Open Bible Data Home  About  News  OET Key

OETOET-RVULTUSTBSBOEBWEBBENETTCNTT4TLEBWymthRVKJB-1769KJB-1611BrLXXRelatedTopicsParallelInterlinearReferenceDictionarySearch

BrLXXBy Document By Section By ChapterDetails

BrLXX GENEXOLEVNUMDEUJOSJDGRUTH1SA2SA1KI2KI1CH2CHEZRAJOBPSAPROECCSNGISAJERLAMEZEDNGHOSJOELAMOSOBAYNAMICNAHHABZEPHAGZECMALTOBJDTESGWISSIRBARLJESUSBEL1MA2MA3MA4MAGESMAN

GESC1C2C3C4C5C6C7C8C9

BrLXX by section GES 8:1

GES 8:1–8:96 ©

ΕΣΔΡΑΣ. Αʹ 8

8Καὶ μεταγενέστερος τούτων ἐστὶ, βασιλεύοντος Ἀρταξέρξου τοῦ Περσῶν βασιλέως, προσέβη Ἔσδρας Ἀζαραίου, τοῦ Ζεχρίου, τοῦ Χελκίου, τοῦ Σαλήμου, 2τοῦ Σαδδούκου, τοῦ Ἀχιτὼβ, τοῦ Ἀμαρίου, τοῦ Ὀζίου, τοῦ Βοκκὰ, τοῦ Ἀβισαῒ, τοῦ Φινεὲς, τοῦ Ἐλεάζαρ, τοῦ Ἀαρὼν, τοῦ ἱερέως τοῦ πρώτου· 3οὗτος Ἔσδρας ἀνέβη ἐκ Βαβυλῶνος ὡς γραμματεὺς εὐφυὴς ὢν ἐν τῷ Μωυσέως νόμω τῷ ἐκδεδομένῳ ὑπὸ τοῦ Θεοῦ τοῦ Ἰσραήλ. 4Καὶ ἔδωκεν αὐτῷ ὁ βασιλεὺς δόξαν, εὑρόντος χάριν ἐνώπιον αὐτοῦ ἐπὶ πάντα τὰ ἀξιώματα αὐτοῦ.

5Καὶ συνανέβησαν ἐκ τῶν υἱῶν Ἰσραὴλ, καὶ τῶν ἱερέων, καὶ Λευιτῶν, καὶ ἱεροψαλτῶν, καὶ θυρωρῶν, καὶ ἱεροδούλων εἰς Ἱερουσαλὴμ, 6ἔτους ἑβδόμου βασιλεύοντος Ἀρταξέρξου ἐν τῷ πέμπτῳ μηνί· οὗτος ἐνιαυτὸς ἕβδομος τῷ βασιλεῖ· ἐξελθόντες γὰρ ἐκ Βαβυλῶνος τῇ νουμηνίᾳ τοῦ πρώτου μηνὸς, παρεγένοντο εἰς Ἱερουσαλὴμ κατὰ τὴν δοθεῖσαν αὐτοῖς εὐοδίαν παρὰ τοῦ Κυρίου ἐπʼ αὐτῷ. 7Ὁ γὰρ Ἔσδρας πολλὴν ἐπιστήμην περιεῖχεν εἰς τὸ μηδὲν παραλιπεῖν τῶν ἐκ τοῦ νόμου Κυρίου καὶ ἐκ τῶν ἐντολῶν, διδάξαι πάντα τὸν Ἰσραὴλ δικαιώματα καὶ κρίματα.

