Open Bible Data Home About News OET Key
OET OET-RV ULT UST BSB OEB WEBBE NET TCNT T4T LEB Wymth RV KJB-1769 KJB-1611 BrLXX Related Topics Parallel Interlinear Reference Dictionary Search
BrLXX By Document By Section By Chapter Details
BrLXX GEN EXO LEV NUM DEU JOS JDG RUTH 1SA 2SA 1KI 2KI 1CH 2CH EZRA JOB PSA PRO ECC SNG ISA JER LAM EZE DNG HOS JOEL AMOS OBA YNA MIC NAH HAB ZEP HAG ZEC MAL TOB JDT ESG WIS SIR BAR LJE SUS BEL 1MA 2MA 3MA 4MA GES MAN
EXO C1 C2 C3 C4 C5 C6 C7 C8 C9 C10 C11 C12 C13 C14 C15 C16 C17 C18 C19 C20 C21 C22 C23 C24 C25 C26 C27 C28 C29 C30 C31 C32 C33 C34 C35 C36 C37 C38 C39 C40
37 Καὶ ἐποίησαν τῇ σκηνῇ δέκα αὐλαίας· 2 ὀκτὼ καὶ εἴκοσι πήχεων μῆκος τῆς αὐλαίας τῆς μιᾶς· τὸ αὐτὸ ἦν πάσαις· καὶ τεσσάρων πήχεων τὸ εὖρος τῆς αὐλαίας τῆς μιᾶς. 3 καὶ ἐποίησαν τὸ καταπέτασμα ἐξ ὑακίνθου, καὶ πορφύρας, καὶ κοκκίνου νενησμένου, καὶ βύσσου κεκλωσμένης, ἔργον ὑφαντὸυ χερουβείμ· 4 καὶ ἐπέθηκαν αὐτὸ ἐπὶ τέσσαρας στύλους ἀσήπτους κατακεχρυσωμένους ἐν χρυσίῳ· καὶ αἱ κεφαλίδες αὐτῶν χρυσαῖ, καὶ αἱ βάσεις αὐτῶν τέσσαρες ἀργυραῖ. 5 καὶ ἐποίησαν τὸ καταπέτασμα τῆς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου ἐξ ὑακίνθου, καὶ πορφύρας, καὶ κοκκίνου νενησμένου, καὶ βύσσου κεκλωσμένης, ἔργον ὑφαντὸντοῦ χερουβείμ· 6 καὶ τοὺς στύλους αὐτῶν πέντε, καὶ τοὺς κρίκους· καὶ τὰς κεφαλίδας αὐτῶν, καὶ τὰς ψαλίδας αὐτῶν κατεχρύσωσαν χρυσίῳ· καὶ αἱ βάσεις αὐτῶν πέντε χαλκαῖ.
7 Καὶ ἐποίησαν τὴν αὐλῆν τὰ πρὸς Λίβα, ἱστία τῆς αὐλῆς ἐκ βύσσου κεκλωσμένης ἑκατὸν ἐφʼ ἑκατόν· 8 καὶ οἱ στύλοι αὐτῶν εἴκοσι, καὶ αἱ βάσεις αὐτῶν εἴκοσι. 9 καὶ τὸ κλίτος τὸ πρὸς Βοῤῥᾶν, ἑκατὸν ἐφʼ ἑκατόν· καὶ τὸ κλίτος τὸ πρὸς Νότον, ἑκατὸν ἐφʼ ἑκατόν· καὶ οἱ στύλοι αὐτῶν εἴκοσι, καὶ αἱ βάσεις αὐτῶν εἴκοσι· 10 Καὶ τὸ κλίτος τὸ πρὸς θάλασσαν αὐλαῖαι πεντήκοντα πήχεων· στύλοι αὐτῶν δέκα, καὶ αἱ βάσεις αὐτῶν δέκα· 11 Καὶ τὸ κλίτος τὸ πρὸς ἀνατολὰς πεντήκοντα πήχεων ἱστία, πεντεαίδεκα πήχεων τὸ κατὰ νώτου· 12 καὶ οἱ στύλοι αὐτῶν τρεῖς, καὶ αἱ βάσεις αὐτῶν τρεῖς· 13 Καὶ ἐπὶ τοῦ νώτου τοῦ δευτέρου ἔνθεν καὶ ἔνθεν κατὰ τὴν πύλην τῆς αὐλῆς, αὐλαῖαι πεντεκαίδεκα πήχεων· στύλοι αὐτῶν τρεῖς, καὶ αἱ βάσεις αὐτῶν τρεῖς· 14 πᾶσαι αἱ αὐλαῖαι τῆς σκηνῆς ἐκ βύσσου κεκλωσμένης. 15 Καὶ αἱ βάσεις τῶν στύλων αὐτῶν χαλκαῖ, καὶ αἱ ἀγκύλαι αὐτῶν ἀργυραῖ, καὶ αἱ κεφαλίδες αὐτῶν περιηργυρωμέναι ἀργυρίῳ, καὶ οἱ στύλοι περιηργυρωμένοι ἀργυρίῳ πάντες οἱ στύλοι τῆς αὐλῆς· 16 καὶ τὸ καταπέτασμα τῆς πύλης τῆς αὐλῆς ἔργον ποικιλτοῦ ἐξ ὑακίνθου, καὶ πορφύρας, καὶ κοκκίνου νενησμένου, καὶ βύσσου κεκλωσμένης· εἴκοσι πήχεων τὸ μῆκος, καὶ τὸ ὕψος καὶ τὸ εὖρος πέντε πήχεων ἐξισούμενον τοῖς ἱστίοις τῆς αὐλῆς· 17 καὶ οἱ στύλοι αὐτῶν τέσσαρες, καὶ αἱ βάσεις αὐτῶν τέσσαρες χαλκαῖ, καὶ αἱ ἀγκύλαι αὐτῶν ἀργυραῖ, καὶ αἱ κεφαλίδες αὐτῶν περιηργυρωμέναι ἀργυρίῳ. 18 Καὶ πάντες οἱ πάσσαλοι τῆς αὐλῆς κύκλῳ χαλκοῖ, καὶ αὐτοὶ περιηργυρωμένοι ἀργυρίῳ. 19 Καὶ αὕτη ἡ σύνταξις τῆς σκηνῆς τοῦ μαρτυρίου, καθὰ συνετάγη Μωυσῇ, τὴν λειτουργίαν εἶναι τῶν Λευιτῶν διὰ Ἰθάμαρ τοῦ υἱοῦ Ἀαρὼν τοῦ ἱερέως.
20 Καὶ Βεσελεὴλ ὁ τοῦ Οὐρείου, ἐκ φυλῆς Ἰούδα, ἐποίησε καθὰ συνέταξε Κύριος τῷ Μωυσῇ, 21 καὶ Ἐλιὰβ ὁ τοῦ Ἀχισαμὰχ ἐκ φυλῆς Δὰν, ὅς ἠρχιτεκτόνησε τὰ ὑφαντὰ καὶ τὰ ῥαφιδευτὰ καὶ ποικιλτικά, ὑφάναι τῷ κοκκίνῳ καὶ τῇ βύσσῳ.
EXO C1 C2 C3 C4 C5 C6 C7 C8 C9 C10 C11 C12 C13 C14 C15 C16 C17 C18 C19 C20 C21 C22 C23 C24 C25 C26 C27 C28 C29 C30 C31 C32 C33 C34 C35 C36 C37 C38 C39 C40