Open Bible Data Home About News OET Key
OET OET-RV ULT UST BSB OEB WEBBE NET TCNT T4T LEB Wymth RV KJB-1769 KJB-1611 BrLXX Related Topics Parallel Interlinear Reference Dictionary Search
BrLXX By Document By Section By Chapter Details
BrLXX GEN EXO LEV NUM DEU JOS JDG RUTH 1SA 2SA 1KI 2KI 1CH 2CH EZRA JOB PSA PRO ECC SNG ISA JER LAM EZE DNG HOS JOEL AMOS OBA YNA MIC NAH HAB ZEP HAG ZEC MAL TOB JDT ESG WIS SIR BAR LJE SUS BEL 1MA 2MA 3MA 4MA GES MAN
EXO C1 C2 C3 C4 C5 C6 C7 C8 C9 C10 C11 C12 C13 C14 C15 C16 C17 C18 C19 C20 C21 C22 C23 C24 C25 C26 C27 C28 C29 C30 C31 C32 C33 C34 C35 C36 C37 C38 C39 C40
35 Καὶ συνήθροισε Μωυσῆς πᾶσαν συναγωγὴν υἱῶν Ἰσραὴλ, καὶ εἶπεν, οὗτοι οἱ λόγοι, οὓς εἶπε Κύριος ποιῆσαι αὐτούς. 2 Ἓξ ἡμέρας ποιήσεις ἔργα, τῇ δὲ ἡμέρᾳ τῇ ἑβδόμῃ κατάπαυσις· ἅγια, σάββατα· ἀνάπαυσις Κυρίῳ· πᾶς ὁ ποιῶν ἔργον ἐν αὐτῇ, τελευτάτω. 3 Οὐ καύσετε πῦρ ἐν πάσῃ κατοικίᾳ ὑμῶν τῇ ἡμέρᾳ τῶν σαββάτων· ἐγὼ Κύριος. 4 Καὶ εἶπε Μωυσῆς πρὸς πᾶσαν συναγωγὴν υἱῶν Ἰσραὴλ, λέγων, τοῦτο τὸ ῥῆμα, ὃ συνέταξε Κύριος, λέγων, 5 λάβετε παρʼ ὑμῶν αὐτῶν ἀφαίρεμα Κυρίῳ· πᾶς ὁ καταδεχόμενος τῇ καρδίᾳ, οἴσουσι τὰς ἀπαρχὰς Κυρίῳ, χρυσίον, ἀργύριον, χαλκὸν, 6 ὑάκινθον, πορφύραν, κόκκινον διπλοῦν διανενησμένον, καὶ βύσσον κεκλωσμένην, καὶ τρίχας αἰγείας, 7 καὶ δέρματα κριῶν ἠρυθροδανωμένα, καὶ δέρματα ὑακινθινα, καὶ ξύλα ἄσηπτα, 9 καὶ λίθους σαρδίου, καὶ λίθους εἰς τὴν γλυφὴν εἰς τὴν ἐπωμίδα καὶ τὸν ποδήρη. 10 Καὶ πᾶς σοφὸς τῇ καρδίᾳ ἐν ὑμῖν, ἐλθὼν ἐργαζέσθω πάντα ὅσα συνέταξε Κύριος· 11 Τὴν σκηνὴν, καὶ τὰ παραρύματα, καὶ τὰ κατακαλύμματα, καὶ τὰ διατόνια, καὶ τοὺς μοχλοὺς, καὶ τοὺς στύλους, 12 καὶ τὴν κιβωτὸν τοῦ μαρτυρίου, καὶ τοὺς ἀναφορεῖς αὐτῆς, καὶ τὸ ἱλαστήριον αὐτῆς, καὶ τὸ καταπέτασμα, 12a καὶ τὰ ἱστία τῆς αὐλῆς, καὶ τοὺς στύλους αὐτῆς, καὶ τοὺς λίθους τοὺς τῆς σμαράγδου, καὶ τὸ θυμίαμα, καὶ τὸ ἔλαιον τοῦ χρίσματος, 13 καὶ τὴν τράπεζαν καὶ πάντα τὰ σκεύη αὐτῆς, 14 καὶ τὴν λυχνίαν τοῦ φωτὸς καὶ πάντα τὰ σκεύη αὐτῆς, 16 καὶ τὸ θυσιαστήριον καὶ πάντα τὰ σκεύη αὐτοῦ, 19 καὶ τὰς στολὰς τὰς ἁγίας Ἀαρὼν τοῦ ἱερέως, καὶ τὰς στολὰς ἐν αἷς λειτουργήσουσιν ἐν αὐταῖς, καὶ τοὺς χιτῶνας τοῖς υἱοῖς Ἀαρὼν τῆς ἱερατίας, καὶ τὸ ἔλαιον τοῦ χρίσματος, καὶ τὸ θυμίαμα τῆς συνθέσεως.
