Open Bible Data Home  About  News  OET Key

OETOET-RVULTUSTBSBOEBWEBBENETTCNTT4TLEBWymthRVKJB-1769KJB-1611BrLXXRelatedTopicsParallelInterlinearReferenceDictionarySearch

BrLXXBy Document By Section By ChapterDetails

BrLXX GENEXOLEVNUMDEUJOSJDGRUTH1SA2SA1KI2KI1CH2CHEZRAJOBPSAPROECCSNGISAJERLAMEZEDNGHOSJOELAMOSOBAYNAMICNAHHABZEPHAGZECMALTOBJDTESGWISSIRBARLJESUSBEL1MA2MA3MA4MAGESMAN

GESC1C2C3C4C5C6C7C8C9

BrLXX by section GES 6:1

GES 6:1–6:34 ©

ΕΣΔΡΑΣ. Αʹ 6

6Ἐν δὲ τῷ δευτέρῳ ἔτει τῆς Δαρείου βασιλείας, ἐπροφήτευσεν Ἀγγαῖος καὶ Ζαχαρίας ὁ τοῦ Ἀδδὼ οἱ προφῆται ἐπὶ τοὺς τοὺς Ἰουδαίους τοὺς ἐν τῇ Ἰουδαίᾳ καὶ Ἱερουσαλὴμ, ἐπὶ τῷ ὀνόματι Κυρίου Θεοῦ Ἰσραὴλ ἐπʼ αὐτούς.

2Τότε στὰς Ζοροβάβελ ὁ τοῦ Σαλαθιὴλ καὶ Ἰησοῦς ὁ τοῦ Ἰωσεδὲκ, ἥρξαντο οἰκοδομεῖν τὸν οἶκον τοῦ Κυρίου, τὸν ἐν Ἱερουσαλὴμ, συνόντων τῶν προφητῶν τοῦ Κυρίου, βοηθούντων αὐτοῖς. 3Ἐν αὐτῷ τῷ χρόνῳ παρῆν πρὸς αὐτοὺς Σισίννης ὁ ἔπαρχος Συρίας καὶ Φοινίκης, καὶ Σαθραβουζάνης καὶ οἱ συνεταῖροι, 4καὶ εἶπαν αὐτοῖς, τίνος ὑμῖν συντάξαντος τὸν οἶκον τοῦτον οἰκοδομεῖτε, καὶ τὴν στέγην ταύτην καὶ τὰ ἄλλα πάντα ἐπιτελεῖτε; καὶ τίνες εἰσὶν οἰκοδόμοι οἱ ταῦτα ἐπιτελοῦντες;

5Καὶ ἔσχοσαν χάριν, ἐπισκοπῆς γενομένης ἐπὶ τὴν αἰχμαλωσίαν, παρὰ τοῦ Κυρίου οἱ πρεσβύτεροι τῶν Ἰουδαίων, 6καὶ οὐκ ἐκωλύθησαν τῆς οἰκοδομῆς, μέχρις οὗ ἀποσημανθῆναι Δαρείῳ περὶ αὐτῶν, καὶ προσφωνηθῆναι.

7ἈΝΤΙΓΡΑΦΟΝ ἘΠΙΣΤΟΛΗΣ ἯΣ ἜΓΡΑΨΕΔΑΡΕΙΩ, ΚΑΙ ἈΠΕΣΤΕΙΛΑΝ. Σισίννης ὁ ἔπαρχος Συρίας καὶ Φοινίκης, καὶ Σαθραβουζάνης, καὶ οἱ συνεταῖροι οἱ ἐν Συρίᾳ καὶ Φοινίκῃ ἡγεμόνες, βασιλεῖ Δαρείῳ χαίρειν. 8Πάντα γνωστὰ ἔστω τῶ κυρίῳ ἡμῶν τῷ βασιλεῖ, ὅτι παραγενόμενοι εἰς τὴν χώραν τῆς Ἰουδαίας, καὶ ἐλθόντες εἰς Ἱερουσαλὴμ τὴν πόλιν, κατελάβομεν τῆς αἰχμαλωσίας τοὺς πρεσβυτέρους τῶν Ἰουδαίων ἐν Ἱερουσαλὴμ τῇ πόλει οἰκοδομοῦντας οἶκον τῷ Κυρίῳ μέγαν, 9καινὸν διὰ λίθων ξυστῶν πολυτελῶν, ξύλων τιθεμένων ἐν τοῖς τοίχοις, 10καὶ τὰ ἔργα ἐκεῖνα ἐπὶ σπουδῆς γινόμενα, καὶ εὐοδούμενον τὸ ἔργον ἐν ταῖς χερσὶν αὐτῶν, καὶ ἐν πάσῃ δόξῃ καὶ ἐπιμελείᾳ συντελούμενον.