8Προσπεσόντος δὲ τοῦ γραφέντος προστάγματος παρὰ Αρταξέρξου βασιλέως πρὸς Ἔσδραν τὸν ἱερέα καὶ ἀναγνώστην τοῦ νόμου Κυρίου, οὗ ἐστιν ἀντίγραφον τὸ ὑποκείμενον·

9Βασιλεὺς Ἀρταξέρξης Ἔσδρᾳ τῷ ἱερεῖ καὶ ἀναγνώστῃ τοῦ νόμου Κυρίου χαίρειν. 10Καὶ τὰ φιλάνθρωπα ἐγὼ κρίνας προσέταξα τοὺς βουλομένους ἐκ τοῦ ἔθνους τῶν Ἰουδαίων αἱρετίζοντας, καὶ τῶν ἱερέων καὶ τῶν Λευιτῶν, καὶ τῶνδε ἐν τῇ ἡμετέρᾳ βασιλείᾳ, συμπορεύεσθαί σοι εἰς Ἱερουσαλήμ. 11Ὅσοι οὖν ἐνθυμοῦνται, συνεξορμάσθωσαν καθάπερ δέδοκται ἐμοί τε, καὶ τοῖς ἑπτὰ φίλοις συμβουλευταῖς, 12ὅπως ἐπισκέψωνται τὰ κατὰ τὴν Ἰουδαίαν καὶ Ἱερουσαλὴμ ἀκολούθως ᾧ ἔχει ἐν τῷ νόμῳ Κυρίου, 13καὶ ἀπενεγκεῖν δῶρα τῷ Κυρίῳ τοῦ Ἰσραὴλ, ἃ ηὐξάμην ἐγώ τε καὶ οἱ φίλοι, εἰς Ἱερουσαλήμ· καὶ πᾶν χρυσίον καὶ ἀργύριον ὃ ἐὰν εὑρεθῇ ἐν τῇ χώρᾳ τῆς Βαβυλωνίας τῷ Κυρίῳ εἰς Ἱερουσαλὴμ 14σὺν τῷ δεδωρημένῳ ὑπὸ τοῦ ἔθνους εἰς τὸ ἱερὸν τοῦ Κυρίου Θεοῦ αὐτῶν τὸ ἐν Ἱερουσαλὴμ, συναχθῆναι τό, τε χρυσίον καὶ τὸ ἀργύριον εἰς ταύρους καὶ κριοὺς καὶ ἄρνας, καὶ τὰ τούτοις ἀκόλουθα, 15ὥστε προσενεγκεῖν θυσίας τῷ Κυρίῳ ἐπὶ τὸ θυσιαστήριον τοῦ Κυρίον Θεοῦ αὐτῶν τὸ ἐν Ἱερουσαλήμ.

16Καὶ πάντα ὅσα ἐὰν βούλῃ μετὰ τῶν ἀδελφῶν σου ποιῆσαι χρυσίῳ καὶ ἀργυρίῳ, ἐπιτέλει κατὰ τὸ θέλημα τοῦ Θεοῦ σου. 17Καὶ τὰ ἱερὰ σκεύη τοῦ Κυρίου τὰ διδόμενά σοι εἰς τὴν χρείαν τοῦ ἱεροῦ τοῦ Θεοῦ σου, 18δώσεις ἐκ τοῦ βασιλικοῦ γαζοφυλακίου.

19Κᾀγὼ ἰδοὺ Ἀρταξέρξης βασιλεὺς προσέταξα τοῖς γαζοφύλαξι Συρίας καὶ Φοινίκης, ἵνα ὅσα ἐὰν ἀποστείλῃ Ἔσδρας ὁ ἱερεὺς καὶ ἀναγνώστης τοῦ νόμου τοῦ Θεοῦ τοῦ ὑψίστου, ἐπιμελῶς διδῶσιν αὐτῷ ἕως ἀργυρίου ταλάντων ἑκατὸν, 20ὁμοίως δὲ καὶ ἕως πυροῦ κόρων ἑκατὸν, καὶ οἴνου μετρητῶν ἑκατόν· 21καὶ ἄλλα ἐκ πλήθους πάντα κατὰ τὸν τοῦ Θεοῦ νόμον ἐπιτελεσθήτω ἐπιμελῶς τῷ Θεῷ τῷ ὑψίστῳ, ἕνεκα τοῦ μὴ γενέσθαι ὀργὴν εἰς τὴν βασιλείαν τοῦ βασιλέως καὶ τῶν υἱῶν αὐτοῦ. 22Καὶ ὑμῖν δὲ λέγεται ὅπως πᾶσι τοῖς ἱερεῦσι, καὶ τοῖς Λευίταις, καὶ ἱεροψάλταις, καὶ θυρωροῖς, καὶ ἱεροδούλοις, καὶ πραγματικοῖς τοῦ ἱεροῦ τούτου μηδὲ μία φορολογία, μηδὲ ἄλλη ἐπιβουλὴ γίνηται, καὶ μηδένα ἔχειν ἐξουσίαν ἐπιβαλεῖν τι τούτοις.

