Open Bible Data Home  About  News  OET Key

OETOET-RVULTUSTBSBOEBWEBBENETTCNTT4TLEBWymthRVKJB-1769KJB-1611BrLXXRelatedTopicsParallelInterlinearReferenceDictionarySearch

BrLXXBy Document By Section By ChapterDetails

BrLXX GENEXOLEVNUMDEUJOSJDGRUTH1SA2SA1KI2KI1CH2CHEZRAJOBPSAPROECCSNGISAJERLAMEZEDNGHOSJOELAMOSOBAYNAMICNAHHABZEPHAGZECMALTOBJDTESGWISSIRBARLJESUSBEL1MA2MA3MA4MAGESMAN

GENC1C2C3C4C5C6C7C8C9C10C11C12C13C14C15C16C17C18C19C20C21C22C23C24C25C26C27C28C29C30C31C32C33C34C35C36C37C38C39C40C41C42C43C44C45C46C47C48C49C50

BrLXX by section GEN 46:1

GEN 46:1–46:34 ©

ΓΕΝΕΣΙΣ 46

46Ἀπᾴρας δὲ Ἰσραὴλ, αὐτὸς καὶ πάντα τὰ αὐτοῦ, ἦλθεν ἐπὶ τὸ φρέαρ τοῦ ὅρκου· καὶ ἔθυσε θυσίαν τῷ Θεῷ τοῦ πατρὸς αὐτοῦ Ἰσαάκ. 2Εἶπε δὲ ὁ Θεὸς τῷ Ἰσραὴλ ἐν ὁράματι τῆς νυκτὸς, εἰπὼν, Ἰακὼβ, Ἰακώβ· ὁ δὲ εἶπε, τί ἐστιν; 3Ὁ δὲ λέγει αὐτῷ, ἐγώ εἰμι ὁ Θεὸς τῶν πατέρων σου· μὴ φοβοῦ καταβῆναι εἰς Αἴγυπτον· εἰς γὰρ ἔθνος μέγα ποιήσω σε ἐκεῖ. 4Καὶ ἐγὼ καταβήσομαι μετὰ σοῦ εἰς Αἴγυπτον, καὶ ἐγὼ ἀναβιβάσω σε εἰς τέλος· καὶ Ἰωσὴφ ἐπιβαλεῖ τὰς χεῖρας ἐπὶ τοὺς ὀφθαλμούς σου. 5Ἀνέστη δὲ Ἰακὼβ ἀπὸ τοῦ φρέατος τοῦ ὅρκου· καὶ ἀνέλαβον οἱ υἱοὶ Ἰσραὴλ τὸν πατέρα αὐτῶν, καὶ τὴν ἀποσκευὴν, καὶ τὰς γυναῖκας αὐτῶν, ἐπὶ τὰς ἁμάξας, ἃς ἀπέστειλεν Ἰωσὴφ ἆραι αὐτόν. 6Καὶ ἀναλαβόντες τὰ ὑπάρχοντα αὐτῶν, καὶ πᾶσαν τὴν κτῆσιν, ἣν ἐκτήσαντο ἐκ γῇ Χαναὰν, εἰσῆλθον εἰς Αἴγυπτον, Ἰακὼβ, καὶ πᾶν τὸ σπέρμα αὐτοῦ μετʼ αὐτοῦ. 7Υἱοὶ, καὶ υἱοὶ τῶν υἱῶν αὐτοῦ μετʼ αὐτοῦ· θυγατέρες, καὶ θυγατέρες τῶν θυγατέρων αὐτοῦ· καὶ πᾶν τὸ σπέρμα αὐτοῦ ἤγαγεν εἰς Αἴγυπτον· 8Ταῦτα δὲ τὰ ὀνόματα τῶν υἱῶν Ἰσραὴλ τῶν εἰσελθόντων εἰς Αἴγυπτον ἅμα Ἰακὼβ τῷ πατρὶ αὐτῶν. Ἰακὼβ καὶ οἱ υἱοὶ αὐτοῦ· πρωτότοκος Ἰακὼβ, Ῥουβήν. 9γἱοὶ δὲ Ῥουβὴν, Ἑνὼχ, καὶ Φαλλὸς, Ἀσρὼν, καὶ Χαρμί. 10Υἱοὶ δὲ Συμεὼν, Ἰεμουὴλ, καὶ Ἰαμεὶν, καὶ Ἀὼδ, καὶ Ἀχεὶν, καὶ Σαὰρ, καὶ Σαοὺλ υἱὸς τῆς Χανανίτιδος. 