Open Bible Data Home About News OET Key
OET OET-RV ULT UST BSB OEB WEBBE NET TCNT T4T LEB Wymth RV KJB-1769 KJB-1611 BrLXX Related Topics Parallel Interlinear Reference Dictionary Search
BrLXX By Document By Section By Chapter Details
BrLXX GEN EXO LEV NUM DEU JOS JDG RUTH 1SA 2SA 1KI 2KI 1CH 2CH EZRA JOB PSA PRO ECC SNG ISA JER LAM EZE DNG HOS JOEL AMOS OBA YNA MIC NAH HAB ZEP HAG ZEC MAL TOB JDT ESG WIS SIR BAR LJE SUS BEL 1MA 2MA 3MA 4MA GES MAN
GEN C1 C2 C3 C4 C5 C6 C7 C8 C9 C10 C11 C12 C13 C14 C15 C16 C17 C18 C19 C20 C21 C22 C23 C24 C25 C26 C27 C28 C29 C30 C31 C32 C33 C34 C35 C36 C37 C38 C39 C40 C41 C42 C43 C44 C45 C46 C47 C48 C49 C50
25 Προσθέμενος δὲ Ἁβραὰμ ἔλαβε γυναῖκα, ᾗ ὄνομα Χεττούρα. 2 Ἔτεκε δὲ αὐτῷ τὸν Ζομβρᾶν, καὶ τὸν Ἰεζὰν, καὶ τὸν Μαδὰλ, καὶ τὸν Μαδιὰμ, καὶ τὸν Ἰεσβὼκ, καὶ τὸν Σωίε. 3 Ἰεζὰν δὲ ἐγέννησε τὸν Σαβὰ, καὶ τὸν Δεδάν· υἱοὶ δὲ Δεδὰν Ἀσσουριεὶμ, καὶ Λατουσιεὶμ, καὶ Λαωμείμ. 4 Υἱοὶ δὲ Μαδιὰμ Γεφὰρ, καὶ Ἀφεὶρ, καὶ Ἐνὼχ, καὶ Ἀβειδὰ, καὶ Ἐλδαγά· πάντες οὗτοι ἦσαν υἱοὶ Χεττούρας. 5 Ἔδωκε δὲ Ἁβραὰμ πάντα τὰ ὑπάρχοντα αὐτοῦ Ἰσαὰκ τῷ υἱῷ αὐτοῦ. 6 Καὶ τοῖς υἱοῖς τῶν παλλακῶν αὐτοῦ ἔδωκεν Ἁβραὰμ δόματα, καὶ ἐξαπέστειλεν αὐτοὺς ἀπὸ Ἰσαὰκ τοῦ υἱοῦ αὐτοῦ, ἔτι ζῶντος αὐτοῦ, πρὸς ἀνατολὰς εἰς γῆν ἀνατολῶν. 7 Ταῦτα δὲ τὰ ἔτη ἡμερῶν τῆς ζωῆς Ἁβραὰμ ὅσα ἔζησεν, ἑκατὸν ἑβδομηκονταπεντε ἔτη. 8 Καὶ ἐκλείπων ἀπέθανεν Ἁβραὰμ ἐν γήρᾳ καλῷ πρεσβύτης, καὶ πλήρης ἡμερῶν, καὶ προσετέθη πρὸς τὸν λαὸν αὐτοῦ. 