23Καὶ σὺ, Ἔσδρα, κατὰ τὴν σοφίαν τοῦ Θεοῦ, ἀνάδειξον κριτὰς καὶ δικαστὰς, ὅπως δικάζωσιν ἐν ὅλῃ Συρίᾳ καὶ Φοινίκῃ πάντας τοὺς ἐπισταμένους τὸν νόμον τοῦ Θεοῦ σου, καὶ τοὺς μὴ ἐπισταμένους διδάξεις. 24Καὶ πάντες ὅσοι ἂν παραβαίνωσι τὸν νόμον τοῦ Θεοῦ σου καὶ τὸς βασιλικὸν, ἐπιμελῶς κολασθήσονται, ἐάν τε καὶ θανάτῳ, ἐάν τε καὶ τιμωρίᾳ, ἢ ἀργυρικῇ ζημίᾳ, ἢ ἀπαγωγῇ.

25Καὶ εἶπεν Ἔσδρας ὁ γραμματεὺς, εὐλογητὸς μόνος Κύριος ὁ Θεὸς τῶν πατέρων μου, ὁ δοὺς ταῦτα εἰς τὴν καρδίαν τοῦ βασιλέως, δοξάσαι τὸν οἶκον αὐτοῦ τὸν ἐν Ἱερουσαλὴμ, 26καὶ ἐμὲ ἐτίμησεν ἐναντίον τοὺ βασιλέως, καὶ τῶν συμβουλευόντων, καὶ πάντων τῶν φίλων, καὶ μεγιστάνων αὐτοῦ. 27Καὶ ἐγὼ εὐθαρσὴς ἐγενόμην κατὰ τὴν ἀντίλμψιν Κυρίου τοῦ Θεοῦ μου, καὶ συνήγαγον ἄνδρας ἐκ τοῦ Ἰσραὴλ ὥστε συναναβῆναί μοι.

28Καὶ οὗτοι οἱ προηγούμενοι κατὰ τὰς πατριὰς αὐτῶν καὶ τὰς μεριδαρχίας, οἱ ἀναβάντες μετʼ ἐμοῦ ἐκ Βαβυλῶνος ἐν τῇ βασιλείᾳ Ἀρταξέρξου τοῦ βασιλέως. 29Ἐκ τῶν υἱῶν Φινεὲς, Γηρσών· ἐκ τῶν υἱῶν Ἰαθαμάρου, Γαμαλιήλ· ἐκ τῶν υἱῶν Λαυὶδ, Λαττοὺς ὁ Σεχενίου· 30ἐκ τῶν υἱῶν Φόρος, Ζαχαρίας, καὶ μετʼ αὐτοῦ ἀπεγράφησαν ἄνδρες ἑκατὸν πεντήκοντα· 31ἐκ τῶν υἱῶν Φαὰθ Μωὰβ, Ἐλιαωνίας Ζαραίου, καὶ μετʼ αὐτοῦ ἄνδρες διακόσιοι· 32ἐκ τῶν υἱῶν Ζαθόης, Ζεχενίας Ἰεζήλου, καὶ μετʼ αὐτοῦ ἄνδρες τριακόσιοι· ἐκ τῶν υἱῶν Ἀδὶν, Ὠβὴθ Ἰωνάθου, καὶ μετʼ αὐτοῦ ἄνδρες διακόσιοι πεντήκοντα· 33ἐκ τῶν υἱῶν Ἠλὰμ, Ἰεσίαν Γοθολίου, καὶ μετʼ αὐτοῦ ἄνδρες ἑβδομήκοντα· 34ἐκ τῶν υἱῶν Σαφατίου, Ζαραΐας Μιχαήλου, καὶ μετʼ αὐτοῦ ἄνδρες ἑβδομήκοντα· 35ἐκ τῶν υἱῶν Ἰωὰβ, Ἀβαδίας Ἰεζήλου, καὶ μετʼ αὐτοῦ ἄνδρες διακόσιοι δεκαδύο· 36Ἐκ τῶν υἱῶν Βανίας, Σαλιμὼθ Ἰωσαφίου, καὶ μετʼ αὐτοῦ ἄνδρες ἑξήκοντα καὶ ἑκατόν· 37ἐκ τῶν υἱῶν Βαβὶ, Ζαχαρίας Βηβαῒ, καὶ μετʼ αὐτοῦ ἄνδρες εἰκοσιοκτώ· 38ἐκ τῶν υἱῶν Ἀστὰθ, Ἰωάννης Ἀκατὰν, καὶ μετʼ αὐτοῦ ἄνδρες ἑκατὸν δέκα· 39ἐκ τῶν υἱῶν Ἀδωνικὰμ, οἱ ἔσχατοι· καὶ ταῦτα τὰ ὀνόματα αὐτῶν· Ἐλιφαλὰ τοῦ Γεουὴλ, καὶ Σαμαίας, καὶ μετʼ αὐτῶν ἄνδρες ἑβδομήκοντα· 40ἐκ τῶν υἱῶν Βαγὼ, Οὐθὶ ὁ τοῦ Ἱσταλκούρου, καὶ μετʼ αὐτοῦ ἄνδρες ἑβδομήκοντα.