11Υἱοὶ δὲ Λευὶ, Γηρσὼν, Κὰθ, καὶ Μεραρί. 12Υἱοὶ δὲ Ἰούδα, Ἢρ, καὶ Αὐνὰν, καὶ Σηλὼμ, καὶ Φαρὲς, καὶ Ζαρά· ἀπέθανε δὲ Ἢρ καὶ Αὐνὰν ἐν γῇ Χαναάν· ἐγένοντο δὲ υἱοὶ Φαρὲς, Ἑσρὼν, καὶ Ἰεμουήλ. 13Υἱοὶ δὲ Ἰσσάχαρ, Θωλὰ, καὶ Φουὰ, καὶ Ἀσοὺμ, καὶ Σαμβράν. 14Υἱοὶ δὲ Ζαβουλὼν, Σερὲδ, καὶ Ἀλλὼν, καὶ Ἀχοήλ. 15Οὗτοι υἱοὶ Λείας, οὓς ἔτεκε τῷ Ἰακὼβ ἐν Μεσοποταμίᾳ τῆς Συρίας, καὶ Δείναν τὴν θυγατέρα αὐτοῦ· πᾶσαι αἱ ψυχαί, υἱοὶ καὶ θυγατέρες, τριάκοντα τρεῖς. 16Υἱοὶ δὲ Γάδ, Σαφὼν, καὶ Ἀγγὶς, καὶ Σαννὶς, καὶ Θασοβὰν, καὶ Ἀηδεὶς, καὶ Ἀροηδεὶς, καὶ Ἀρεηλείς. 17Υἱοὶ δὲ Ἀσὴρ, Ἰεμνα, Ἰεσσουὰ, καὶ Ἰεοὺλ, καὶ βαριὰ, καὶ Σάρα ἀδελφὴ αὐτῶν. Υἱοὶ δὲ βαριὰ, Χοβὸρ, καὶ Μελχιΐλ. 18Οὗτοι υἱοὶ Ζελφᾶς, ἣν ἔδωκε Λάβαν Λείᾳ τῇ θυγατρὶ αὐτοῦ, ἣ ἔτεκε τούτους τῷ Ἰακὼβ, δεκαὲξ ψυχάς. 19Υἱοὶ δὲ Ῥαχὴλ γυναικὸς Ἰακὼβ, Ἰωσὴφ, καὶ Βενιαμείν. 20Ἐγένοντο δὲ υἱοὶ Ἰωσὴφ ἐν γῇ Αἰγύπτου, οὓς ἔτεκεν αὐτῷ Ἀσενὲθ θυγάτηρ Πετεφρῆ ἱερέως Ἡλιουπόλεως, τὸν Μανασσῆ, καὶ τὸν Ἐφραίμ· ἐγένοντο δὲ υἱοὶ Μανασσῆ, οὓς ἔτεκεν αὐτῷ ἡ παλλακὴ ἡ Σύρα, τὸν Μαχίρ· Μαχὶρ δὲ ἐγέννησε τὸν Γαλαάδ· υἱοὶ δὲ Ἐφραὶμ ἀδελφοῦ Μανασσῆ, Σουταλαὰμ, καὶ Ταάμ· υἱοὶ δὲ Σουταλαὰμ, Ἐδώμ. 21Υἱοὶ δὲ Βενιαμεὶν, Βαλὰ καὶ Βοχὸρ, καὶ Ἀσβήλ. Ἐγένοντο δὲ υἱοὶ Βαλὰ, Γηρὰ, καὶ Νοεμὰν, καὶ Ἀγχὶς, καὶ Ῥὼς, καὶ Μαμφίμ· Γηρὰ δὲ ἐγέννησε τὸν Ἀράδ. 22Οὗτοι υἱοὶ Ῥαχὴλ, οὓς ἔτεκε τῷ Ἰακώβ· πᾶσαι αἱ ψυχαὶ δεκαοκτώ. 23Υἱοὶ δὲ Δὰν, Ἀσόμ. 24Καὶ υἱοὶ Νεφθαλὶ, Ἀσιὴλ, καὶ Γωνὶ, καὶ Ἰσσάαρ, καὶ Σολλήμ. 25Οὗτοι υἱοὶ Βαλλὰς, ἣν ἔδωκε Λάβαν Ῥαχὴλ τῇ θυγατρὶ αὐτοῦ, ἣ ἔτεκε τούτους τῷ Ἰακὼβ, πᾶσαι αἱ ψυχαὶ ἑπτά. 26Πᾶσαι δὲ ψυχαὶ αἱ εἰσελθοῦσαι μετὰ Ἰακὼβ εἰς Αἴγυπτον, οἱ ἐξελθόντες ἐκ τῶν μηρῶν αὐτοῦ, χωρὶς τῶν γυναικῶν υἱῶν Ἰακὼβ, πᾶσαι αἱ ψυχαὶ, ἑξηκονταέξ· 27Υἱοὶ δὲ Ἰωσὴφ οἱ γενόμενοι αὐτῷ ἐν γῇ Αἰγύπτῳ, ψυχαὶ ἐννέα. Πᾶσαι ψυχαὶ οἴκου Ἰακὼβ, αἱ εἰσελθοῦσαι μετὰ Ἰακὼβ εἰς Αἴγυπτον, ψυχαὶ ἑβδομηκονταπέντε.

