅσοι ἐπεστράτευσαν ἐπὶ Ἀριὴλ, καὶ πάντες οἱ στρατευόμενοι ἐπὶ Ἰερουσαλὴμ, καὶ πάντες οἱ συνηγμένοι ἐπʼ αὐτὴν, καὶ οἱ θλίβοντες αὐτήν. 8Καὶ ὡς οἱ ἐν τῷ ὕπνῳ πίνοντες καὶ ἔσθοντες, καὶ ἐξαναστάντων, μάταιον τὸ ἐνύπνιον· καὶ ὃν τρόπον ἐνυπνιάζεται ὁ διψῶν ὡς ὁ πίνων, καὶ ἐξαναστὰς ἔτι διψᾷ, ἡ δὲ ψυχὴ αὐτοῦ εἰς κενὸν ἤλπισεν· οὕτως ἔσται ὁ πλοῦτος τῶν ἐθνῶν πάντων, ὅσοι ἐπεστράτευσαν ἐπὶ τὸ ὄρος Σιών.

9Ἐκλύθητε καὶ ἔκστητε, καὶ κραιπαλήσατε οὐκ ἀπὸ σίκερα οὐδὲ ἀπὸ οἴνου. 10ὅτι πεπότικεν ὑμᾶς Κύριος πνεύματι κατανύξεως, καὶ καμμύσει τοὺς ὀφθαλμοὺς αὐτῶν, καὶ τῶν προφητῶν αὐτῶν, καὶ τῶν ἀρχόντων αὐτῶν, οἱ ὁρῶντες τὰ κρυπτά. 11Καὶ ἔσται ὑμῖν τὰ ῥήματα πάντα ταῦτα, ὡς οἱ λόγοι τοῦ βιβλίου τοῦ ἐσφραγισμένου τσύτου, ὃ ἐὰν δῶσιν αὐτὸ ἀνθρώπῳ ἐπισταμένῳ γράμματα, λέγοντες, ἀνάγνωθι ταῦτα· καὶ ἐρεῖ, οὐ δύναμαι ἀναγνῶναι, ἐσφράγισται γάρ. 12καὶ δοθήσεται τὸ βιβλίον τοῦτο εἰς χεῖρας ἀνθρώπου μὴ ἐπισταμένου γράμματα, καὶ ἐρεῖ αὐτῷ, ἀνάγνωθι τοῦτο· καὶ ἐρεῖ, οὐκ ἐπίσταμαι γράμματα.

13Καὶ εἶπε Κύριος, ἐγγίζει μοι ὁ λαὸς οὗτος ἐν τῷ στόματι αὐτοῦ, καὶ ἐν τοῖς χείλεσιν αὐτῶν τιμῶσί με, ἡ δὲ καρδία αὐτῶν πόῤῥω ἀπέχει ἀπʼ ἐμοῦ· μάτην δὲ σέβονταί με, διδάσκοντες ἐντάλματα ἀνθρώπων καὶ διδασκαλίας. 14Διατοῦτο ἰδοὺ προσθήσω τοῦ μεταθεῖναι τὸν λαὸν τοῦτον, καὶ μεταθήσω αὐτούς, καὶ ἀπολῶ τὴν σοφίαν τῶν σοφῶν, καὶ τὴν σύνεσιν τῶν συνετῶν κρύψω. 15Οὐαὶ οἱ βαθέως βουλὴν ποιοῦντες, καὶ οὐ διὰ Κυπίυο· οὐαὶ οἱ ἐν κρυφῇ βουλὴν ποιοῦντες, καὶ ἔσται ἐν σκότει τὰ ἔργα αὐτῶν· καὶ ἐροῦσι, τίς ἑόρακεν ἡμᾶς; καὶ τίς ἡμᾶς γνώσεται, ἢ ἃ ἡμεῖς ποιοῦμεν; 16Οὐχ ὡς πηλὸς τοῦ κεραμέως λογισθήσεσθε; μὴ ἐρεῖ τὸ πλάσμα τῷ πλάσαντι αὐτό, οὐ σύ με ἔπλασας; ἢ τὸ ποίημα τῷ ποιήσαντι, οὐ συνετῶς με ἐποίησας; 17Οὐκέτι μικρὸν καὶ μετατεθήσεται ὁ Λίβανος, ὡς τὸ ὄρος τὸ Χέρμελ, καὶ τὸ Χέρμελ εἰς δρυμὸν λογισθήσεται; 18Καὶ ἀκούσονται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ κωφοὶ λόγους βιβλίου, καὶ οἱ ἐν τῷ σκότει, καὶ οἱ ἐν τῇ ὁμίχλῃ· ὀφθαλμοὶ τυφλῶν ὄψονται, 19καὶ ἀγαλλιάσονται πτωχοὶ διὰ Κύριον ἐν εὐφροσύνῃ, καὶ οἱ ἀπηλπισμένοι τῶν ἀνθρώπων ἐμπλησθήσονται εὐφροσύνης. 20Ἐξέλιπεν ἄνομος, καὶ ἀπώλετο ὑπερήφανος, καὶ ἐξωλοθρεύθησαν οἱ ἀνομοῦντες ἐπὶ κακίᾳ, 21καὶ οἱ ποιοῦντες ἁμαρτεῖν ἀνθρώπους ἐν λόγῳ· πάντας δὲ τοὺς ἐλέγχοντας ἐν πύλαις πρόσκομμα θήσουσιν, ὅτι ἐπλαγίασαν ἐπʼ ἀδίκοις δίκαιον.

22Διατοῦτο τάδε λέγει Κύριος ἐπὶ τὸν οἶκον Ἰακώβ, ὃν ἀφώρισεν ἐξ Ἀβραὰμ, οὐ νῦν αἰσχυνθήσεται Ἰακώβ, οὐδὲ νῦν τὸ πρόσωπον μεταβαλεῖ. 23Ἀλλʼ ὅταν ἴδωσιν τὰ τέκνα αὐτῶν τὰ ἔργα μου, διʼ ἐμὲ ἁγιάσουσι τὸ ὄνομά μου, καὶ ἁγιάσουσι τὸν ἅγιον Ἰακὼβ, καὶ τὸν Θεὸν τοῦ Ἰσραὴλ φοβηθήσονται. 24Καὶ γνώσονται οἱ πλανώμενοι τῷ πνεύματι σύνεσιν, οἱ δὲ γογγύζοντες μαθήσονται ὑπακούειν, καὶ αἱ γλῶσσαι αἱ ψελλίζουσαι μαθήσονται λαλεῖν εἰρήνην.

ISA 29 ©

ISAC1C2C3C4C5C6C7C8C9C10C11C12C13C14C15C16C17C18C19C20C21C22C23C24C25C26C27C28C29C30C31C32C33C34C35C36C37C38C39C40C41C42C43C44C45C46C47C48C49C50C51C52C53C54C55C56C57C58C59C60C61C62C63C64C65C66