41Καὶ συνήγαγον αὐτοὺς ἐπὶ τὸν λεγόμενον Θερὰν ποταμὸν, καὶ παρενεβάλομεν ἡμέρας τρεῖς αὐτόθι, καὶ κατέμαθον αὐτούς. 42Καὶ ἐκ τῶν ἱερέων καὶ ἐκ τῶν Λευιτῶν οὐχ εὑρὼν ἐκεῖ, 43ἀπέστειλα πρὸς Ἐλεάζαρον, καὶ Ἱδουῆλον, καὶ Μαιὰ, καὶ Μασμὰν, καὶ Ἀλναθὰν, καὶ Σαμαίαν, καὶ Ἰώριβον, Νάθαν, 44Ἐννατὰν, Ζαχαρίαν, καὶ Μοσόλλαμον τοὺς ἡγουμένους καὶ ἐπιοτήμονας, 45καὶ εἶπα αὐτοῖς ἐλθεῖν πρὸς Λοδδαῖον τὸν ἡγούμενον τὸν ἐν τῷ τόπῳ τοῦ γαζοφυλακίου, 46ἐντειλάμενος αὐτοῖς διαλεχθῆναι Λοδδαίῳ, καὶ τοῖς ἀδελφοῖς αὐτοῦ, καὶ τοῖς ἐν τῷ τόπῳ γαζοφύλαξιν, ἀποστεῖλαι ἡμῖν τοὺν ἱερατεύσοντας ἐν τῷ οἴκῳ τοῦ Κυρίου ἡμῶν·

47Καὶ ἤγαγον ἡμῖν κατὰ τὴν κραταιὰν χεῖρα τοῦ Κυρίου ἡμῶν ἄνδρας ἐπιστήμονας τῶν υἱῶν Μοολὶ τοῦ Λευὶ τοῦ Ἰσραὴλ, Ἀσεβηβίαν, καὶ τοὺς υἱοὺς αὐτοῦ, καὶ τοὺς ἀδελφοὺς, ὄντας δέκα καὶ ὀκτώ· 48καὶ Ἀσεβίαν, καὶ Ἄννουον, καὶ Ὠσαίαν ἀδελφὸν ἐκ τῶν υἱῶν Χανουναίου, καὶ οἱ υἱοὶ αὐτῶν εἴκοσι ἄνδρες· 49καὶ ἐκ τῶν ἱεροδούλων ὧν ἔδωκε Δαυὶδ, καὶ οἱ ἡγούμενοι εἰς τὴν ἐργασίαν τῶν Λευιτῶν, ἱεροδούλους διακοσίους καὶ εἴκοσι· πάντων ἐσημάνθη ἡ ὀνοματογραφία.