28Τὸν δὲ Ἰούδαν ἀπέστειλεν ἔμπροσθεν αὐτοῦ πρὸς Ἰωσὴφ, συναντῆσαι αὐτῷ καθʼ Ἡρώων πόλιν, εἰς γῆν Ῥαμεσσῆ. 29Ζεύξας δὲ Ἰωσὴφ τὰ ἅρματα αὐτοῦ, ἀνέβη εἰς συνάντησιν Ἰσραὴλ τῷ πατρὶ αὐτοῦ, καθʼ Ἡρώων πόλιν· καὶ ὀφθεὶς αὐτῷ ἐπέπεσεν ἐπὶ τὸν τράχηλον αὐτοῦ, καὶ ἔκλαυσε κλαυθμῷ πίονι. 30Καὶ εἶπεν Ἰσραήλ πρὸς Ἰωσὴφ, ἀποθανοῦμαι ἀπὸ τοῦ νῦν, ἐπεὶ ἑώρακα τὸ πρόσωπόν σου· ἔτι γὰρ σὺ ζῇς. 31Εἶπε δὲ Ἰωσὴφ πρὸς τοὺς ἀδελφοὺς αὐτοῦ, ἀναβὰς ἀπαγγελῶ τῷ Φαραῷ, καὶ ἐρῶ αὐτῷ, οἱ ἀδελφοί μου, καὶ ὁ οἶκος τοῦ πατρός μου, οἳ ἦσαν ἐν γῇ χαναὰν, ἥκασι πρός με. 32Οἱ δὲ ἄνδρες εἰσὶ ποιμένες· ἄνδρες γὰρ κτηνοτρόφοι ἦσαν· καὶ τὰ κτήνη, καὶ τοὺς βόας, καὶ πάντα τὰ αὐτῶν ἀγηόχασιν. 33Ἐὰν οὖν καλέσῃ ὑμᾶς Φαραὼ, καὶ εἴπῃ ὑμῖν, τί τὸ ἔργον ὑμῶν ἐστι; 34Ἐρεῖτε, ἄνδρες κτηνοτρόφοι ἐσμὲν οἱ παῖδές σου ἐκ παιδὸς ἕως τοῦ νῦν, καὶ ἡμεῖς, καὶ οἱ πατέρες ἡμῶν· ἵνα κατοικήσητε ἐν γῇ Γεσὲμ Ἀραβίας· βδέλυγμα γάρ ἐστιν Αἰγυπτίοις πᾶς ποιμὴν προβάτων.

GEN 46:1–46:34 ©

GENC1C2C3C4C5C6C7C8C9C10C11C12C13C14C15C16C17C18C19C20C21C22C23C24C25C26C27C28C29C30C31C32C33C34C35C36C37C38C39C40C41C42C43C44C45C46C47C48C49C50