20 Καὶ ἐξῆλθε πᾶσα συναγωγὴ υἱῶν Ἰσραὴλ ἀπὸ Μωυσῆ. 21 Καὶ ἤνεγκαν ἕκαστος, ὧν ἔφερεν ἡ καρδία αὐτῶν, καὶ ὅσοις ἔδοξε τῇ ψυχῇ αὐτῶν, ἀφαίρεμα· καὶ ἤνεγκαν ἀφαίρεμα Κυρίῳ εἰς πάντα τὰ ἔργα τῆς σκηνῆς τοῦ μαρτυρίου, καὶ εἰς πάντα τὰ κάτεργα αὐτῆς καὶ εἰς πάσας τὰς στολὰς τοῦ ἁγίου. 22 Καὶ ἤνεγκαν οἱ ἄνδρες παρὰ τῶν γυναικῶν, πᾶς ᾧ ἔδοξε τῇ διανοίᾳ, ἤνεγκαν σφραγίδας, καὶ ἐνώτια, καὶ δακτυλίους, καὶ ἐμπλόκια, καὶ περιδέξια, πᾶν σκεῦος χρυσοῦν. 23 Καὶ πάντες ὅσοι ἤνεγκαν ἀφαιρέματα χρυσίου Κυρίῳ, καὶ παρʼ ᾧ εὑρέθη βύσσος· καὶ δέρματα ὑακίνθινα καὶ δέρματα κριῶν ἠρυθροδανωμένα ἤνεγκαν. 24 Καὶ πᾶς ὁ ἀφαιρῶν ἀφαίρεμα, ἤνεγκαν ἀργύριον καὶ χαλκὸν, τὰ ἀφαιρέματα Κυρίῳ· καὶ παρʼ οἷς εὑρέθη ξύλα ἄσηπτα· καὶ εἰς πάντα τὰ ἔργα τῆς παρασκευῆς ἤνεγκαν. 25 Καὶ πᾶσα γυνὴ σοφὴ τῇ διανοίᾳ ταῖς χερσὶ νήθειν, ἤνεγκαν νενησμένα, τὴν ὑάκινθον, καὶ τὴν πορφύραν, καὶ τὸ κόκκινον, καὶ τὴν βύσσον. 26 Καὶ πᾶσαι αἱ γυναῖκες, αἷς ἔδοξε τῇ διανοίᾳ αὐτῶν ἐν σοφίᾳ, ἔνησαν τὰς τρίχας τὰς αἰγείας. 27 Καὶ οἱ ἄρχοντες ἤνεγκαν τοὺς λίθους τῆς σμαράγδου, καὶ τοὺς λίθους τῆς πληρώσεως εἰς τὴν ἐπωμίδα, καὶ τὸ λογεῖον, 28 καὶ τὰς συνθέσεις, καὶ εἰς τὸ ἔλαιον τῆς χρίσεως, καὶ τὴν συνθεσιν τοῦ θυμιάματος. 29 Καὶ πᾶς ἀνὴρ καὶ γυνὴ, ὧν ἔφερεν ἡ διάνοια αὐτῶν εἰσελθόντας ποιεῖν πάντα τὰ ἔργα, ὅσα συνέταξε Κύριος ποιῆσαι αὐτὰ διὰ Μωυσῆ, ἤνεγκαν οἱ υἱοὶ Ἰσραὴλ, ἀφαίρεμα Κυρίῳ. 30 Καὶ εἶπε Μωυσῆς τοῖς υἱοῖς Ἰσραὴλ, Ἰδοὺ ἀνακέκληκεν ὁ Θεὸς ἐξ ὀνόματος τὸν Βεσελεὴλ τὸν τοῦ Οὐρείου τὸν Ὢρ, ἐκ τῆς φυλῆς Ἰούδα, 31 καὶ ἐνέπλησεν αὐτὸν πνεῦμα θεῖον σοφίας καὶ συνέσεως, καὶ ἐπιστήμης πάντων, 32 ἀρχιτεκτονεῖν κατὰ πάντα τὰ ἔργα τῆς ἀρχιτεκτονίας, ποιεῖν τὸ χρυσίον καὶ τὸ ἀργύριον καὶ τὸν χαλκόν, 33 καὶ λιθουργῆσαι τὸν λίθον, καὶ κατεργάζεσθαι τὰ ξύλα, καὶ ποιεῖν ἐν παντὶ ἔργῳ σοφίας. 34 Καὶ προβιβάσαι γε ἔδωκεν ἐν τῇ διανοίᾳ αὐτῷ τε, καὶ τῷ Ἐλιὰβ τῷ τοῦ Ἀχισαμὰκ, ἐκ φυλῆς Δάν· 35 Καὶ ἐνέπλησεν αὐτοὺς σοφίας, συνέσεως, διανοίας, πάντα συνιέναι ποιῆσαι τὰ ἔργα τοῦ ἁγίου, καὶ τὰ ὑφαντὰ καὶ ποικιλτὰ ὑφάναι τῷ κοκκίνῳ, καὶ τῇ βύσσῳ, ποιεῖν πᾶν ἔργον ἀρχιτεκτονίας, ποικιλίας.
EXO C1 C2 C3 C4 C5 C6 C7 C8 C9 C10 C11 C12 C13 C14 C15 C16 C17 C18 C19 C20 C21 C22 C23 C24 C25 C26 C27 C28 C29 C30 C31 C32 C33 C34 C35 C36 C37 C38 C39 C40