50Καὶ ηὐξάμην ἐκεῖ νηστείαν τοῖς νεανίσκοις ἔναντι Κυρίου ἡμῶν, ζητῆσαι παρʼ αὐτοῦ εὐοδίαν ἡμῖν τε καὶ τοῖς συνοῦσιν ἡμῖν, τέκνοις ἡμῶν, καὶ κτήνεσιν. 51Ἐνετράπην γὰρ αἰτῆσαι τὸν βασιλέα, πεζούς τε καὶ ἱππεῖς, και προπομπὴν ἕνεκεν ἀσφαλείας τῆς πρὸς τοὺς ἐναντιουμένους ἡμῖν. 52Εἴπαμεν γὰρ τῷ βασιλεῖ, ὅτι ἡ ἰσχὺς τοῦ Κυρίου ἡμῶν ἔσται μετὰ τῶν ἐπιζητούντων αὐτὸν εἰς πᾶσαν ἐπανόρθωσιν. 53Καὶ πάλιν ἐδεήθημεν τοῦ Κυρίου ἡμῶν πάντα ταῦτα, καὶ ἐτύχομεν εὐιλάτου.

54Καὶ ἐχώρισα τῶν φυλάρχων τῶν ἱερέων ἄνδρας δεκαδύο, καὶ Ἐσερεβίαν καὶ Σαμίαν, καὶ μετʼ αὐτῶν ἐκ τῶν ἀδελφῶν αὐτῶν ἄνδρας δώδεκα. 55Καὶ ἔστησα αὐτοῖς τὸ ἀργύριον, καὶ τὸ χρυσίον, καὶ τὰ ἱερὰ σκεύη τοῦ οἴκου τοῦ Κυρίου ἡμῶν, ἃ ἐδωρήσατο ὁ βασιλεὺς, καὶ οἱ σύμβουλοι αὐτοὺ, καὶ οἱ μεγιστᾶνες, καὶ πᾶς Ἰσραήλ. 56Καὶ στήσας παρέδωκα αὑτοῖς ἀργυρίου τάλαντα ἑξακόσια πεντήκοντα, καὶ σκεύη ἀργυρᾶ ταλάντων ἑκατὸν, καὶ χρυσίου τάλαντα ἑκατὸν, 57καὶ χρυσώματα εἴκοσι, καὶ σκεύη χάλκεα ἀπὸ χρηστοῦ χαλκοῦ στίλβοντα χρυσοειδῆ σκεύη δώδεκα.

58Καὶ εἶπα αὐτοῖς καὶ ὑμεῖς ἅγιοι ἐστὲ τῷ Κυρίῳ, καὶ τὰ σκεύη τὰ ἅγια, καὶ τὸ χρυσίον, καὶ τὸ ἀργύριον, εὐχὴ τῷ Κυρίῳ, Κυρίῳ τῶν πατέρων ἡμῶν. 59Ἀγρυπνεῖτε, καὶ φυλάσσετε ἕως τοῦ παραδοῦναι ὑμᾶς αὐτὰ τοῖς φυλάρχοις τῶν ἱερέων καὶ τῶν Λευιτῶν, καὶ τοῖς ἡγουμένοις τὼν πατριῶν τοῦ Ἰσραὴλ ἐν Ἰερουσαλὴμ, ἐν τοῖς παστοφορίοις τοῦ οἴκου τοῦ Θεοῦ ἡμῶν. 60Καὶ οἱ παραλαβόντες οἱ ἱερεῖς καὶ οἱ Λευῖται τὸ ἀργύριον, καὶ τὸ χρυσίον, καὶ τὰ σκεύη τὰ ἐν Ἱερουσαλὴμ, εἰσήνεγκαν εἰς τὸ ἱερὸν τοῦ Κυρίου.

