Open Bible Data Home About News OET Key
OET OET-RV ULT UST BSB OEB WEBBE NET TCNT T4T LEB Wymth RV KJB-1769 KJB-1611 BrLXX Related Topics Parallel Interlinear Reference Dictionary Search
BrLXX By Document By Section By Chapter Details
BrLXX GEN EXO LEV NUM DEU JOS JDG RUTH 1SA 2SA 1KI 2KI 1CH 2CH EZRA JOB PSA PRO ECC SNG ISA JER LAM EZE DNG HOS JOEL AMOS OBA YNA MIC NAH HAB ZEP HAG ZEC MAL TOB JDT ESG WIS SIR BAR LJE SUS BEL 1MA 2MA 3MA 4MA GES MAN
ECC C1 C2 C3 C4 C5 C6 C7 C8 C9 C10 C11 C12
10 Μυῖαι θανατοῦσαι σαπριοῦσι σκευασίαν ἐλαίου ἡδύσματος· τίμιον ὀλίγον σοφίας ὑπὲρ δόξαν ἀφροσύνης μεγάλην.
2 Καρδία σοφοῦ εἰς δεξιὸν αὐτοῦ, καὶ καρδία ἄφρονος εἰς ἀριστερὸν αὐτοῦ. 3 Καί γε ἐν ὁδῷ ὅταν ἄφρων πορεύηται, καρδία αὐτοῦ ὑστερήσει, καὶ ἃ λογιεῖται πάντα ἀφροσύνη ἐστίν.
4 Ἐὰν πνεῦμα τοῦ ἐξουσιάζοντος ἀναβῇ ἐπὶ σὲ, τόπον σου μὴ ἀφῇς, ὅτι ἴαμα καταπαύσει ἁμαρτίας μεγάλας. 5 Ἔστι πονηρία ἣν εἶδον ὑπὸ τὸν ἥλιον, ὡς ἀκούσιον ἐξῆλθεν ἀπὸ προσώπου ἐξουσιάζοντος. 6 Ἐδόθη ὁ ἄφρων ἐν ὕψεσι μεγάλοις, καὶ πλούσιοι ἐν ταπεινῷ καθήσονται. 7 Εἶδον δούλους ἐφʼ ἵππους, καὶ ἄρχοντας πορευομένους ὡς δούλους ἐπὶ τῆς γῆς.
8 Ὁ ὀρύσσων βόθρον, εἰς αὐτὸν ἐμπεσεῖται· καὶ καθαιροῦντα φραγμὸν, δήξεται αὐτὸν ὄφις,
9 Ἐξαίρων λίθους, διαπονηθήσεται ἐν αὐτοῖς· σχίζων ξύλα, κινδυνεύσει ἐν αὐτοῖς.
10 Ἐὰν ἐκπέσῃ τὸ σιδήριον, καὶ αὐτὸς πρόσωπον ἐτάραξε· καὶ δυνάμεις δυναμώσει, καὶ περίσσεια τῷ ἀνδρὶ οὐ σοφία.
11 Ἐὰν δάκῃ ὄφις ἐν οὐ ψιθυρισμῷ, καὶ οὐκ ἔστι περίσσεια τῷ ἐπᾴδοντι. 12 Λόγοι στόματος σοφοῦ χάρις, καὶ χείλη ἄφρονος καταποντιοῦσιν αὐτόν. 13 Ἀρχὴ λόγων στόματος αὐτοῦ ἀφροσύνη, καὶ ἐσχάτη στόματος αὐτοῦ περιφέρεια πονηρὰ, 14 καὶ ὁ ἄφρων πληθύνει λόγους· οὐκ ἔγνω ἄνθρωπος τί τὸ γενόμενον, καὶ τί τὸ ἐσόμενον, ὅ, τι ὀπίσω αὐτοῦ τίς ἀναγγελεῖ αὐτῷ; 15 Μόχθος τῶν ἀφρόνων κακώσει αὐτοὺς, ὃς οὐκ ἔγνω τοῦ πορευθῆναι εἰς πόλιν.
16 Οὐαί σοι πόλις ἧς ὁ βασιλεύς σου νεώτερος, καὶ οἱ ἄρχοντές σου πρωῒ ἐσθίουσι. 17 Μακαρία σὺ γῆ, ἧς ὁ βασιλεύς σου υἱὸς ἐλευθέρων, καὶ οἱ ἄρχοντές σου πρὸς καιρὸν φάγονται ἐν δυνάμει, καὶ οὐκ αἰσχυνθήσονται.
18 Ἐν ὀκνηρίαις ταπεινωθήσεται ἡ δόκωσις, καὶ ἐν ἀργίᾳ χειρῶν στάξει ἡ οἰκία.
19 Εἰς γέλωτα ποιοῦσιν ἄρτον, καὶ οἶνον καὶ ἔλαιον τοῦ εὐφρανθῆναι ζῶντας, καὶ τοῦ ἀργυρίου ταπεινώσει ἐπακούσεται τὰ πάντα.
20 Καί γε ἐν συνειδήσει σου βασιλέα μὴ καταράσῃ, καὶ ἐν ταμιείοις κοιτώνων σου μὴ καταράσῃ πλούσιον· ὅτι πετεινὸν τοῦ οὐρανοῦ ἀποίσει τὴν φωνήν σου, καὶ ὁ ἔχων τὰς πτέρυγας ἀπαγγελεῖ λόγον σου.