Open Bible Data Home  About  News  OET Key

OETOET-RVULTUSTBSBOEBWEBBENETTCNTT4TLEBWymthRVKJB-1769KJB-1611BrLXXRelatedTopicsParallelInterlinearReferenceDictionarySearch

BrLXXBy Document By Section By ChapterDetails

BrLXX GENEXOLEVNUMDEUJOSJDGRUTH1SA2SA1KI2KI1CH2CHEZRAJOBPSAPROECCSNGISAJERLAMEZEDNGHOSJOELAMOSOBAYNAMICNAHHABZEPHAGZECMALTOBJDTESGWISSIRBARLJESUSBEL1MA2MA3MA4MAGESMAN

GENC1C2C3C4C5C6C7C8C9C10C11C12C13C14C15C16C17C18C19C20C21C22C23C24C25C26C27C28C29C30C31C32C33C34C35C36C37C38C39C40C41C42C43C44C45C46C47C48C49C50

BrLXX by section GEN 16:1

GEN 16:1–16:16 ©

ΓΕΝΕΣΙΣ 16

16Σάρα δὲ ἡ γυνὴ Ἅβραμ οὐκ ἔτικτεν αὐτῷ· ἦν δὲ αὐτῇ παιδίσκη Αἰγυπτία, ᾗ ὄνομα Ἄγαρ. 2Εἶπε δὲ Σάρα πρὸς Ἅβραμ, ἰδοὺ συνέκλεισέ με Κύριος τοῦ μὴ τίκτειν· εἴσελθε οὖν πρὸς τὴν παιδίσκην μου, ἵνα τεκνοποιήσωμαι ἐξ αὐτῆς· ὑπήκουσελ δὲ Ἅβραμ τῆς φωνῆς Σάρας. 3Καὶ λαβοῦσα Σάρα ἡ γυνὴ Ἅβραμ Ἄγαρ τὴν Αἰγυπτίαν τὴν ἑαυτῆς παιδίσκην, μετὰ δέκα ἔτη τοῦ οἰκῆσαι Ἅβραμ ἐν γῇ Χαναὰν, ἔδωκεν αὐτὴν τῷ Ἅβραμ ἀνδρὶ αὐτῆς αὐτῷ γυναῖκα. 4Καὶ εἰσῆλθε πρὸς Ἄγαρ, καὶ συνέλαβε· καὶ εἶδεν ὅτι ἐν γαστρὶ ἔχει, καὶ ἠτιμάσθη ἡ κυρία ἐναντίον αὐτῆς. 5Εἶπε δὲ Σάρα πρὸς Ἅβραμ, ἀδικοῦμαι ἐκ σοῦ· ἐγὼ δέδωκα τὴν παιδίσκην μου εἰς τὸν κόλπον σου, ἰδοῦσα δὲ ὅτι ἐν γαστρὶ ἔχει, ἠτιμάσθην ἐναντίον αὐτῆς. κρίναι ὁ Θεὸς ἀνὰ μέσον ἐμοῦ καὶ σου. 6Εἶπε δὲ Ἅβραμ πρὸς Σάραν, ἰδοὺ ἡ παιδίσκη σου ἐν ταῖς χερσί σου, χρῶ αὐτῇ ὡς ἄν σοι ἀρεστὸν ᾖ. καὶ ἐκάκωσεν αὐτὴν Σάρα, καὶ ἀπέδρα ἀπὸ προσώπου αὐτῆς.

7Εὗρε δὲ αὐτὴν ἄγγελος Κυρίου ἐπὶ τῆς πηγῆς τοῦ ὕδατος ἐν τῇ ἐρήμῳ, ἐπὶ τῆς πηγῆς ἐν τῇ ὁδῷ Σούρ. 8Καὶ εἶπεν αὐτῇ ὁ ἄγγελος Κυρίου, Ἄγαρ παιδίσκη Σάρας, πόθεν ἔρχῃ; καὶ ποῦ πορεύῃ; καὶ εἶπεν· ἀπὸ προσώπου Σάρας τῆς κυρίας μου ἐγὼ ἀποδιδράσκω. 9Εἶπε δὲ αὐτῇ ὁ ἄγγελος Κυρίου, ἀποστράφηθι πρὸς τὴν κυρίαν σου, καὶ ταπεινώθητι ὑπὸ τὰς χεῖρας αὐτῆς. 10Καὶ εἶπεν αὐτῇ ὁ ἄγγελος Κυρίου, πληθύνων πληθυνῶ τὸ σπέρμα σου, καὶ οὐκ ἀριθμηθήσεται ὑπὸ τοῦ πλήθους. 11Καὶ εἶπεν αὐτῇ ὁ ἄγγελος Κυρίου, ἰδοὺ σὺ ἐν γαστρὶ ἔχεις, καὶ τέξῃ υἱὸν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰσμαὴλ, ὅτι ἐπήκουσε Κύριος τῇ ταπεινώσει σου. 12Οὗτος ἔσται ἄγροικος ἄνθρωπος· αἱ χεῖρες αὐτοῦ ἐπὶ πάντας, καὶ αἱ χεῖρες πάντων ἐπʼ αὐτόν· καὶ κατὰ πρόσωπον πάντων τῶν ἀδελφῶν αὐτοῦ κατοικήσει. 13Καὶ ἐκάλεσε τὸ ὄνομα Κυρίου τοῦ λαλοῦντος πρὸς αὐτὴν, σὺ ὁ Θεὸς ὁ ἐτιδών με· ὅτι εἶπε, καὶ γὰρ ἐνώπιον εἶδον ὀφθέντα μοι. 14Ἕνεκεν τούτου ἐκάλεσε τὸ φρέαρ, φρέαρ οὗ ἐνώπιον εἶδον· ἰδοὺ ἀνὰ μέσον Κάδης καὶ ἀνὰ μέσον Βαράδ. 15Καὶ ἔτεκεν Ἄγαρ τῷ Ἅβραμ υἱὸν, καὶ ἐκάλεσεν Ἅβραμ τὸ ὄνομα τοῦ υἱοῦ αὐτοῦ, ὃν ἔτεκεν αὐτῷ Ἄγαρ, Ἰσμαήλ. 16Ἅβραμ δὲ ἦν ἐτῶν ὀγδοηκονταὲξ, ἡνίκα ἔτεκεν Ἄγαρ τῷ Ἅβραμ τὸν Ἰσμαήλ.

GEN 16:1–16:16 ©

GENC1C2C3C4C5C6C7C8C9C10C11C12C13C14C15C16C17C18C19C20C21C22C23C24C25C26C27C28C29C30C31C32C33C34C35C36C37C38C39C40C41C42C43C44C45C46C47C48C49C50