61Καὶ ἀναζεύξαντες ἀπὸ τοῦ ποταμοῦ Θερὰ τῇ δωδεκάτῃ τοῦ πρώτου μηνὸς, ἕως εἰσήλθομεν εἰς Ἱερουσαλὴμ κατὰ τὴν κραταιὰν χεῖρα τοῦ Κυρίου ἡμῶν τὴν ἐφʼ ἡμῖν· καὶ ἐῤῥύσατο ἡμᾶς ἀπὸ τῆς εἰσόδου ἀπὸ παντὸς ἐχθροῦ, καὶ ἦλθομεν εἰς Ἱερουσαλήμ. 62Καὶ γενομένης αὐτόθι ἡμέρας τρίτης, τῇ ἡμέρᾳ τῇ τετάρτῃ σταθὲν τὸ ἀργύριον καὶ τὸ χρυσίον παρεδόθη ἐν τῷ οἴκῳ Κυρίου ἡμῶν Μαρμωθὶ Οὐρία ἱερεῖ. 63Καὶ μετʼ αὐτοῦ Ἐλεάζαρ ὁ τοῦ Φινεὲς, καὶ ἦσαν μετʼ αὐτοῦ Ἰωσαβδὸς Ἰησοῦ, καὶ Μωὲθ Σαβάννου· οἱ δὲ Λευῖται, πρὸς ἀριθμὸν καὶ ὁλκὴν ἅπαντα. 64Καὶ ἐγράφη πᾶσα ἡ ὁλκὴ αὐτῶν αὐτῇ τῇ ὥρᾳ.

65Οἱ δὲ παραγενόμενοι ἐκ τῆς αἰχμαλωσίας προσήνεγκαν θυσίας τῷ Θεῷ τοῦ Ἰσραὴλ Κυρίῳ, ταύρους δώδεκα ὑπὲρ παντὸς Ἰσραὴλ, 66κριοὺς ἐνενηκονταὲξ, ἄρνας ἑβδομηκονταδύο, τράγους ὑπὲρ σωτηρίου δώδεκα, ἅπαντα θυσίαν τῷ Κυρίῳ. 67Καὶ ἀπέδωκαν τὰ προστάγματα τοῦ βασιλέως τοῖς βασιλικοῖς οἰκονόμοις καὶ τοῖς ἐπάρχοις κοίλης Συρίας καὶ Φοινίκης, καὶ ἐδόξασαν τὸ ἔθνος, καὶ τὸ ἱερὸν τοῦ Κυρίου.

68Καὶ τούτων τελεσθέντων, προσήλθοσάν μοι οἱ ἡγούμενοι, λέγοντες, 69οὐκ ἐχώρισαν τὸ ἔθνος τοῦ Ἰσραὴλ καὶ οἱ ἄρχοντες καὶ οἱ ἱερεῖς καὶ οἱ Λευῖται τὰ ἀλλογενῆ ἔθνη τῆς γῆς καὶ τὰς ἀκαθαρσίας αὐτῶν, ἀπὸ τῶν ἐθνῶν τῶν Χαναναίων, καὶ Χετταίων, καὶ Φερεζαίων, καὶ Ἰεβουσαίων, καὶ Μωαβιτῶν, καὶ Αἰγυπτίων, καὶ Ἰδουμαίων. 70Συνῴκησαν γὰρ μετὰ τῶν θυγατέρων αὐτῶν καὶ αὐτοὶ καὶ οἱ υἱοὶ αὐτῶν, καὶ ἐπεμίγη τὸ σπέρμα τὸ ἅγιον εἰς τὰ ἀλλογενῆ ἔθνη τῆς γῆς, καὶ μετεῖχον οἱ προηγούμενοι καὶ οἱ μεγιστᾶνες τῆς ἀνομίας ταύτης ἀπὸ τῆς ἀρχῆς τοῦ πράγματος.

71Καὶ ἅμα τῷ ἀκοῦσαί με ταῦτα, διέῤῥηξα τὰ ἱμάτια καὶ τὴν ἱερὰν ἐσθῆτα, καὶ κατέτιλα τοῦ τριχώματος τῆς κεφαλῆς καὶ τοῦ πώγωνος, καὶ ἐκάθισα σύννους καὶ περίλυπος. 72Καὶ ἐπισυνήχθησαν πρὸς μὲ ὅσοι ποτὲ ἐπεκινοῦντο ἐπὶ τῷ ῥήματι Κυρίου Θεοῦ τοῦ Ἰσραὴλ, ἐμοῦ πενθοῦντος ἐπὶ τῇ ἀνομίᾳ· καὶ ἐκαθήμην περίλυπος ἕως τῆς δειλινῆς θυσίας.