9 Καὶ ἔθαψαν αὐτὸν Ἰσαὰκ καὶ Ἰσμαὴλ οἱ υἱοὶ αὐτοῦ εἰς τὸ σπήλαιον τὸ διπλοῦν, εἰς τὸν ἀγρὸν Ἐφρων τοῦ Σαὰρ τοῦ Χετταίου, ὅς ἐστιν ἀπέναντι Μαμβρῆ, 10 τὸν ἀγρὸν καὶ τὸ σπήλαιον, ὃ ἐκτήσατο Ἁβραὰμ παρὰ τῶν υἱῶν τοῦ Χέτ· ἐκεῖ ἔθαψαν Ἁβραὰμ, καὶ Σάῤῥαν τὴν γυναῖκα αὐτοῦ. 11 Ἐγένετο δὲ μετὰ τὸ ἀποθανεῖν Ἁβραὰμ, εὐλόγησεν ὁ Θεὸς τὸν Ἰσαὰκ υἱὸν αὐτοῦ· καὶ κατῴκησεν Ἰσαὰκ παρὰ τὸ φρέαρ τῆς ὁράσεως. 12 Αὗται δὲ αἱ γενέσεις Ἰσμαὴλ τοῦ υἱοῦ Ἁβραὰμ, ὃν ἔτεκεν Ἄγαρ ἡ Αἰγυπτία, ἡ παιδίσκη Σάῤῥας, τῷ Ἁβραάμ. 13 Καὶ ταῦτα τὰ ὀνόματα τῶν υἱῶν Ἰσμαὴλ, κατʼ ὀνόματα τῶν γενεῶν αὐτοῦ· πρωτότοκος Ἰσμαὴλ, καὶ Ναβαϊὼθ, καὶ Κηδὰρ, καὶ Ναβδεὴλ, καὶ Μασσὰμ, 14 καὶ Μασμὰ, καὶ Δουμὰ, καὶ Μασσῆ, 15 καὶ Χοδδὰν, καὶ Θαιμὰν, καὶ Ἰετοὺρ, καὶ Ναφὲς, καὶ Κεδμά. 16 οὗτοί εἰσιν οἱ υἱοὶ Ἰσμαὴλ, καὶ ταῦτα τὰ ὀνόματα αὐτῶν ἐν ταῖς σκηναῖς αὐτῶν, καὶ ἐν ταῖς ἐπαύλεσιν αὐτῶν· δώδεκα ἄρχοντες κατὰ ἔθνη αὐτῶν. 17 Καὶ ταῦτα τὰ ἔτη τῆς ζωῆς Ἰσμαὴλ, ἑκατὸν τριακονταεπτὰ ἔτη· καὶ ἐκλείπων ἀπέθανε, καὶ προσετέθη πρὸς τὸ γένος αὐτοῦ. 18 Κατῴκησε δὲ ἀπὸ Εὐϊλὰτ ἕως Σοὺρ, ἥ ἐστι κατὰ πρόσωπον Αἰγύπτου ἕως ἐλθεῖν πρὸς Ἀσσυρίους· κατὰ πρόσωπον πάντων τῶν ἀδελφῶν αὐτοῦ κατῴκησε.
19 Καὶ αὗται αἱ γενέσεις Ἰσαὰκ τοῦ υἱοῦ Ἁβραάμ· Ἁβραάμ ἐγέννησε τὸν Ἰσαάκ. 20 Ἦν δὲ Ἰσαὰκ ἐτῶν τεσσαράκοντα ὅτε ἔλαβε τὴν Ῥεβέκκαν θυγατέρα Βαθουὴλ τοῦ Σύρου ἐκ τῆς Μεσοποταμίας Συρίας, ἀδελφὴν Λάβαν τοῦ Σύρου, ἑαυτῷ εἰς γυναῖκα. 21 Ἐδέετο δὲ Ἰσαὰκ Κυρίου περὶ Ῥεβέκκας τῆς γυναικὸς αὐτοῦ, ὅτι στεῖρα ἦν· ἐπήκουσε δὲ αὐτοῦ ὁ Θεὸς, καὶ συνέλαβεν ἐν γαστρὶ Ῥεβέκκα ἡ γυνὴ αὐτοῦ. 22 Ἐσκίρτων δὲ τὰ παιδία ἐν αὐτῇ· εἶπε δὲ, εἰ οὕτω μοι μέλλει γίνεσθαι, ἵνα τί μοι τοῦτο; ἐπορεύθη δὲ πυθέσθαι παρὰ Κυρίου. 