11Τότε ἐπυνθανόμεθα τῶν πρεσβυτέρων τούτων, λέγοντες, τίνος ὑμῖν προστάξαντος οἰκοδομεῖτε τὸν οἶκον τοῦτον, καὶ τὰ ἔργα ταῦτα θεμελιοῦτε; 12Ἐπηρωτήσαμεν οὖν αὐτοὺς, εἵνεκεν τοῦ γνωρίσαι σοι, καὶ γράψαι σοι τοὺς ἀνθρώπους τοὺς ἀφηγουμένους, καὶ τὴν ὀνοματογραφίαν ᾐτοῦμεν αὐτοὺς τῶν προκαθηγουμένων. 13Οἱ δὲ ἀπεκρίθησαν ἡμῖν, λέγοντες, ἐσμὲν παῖδες τοῦ Κυρίου τοῦ κτίσαντος τὸν οὐρανὸν καὶ τὴν γῆν· 14καὶ ᾠκοδόμητο οἶκος ἔμπροσθεν ἐτῶν πλειόνων διὰ βασιλέως τοῦ Ἰσραὴλ μεγάλου καὶ ἰσχυροῦ, καὶ ἐπετελέσθη. 15Καὶ ἐπεὶ οἱ πατέρες ἡμῶν παραπικράναντες ἥμαρτον εἰς τὸν Κύριον τοῦ Ἰσραὴλ τὸν οὐράνιον, παρέδωκεν αὐτοὺς εἰς χεῖρας Ναβουχοδονόσορ βασιλέως Βαβυλῶνος βασιλέως τῶν Χαλδαίων. 16Τόν τε οἶκον καθελόντες ἐνεπύρισαν, καὶ τὸν λαὸν ᾐχμαλώτευσαν εἰς Βαβυλῶνα.

17Ἐν δὲ τῷ πρώτῳ ἔτει βασιλεύοντος Κύρου χώρας Βαβυλωνίας, ἔγραψεν ὁ βασιλεὺς Κύρος τὸν οἶκον τοῦτον οἰκοδομῆσαι· 18Καὶ τὰ ἱερὰ σκεύη τὰ χρυσᾶ καὶ τὰ ἀργυρᾶ, ἃ ἐξήνεγκε Ναβουχοδονόσορ ἐκ τοῦ οἴκου τοῦ ἐν Ἱερουσαλὴμ, καὶ ἀπηρείσατο αὐτὰ ἐν τῷ αὐτοῦ ναῷ, πάλιν ἐξήνεγκεν αὐτὰ Κύρος ὁ βασιλεὺς ἐκ τοῦ ναοῦ τοῦ ἐν Βαβυλωνίᾳ, καὶ παρεδόθη Σαβανασσάρῳ Ζοροβάβελ τῷ ἐπάρχῳ, 19καὶ ἐπετάγη αὐτῷ, καὶ ἀπήνεγκε πάντα τὰ σκεύη ταῦτα ἀποθεῖναι ἐν τῷ ναῷ τῷ ἐν Ἱερουσαλὴμ, καὶ τὸν ναὸν τοῦ Κυρίου οἰκοδομηθῆναι ἐπὶ τοῦ τόπου. 20Τότε ὁ Σαβανάσσαρος παραγενόμενος ἐνεβάλετο τοὺς θεμελίους τοῦ οἴκου Κυρίου τοῦ ἐν Ἱερουσαλὴμ, καὶ ἀπʼ ἐκείνου μέχρι τοῦ νῦν οἰκοδομούμενος οὐκ ἔλαβε συντέλειαν.

21Νῦν οὖν εἰ κρίνεται, βασιλεῦ, ἐπισκεπήτω ἐν τοῖς βασιλικοῖς βιβλιοφυλακίοις τοῦ Κύρου, 22καὶ ἐὰν εὑρίσκητε; μετὰ τῆς γνώμης Κύρου τοῦ βασιλέως γενομένην τὴν οἰκοδομὴν τοῦ οἴκου Κυρίου τοῦ ἐν Ἱερουσαλὴμ, καὶ κρίνηται τῷ κυρίῳ βασιλεῖ ἡμῶν, προσφωνησάτω ἡμῖν περὶ τοῦτων.