73Καὶ ἐξεγερθεὶς ἐκ τῆς νηστείας διεῤῥηγμένα ἔχων τὰ ἱμάτια καὶ τὴν ἱερὰν ἐσθῆτα, κάμψας τὰ γόνατα, καὶ ἐκτείνας τὰς χεῖρας πρὸς τὸν Κύριον· 74ἔλεγον, Κύριε, ᾔσχυμμαι καὶ ἐντέτραμμαι κατὰ πρόσωπόν σου. 75Αἱ γὰρ ἁμαρτίαι ἡμῶν ἐπλεόνασαν ὑπὲρ τὰς κεφαλὰς ἡμῶν, καὶ αἱ ἄγνοιαι ἡμῶν ὑπερήνεγκαν ἕως τοῦ οὐρανοῦ, 76ἔτι ἀπὸ τῶν χρόνων τῶν πατέρων ἡμῶν, καὶ ἐσμὲν ἐν μεγάλῃ ἁμαρτίᾳ ἕως τῆς ἡμέρας ταύτης. 77Καὶ διὰ τὰς ἁμαρτίας ἡμῶν καὶ τῶν πατέρων ἡμῶν παρεδόθημεν σὺν τοῖς ἀδελφοῖς ἡμῶν, καὶ σὺν τοῖς βασιλεῦσιν ἡμῶν, καὶ σὺν τοῖς ἱερεῦσιν ἡμῶν, τοῖς βασιλεῦσι τῆς γῆς εἰς ῥομφαίαν καὶ αἰχμαλωσίαν καὶ προνομὴν μετὰ αἰσχύνης μέχρι τῆς σήμερον ἡμέρας.

78Καὶ νῦν κατὰ πόσον τι ἐγενήθη ἡμῖν ἔλεος παρὰ τοῦ Κυρίου Κυρίου, καταλειφθῆναι ἡμῖν ῥίζαν καὶ ὄνομα ἐν τῷ τόπῳ ἁγιάσματός σου, 79καὶ τοῦ ἀνακαλύψαι φωστῆρα ἡμῖν ἐν τῷ οἴκῳ Κυρίου τοῦ Θεοῦ ἡμῶν, δοῦναι ἡμῖν τροφὴν ἐν τῷ καιρῷ τῆς δουλείας ἡμῶν; 80Καὶ ἐν τῷ δουλεύειν ἡμᾶς οὐκ ἐγκατελείφθημεν ὑπὸ τοῦ Κυρίου ἡμῶν, ἀλλὰ ἐποίησεν ἡμᾶς ἐν χάριτι ἐνώπιον τῶν βασιλέων Περσῶν, 81δοῦναι ἡμῖν τροφὴν, καὶ δοξάσαι τὸ ἱερὸν τοῦ Κυρίου ἡμῶν, καὶ ἐγεῖραι τὴν ἔρημον Σιὼν, δοῦναι ἡμῖν στερέωμα ἐν τῇ Ἰουδαίᾳ καὶ Ἱερουσαλήμ.

82Καὶ νῦν τί ἐροῦμεν, Κύριε, ἔχοντες ταῦτα; παρέβημεν γὰρ τὰ προστάγματά σου, ἃ ἔδωκας ἐν χειρὶ τῶν παίδων σου τῶν προφητῶν, 83λέγων, ὅτι ἡ γῆ, εἰς ἣν εἰσέρχεσθε κληρονομῆσαι, ἔστι γῆ μεμολυσμένη μολυσμῷ τῶν ἀλλογενῶν τῆς γῆς, καὶ τῆς ἀκαθαρσίας αὐτῶν ἐνέπλησαν αὐτήν. 84Καὶ νῦν τὰς θυγατέρας ὑμῶν μὴ συνοικήσητε τοῖς υἱοῖς αὐτῶν, καὶ τὰς θυγατέρας αὐτῶν μὴ λάβητε τοῖς υἱοῖς ὑμῶν, 85καὶ οὐ ζητήσετε εἰρηνεῦσαι τὰ πρὸς αὐτοὺς τὸν ἅπαντα χρόνον, ἵνα ἰσχύσαντες φάγητε τὰ ἀγαθὰ τῆς γῆς, καὶ κατακληρονομήσητε τοῖς τέκνοις ὑμῶν ἕως αἰῶνος.