23 Καὶ εἶπε Κύριος αὐτῇ, δύο ἔθνη ἐν γαστρί σου εἰσὶ, καὶ δύο λαοὶ ἐκ τῆς κοιλίας σου διασταλήσονται· καὶ λαὸς λαοῦ ὑπερέξει, καὶ ὁ μείζων δουλεύσει τῷ ἐλάσσονι. 24 Καὶ ἐπληρώθησαν αἱ ἡμέραι τοῦ τεκεῖν αὐτήν· καὶ τῇδε ἦν δίδυμα ἐν τῇ κοιλίᾳ αὐτῆς. 25 Ἐξῆλθε δὲ ὁ πρωτότοκος πυῤῥάκης· ὅλος, ὡσεὶ δορὰ, δασύς· ἐπωνόμασε δὲ τὸ ὄνομα αὐτοῦ, Ἡσαῦ. 26 Καὶ μετὰ τοῦτο ἐξῆλθεν ὁ ἀδελφὸς αὐτοῦ, καὶ ἡ χεὶρ αὐτοῦ ἐπειλημμένη τῆς πτέρνης Ἡσαῦ· καὶ ἐκάλεσε τὸ ὄνομα αὐτοῦ, Ἰακώβ. Ἰσαὰκ δὲ ἦν ἐτῶν ἑξήκοντα, ὅτε ἔτεκεν αὐτοὺς Ῥεβέκκα. 27 Ηὐξήθησαν δὲ οἱ νεανίσκοι· καὶ ἦν Ἡσαῦ ἄνθρωπος εἰδὼς κυνηγεῖν, ἄγροικος· Ἰακὼβ δὲ ἄνθρωπος ἄπλαστος, οἰκῶν οἰκίαν. 28 Ἠγάπησε δὲ Ἰσαὰκ τὸν Ἡσαῦ, ὅτι ἡ θήρα αὐτοῦ βρῶσις αὐτῷ· Ῥεβέκκα δὲ ἠγάπα τὸν Ἰακώβ.
29 Ἥψησε δὲ Ἰακὼβ ἕψημα· ἦλθε δὲ Ἡσαῦ ἐκ τοῦ πεδίου ἐκλείπων. 30 Καὶ εἶπεν Ἡσαῦ τῷ Ἰακὼβ, γεῦσόν με ἀπὸ τοῦ ἑψήματος πυῤῥου τούτου, ὅτι ἐκλείπω· διὰ τοῦτο ἐκλήθη τὸ ὄνομα αὐτοῦ, Ἐδώμ. 31 Εἶπε δὲ Ἰακὼβ τῷ Ἡσαῦ, ἀπόδου μοι σήμερον τὰ πρωτοτόκιά σου ἐμοί. 32 Καὶ εἶπεν Ἡσαῦ, ἰδοὺ ἐγὼ πορεύομαι τελευτᾷν· καὶ ἵνα τί μοι ταῦτα τὰ πρωτοτόκια; 33 Καὶ εἶπεν αὐτῷ Ἰακὼβ, ὄμοσόν μοι σήμερον· καὶ ὤμοσεν αὐτῷ· ἀπέδοτο δὲ Ἡσαῦ τὰ πρωτοτόκια τῷ Ἰακώβ. 34 Ἰακὼβ δὲ ἔδωκε τῷ Ἠσαῦ ἄρτον, καὶ ἕψημα φακοῦ· καὶ ἔφαγε καὶ ἔπιε, καὶ ἀναστὰς ᾤχετο· καὶ ἐφαύλισεν Ἡσαῦ τὰ πρωτοτόκια.
GEN C1 C2 C3 C4 C5 C6 C7 C8 C9 C10 C11 C12 C13 C14 C15 C16 C17 C18 C19 C20 C21 C22 C23 C24 C25 C26 C27 C28 C29 C30 C31 C32 C33 C34 C35 C36 C37 C38 C39 C40 C41 C42 C43 C44 C45 C46 C47 C48 C49 C50