23Τότε ὁ βασιλεὺς Δαρεῖος προσέταξεν ἐπισκέψασθαι ἐν τοῖς βιβλιοφυλακίοις τοῖς κειμένοις ἐν Βαβυλῶνι· καὶ εὑρέθη ἐν Ἐκβατάνοις τῇ βάρει τῇ ἐν Μηδίᾳ χώρᾳ τόπος εἷς, ἐν ῷ ὑπομνημάτιστο τάδε. 24Ἔτους πρώτου βασιλεύοντος Κύρου, βασιλεὺς Κύρος προσέταξε τὸν οἶκον τοῦ Κυρίου τὸν ἐν Ἱερουσαλὴμ οἰκοδομῆσαι, ὅπου ἐπιθύουσι διὰ πυρὸς ἐνδελεχοῦς, οὗ τὸ ὕψος πηχῶν ἑξήκοντα, 25πλάτος πηχῶν ἑξήκοντα διὰ δόμων λιθίνων ξυστῶν τριῶν, καὶ δόμου ξυλίνου ἐγχωρίου καινοῦ ἑνὸς, καὶ τὸ δαπάνημα δοθῆναι ἐκ τοῦ οἴκου Κύρου τοῦ βασιλέως. 26Καὶ τὰ ἱερὰ σκεύη τοῦ οἴκου Κυρίου τά τε χρυσᾶ καὶ ἀργυρᾶ, ἃ ἐξήνεγκε Ναβουχοδονόσορ ἐκ τοῦ οἴκου τοῦ ἐν Ἱερουσαλὴμ, καὶ ἀπήνεγκεν εἰς Βαβυλῶνα, ἀποκατασταθῆναι εἰς τὸν οἶκον τὸν ἐν Ἱερουσαλὴμ, οὗ ἦν κείμενα, ὅπως τεθῇ ἐκεῖ.

27Προσέταξε δὲ ἐπιμεληθῆναι Σισίννῃ ἐπάρχῳ Συρίας καὶ Φοινίκης, καὶ Σαθραβουζάνῃ, καὶ τοῖς συνεταίροις, καὶ τοῖς ἀποτεταγμένοις ἐν Συρίᾳ καὶ Φοινίκῃ ἡγεμόσιν ἀπέχεσθαι τοῦ τόπου, ἐᾶσαι δὲ τὸν παῖδα Κυρίου Ζοροβάβελ, ἔπαρχον δὲ τῆς Ἰουδαίας, καὶ τοὺς πρεσβυτέρους τῶν Ἰουδαίων, τὸν οἶκον τοῦ Κυρίου ἐκεῖνον οἰκοδομεῖν ἐπὶ τοῦ τόπου. 28Καὶ ἐγὼ δὲ ἐπέταξα ὁλοσχερῶς οἰκοδομῆσαι, καὶ ἀτενίσαι ἵνα συμποιῶσι τοῖς ἐκ τῆς αἰχμαλωσίας τῆς Ἰουδαίας, μέχρι τοῦ ἐπιτελεσθῆναι τὸν οἶκον τοῦ Κυρίου· 29καὶ ἀπὸ τῆς φορολογίας κοίλης Συρίας καὶ Φοινίκης ἐπιμελῶς σύνταξιν δίδοσθαι τούτοις τοῖς ἀνθρώποις εἰς θυσίαν τῷ Κυρίῳ, Ζοροβάβελ ἐπάρεχῳ εἰς ταύρους, καὶ κριοὺς, καὶ ἄρνας, 30ὁμοίως δὲ καὶ πυρὸν, καὶ ἅλα, καὶ οἶνον, καὶ ἔλαιον ἐνδελεχῶς κατʼ ἐνιαυτὸν, καθὼς ἂν οἱ ἱερεῖς οἱ ἐν Ἱερουσαλὴμ ὑπαγορεύσωσιν ἀναλίσκεσθαι καθʼ ἡμέραν, ἀναμφισβητήτως, 31ὅπως προσφέρωνται σπονδαὶ τῷ Θεῷ τῷ ὑψίστῳ ὑπὲρ τοῦ βασιλέως καὶ τῶν παίδων, καὶ προσεύχωνται περὶ τῆς αὐτῶν ζωῆς· 32καὶ προστάξαι ἵνα ὅσοι ἐὰν παραβῶσί τὶ τῶν γεγραμμένων καὶ ἀκυρώσωσι, ληφθῆναι ξύλον ἐκ τῶν ἰδίων αὐτοῦ, καὶ ἐπʼ αὐτοῦ κρεμασθῆναι, καὶ τὰ ὑπάρχοντα αὐτοῦ εἶναι βασιλικά.

33Διὰ ταῦτα καὶ ὁ Κύριος, οὗ τὸ ὄνομα αὐτοῦ ἐπικέκληται ἐκεῖ, ἀφανίσαι πάντα βασιλέα καὶ ἔθνος, ὃς ἐκτενεῖ τὴν χεῖρα αὐτοῦ κωλῦσαι ἢ κακοποιῆσαι τὸν οἶκον Κυρίου ἐκεῖνον τὸν ἐν Ἱερουσαλήμ. 34Ἐγὼ βασιλεὺς Δαρεῖος δεδογμάτικα ἐπιμελῶς κατὰ ταῦτα γίνεσθαι.

GES 6:1–6:34 ©

GESC1C2C3C4C5C6C7C8C9