86Καὶ τὰ συμβαίνοντα πάντα ἡμῖν γίνεται διὰ τὰ ἔργα ἡμῶν τὰ πονηρὰ, καὶ τὰς μεγάλας ἁμαρτίας ἡμῶν· 87σὺ γὰρ Κύριε ὁ κουφίσας τὰς ἁμαρτίας ἡμῶν, ἔδωκας ἡμῖν τοιαύτην ῥίζαν· πάλιν ἀνεκάμψαμεν παραβῆναι τὸν νόμον σου εἰς τὸ ἐπιμιγῆναι τῇ ἀκαθαρσίᾳ τῶν ἐθνῶν τῆς γῆς. 88Οὐχὶ ὠργίσθης ἡμῖν ἀπολέσαι ἡμᾶς, ἕως τοῦ μὴ καταλιπεῖν ῥίζαν καὶ σπέρμα καὶ ὄνομα ἡμῶν;

89Κύριε τοῦ Ἰσραὴλ, ἀληθινὸς εἶ· κατελείφθημεν γὰρ ῥίζα ἐν τῇ σήμερον. 90Ἰδοὺ νῦν ἐσμὲν ἐνώπιόν σου ἐν ταῖς ἀνομίαις ἡμῶν· οὐ γὰρ ἐστι στῆναι ἔτι ἔμπροσθέν σου ἐπὶ τούτοις. 91Καὶ ὅτε προσευχόμενος Ἔσδρας ἀνθωμολογεῖτο κλαίων χαμαιπετὴς ἔμπροσθεν τοῦ ἱεροῦ, ἐπισυνήχθησαν πρὸς αὐτὸν ἀπὸ Ἱερουσαλὴμ ὄχλος πολὺς σφόδρα, ἄνδρες, καὶ γυναῖκες, καὶ νεανίαι· κλαυθμὸς γὰρ ἦν μέγας ἐν τῷ πλήθει.

92Καὶ φωνήσας Ἰεχονίας Ἰεήλου τῶν υἱῶν Ἰσραὴλ, εἶπεν, Ἔσδρα, ἡμεῖς ἡμάρτομεν εἰς τὸν Κύριον· συνῳκίσαμεν γυναῖκας ἀλλογενεῖς ἐκ τῶν ἐθνῶν τῆς γῆς· καὶ νῦν ἐστιν ἐπάνω πᾶς Ἰσραήλ. 93Ἐν τούτῳ γινέσθω ἡμῖν ὁρκωμοσία πρὸς τὸν Κύριον, ἐκβαλεῖν πάσας τὰς γυναῖκας ἡμῶν τὰς ἐκ τῶν ἀλλογενῶν σὺν τοῖς τέκνοις αὐτῶν, 94ὡς ἐκρίθη σοι, καὶ ὅσοι πειθαρχοῦσι τοῦ νόμου Κυρίου. 95Ἀναστὰς ἐπιτέλει· πρὸς σὲ γὰρ τὸ πρᾶγμα, καὶ ἡμεῖς μετὰ σοῦ ἰσχὺν ποιεῖν. 96Καὶ ἀναστὰς Ἔσδρας ὥρκισε τοὺς φυλάρχους τῶν ἱερέων καὶ Λευιτῶν παντὸς τοῦ Ἰσραὴλ, ποιῆσαι κατὰ ταῦτα· καὶ ὤμοσαν.

GES 8:1–8:96 ©

GESC1C2C3C4C5C6C7C8C9