Open Bible Data Home  About  News  OET Key

OETOET-RVULTUSTBSBOEBWEBBENETTCNTT4TLEBWymthRVKJB-1769KJB-1611BrLXXRelatedTopicsParallelInterlinearReferenceDictionarySearch

BrLXXBy Document By Section By ChapterDetails

BrLXX GENEXOLEVNUMDEUJOSJDGRUTH1SA2SA1KI2KI1CH2CHEZRAJOBPSAPROECCSNGISAJERLAMEZEDNGHOSJOELAMOSOBAYNAMICNAHHABZEPHAGZECMALTOBJDTESGWISSIRBARLJESUSBEL1MA2MA3MA4MAGESMAN

ISAC1C2C3C4C5C6C7C8C9C10C11C12C13C14C15C16C17C18C19C20C21C22C23C24C25C26C27C28C29C30C31C32C33C34C35C36C37C38C39C40C41C42C43C44C45C46C47C48C49C50C51C52C53C54C55C56C57C58C59C60C61C62C63C64C65C66

BrLXX by section ISA 57:1

ISA 57:1–57:21 ©

ΗΣΑΙΑΣ 57

57Ἴδετε ὡς ὁ δίκαιος ἀπώλετο, καὶ οὐδεὶς ἐκδέχεται τῇ καρδίᾳ, καὶ ἄνδρες δίκαιοι αἴρονται, καὶ οὐδεὶς κατανοεῖ· ἀπὸ γὰρ προσώπου ἀδικίας ᾖρται ὁ δίκαιος. 2Ἔσται ἐν εἰρήνῃ ἡ ταφὴ αὐτοῦ, ᾖρται ἐκ τοῦ μέσου.

3Ὑμεῖς δὲ προσαγάγετε ὧδε υἱοὶ ἄνομοι, σπέρμα μοιχῶν καὶ πόρνης. 4Ἐν τίνι ἐνετρυφήσατε; καὶ ἐπὶ τίνα ἠνοίξατε τὸ στόμα ὑμῶν; καὶ ἐπὶ τίνα ἐχαλάσατε τὴν γλῶσσαν ὑμῶν; οὐχ ὑμεῖς ἐστέ τέκνα ἀπωλείας; σπέρμα ἄνομον; 5Οἱ παρακαλοῦντες εἴδωλα ὑπὸ δένδρα δασέα, σφάζοντες τὰ τέκνα αὐτῶν ἐν ταῖς φάραγξιν ἀναμέσον τῶν πετρῶν; 6Ἐκείνη σου ἡ μερίς, οὗτός σου ὁ κλῆρος, κᾀκείνοις ἐξέχεας σπονδὰς, καὶ τούτοις ἀνήνεγκας θυσίας· ἐπὶ τούτοις οὖν οὐκ ὀργισθήσομαι;

7Ἐπʼ ὄρος ὑψηλὸν καὶ μετέωρον, ἐκεῖ σου ἡ κοίτη, καὶ ἐκεῖ ἀνεβίβασας θυσίας σου, 8καὶ ὀπίσω τῶν σταθμῶν τῆς θύρας σου ἔθηκας μνημόσυνά σου· ᾤου, ὅτι ἐὰν ἀπʼ ἐμοῦ ἀποστῇς, πλεῖόν τι ἕξεις; ἠγάπησας τοὺς κοιμωμένους μετὰ σοῦ, 9καὶ ἐπλήθυνας τὴν πορνείαν σου μετʼ αὐτῶν, καὶ πολλοὺς ἐποίησας τοὺς μακρὰν ἀπὸ σοῦ, καὶ ἀπέστειλας πρέσβεις ὑπὲρ τὰ ὅριά σου, καὶ ἐταπεινώθης ἕως ᾅδου. 10Ταῖς πολυοδίαις σου ἐκοπίασας, καὶ οὐκ εἶπας παύσομαι ἐνισχύουσα· ὅτι ἔπραξας ταῦτα, διατοῦτο οὐ κατεδεήθης μου σύ.

11Τίνα εὐλαβηθεῖσα ἐφοβήθης, καὶ ἐψεύσω με, καὶ οὐκ ἐμνήσθης, οὐδὲ ἔλαβές με εἰς τὴν διάνοιαν, οὐδὲ εἰς τὴν καρδίαν σου; καὶ ἐγώ σε ἰδὼν παρορῶ, καὶ ἐμὲ οὐκ ἐφοβήθης.

12Καὶ ἐγὼ ἀπαγγελῶ τὴν δικαιοσύνην σου, καὶ τὰ κακά σου, ἃ οὐκ ὠφελήσει σε, 13ὅταν ἀναβοήσῃς ἐξελέσθωσάν σε ἐν τή θλίψει σου· τούτους γὰρ πάντας ἄνεμος λήψεται, καὶ ἀποίσει καταιγίς· οἱ δὲ ἀντεχόμενοί μου κτήσονται γῆν, καὶ κληρονομήσουσι τὸ ὄρος τὸ ἅγιόν μου· 14Καὶ ἐροῦσι, καθαρίσατε ἀπὸ προσώπου αὐτοῦ ὁδοὺς, καὶ ἄρατε σκῶλα ἀπὸ τῆς ὁδοῦ τοῦ λαοῦ μου.

15Τάδε λέγει ὁ ὕψιστος, ἐν ὑψηλοῖς κατοικῶν τὸν αἰῶνα, ἅγιος ἐν ἁγίοις, ὄνομα αὐτῷ, ὕψιστος ἐν ἁγίοις ἀναπαυόμενος, καὶ ὀλιγοψύχοις διδοὺς μακροθυμίαν, καὶ διδοὺς ζωὴν τοῖς συντετριμμένοις τὴν καρδίαν. 16Οὐκ εἰς τὸν αἰῶνα ἐκδικήσω ὑμᾶς, οὐδὲ διαπαντὸς ὀργισθήσομαι ὑμῖν· πνεῦμα γὰρ παρʼ ἐμοῦ ἐξελεύσεται, καὶ πνοὴν πᾶσαν ἐγὼ ἐποίησα. 17Διʼ ἁμαρτίαν βραχύ τι ἐλύπησα αὐτὸν, καὶ ἐπάταξα αὐτὸν, καὶ ἀπέστρεψα τὸ πρόσωπόν μου ἀπʼ αὐτοῦ, καὶ ἐλυπήθη, καὶ ἐπορεύθη στυγνὸς ἐν ταῖς ὁδοῖς αὐτοῦ. 18Τὰς ὁδοὺς αὐτοῦ ἑώρακα, καὶ ἰασάμην αὐτὸν, καὶ παρεκάλεσα αὐτὸν, καὶ ἔδωκα αὐτῷ παράκλησιν ἀληθινὴν, 19εἰρήνην ἐπʼ εἰρήνῃ τοῖς μακρὰν καὶ τοῖς ἐγγὺς οὖσι· καὶ εἶπε Κύριος, ἰάσομαι αὐτοὺς.

20Οἱ δὲ ἄδικοι κλυδωνισθήσονται, καὶ ἀναπαύσασθαι οὐ δυνήσονται. 21Οὐκ ἔστι χαίρειν τοῖς ἀσεβέσιν, εἶπεν ὁ Θεός.

ISA 57:1–57:21 ©

ISAC1C2C3C4C5C6C7C8C9C10C11C12C13C14C15C16C17C18C19C20C21C22C23C24C25C26C27C28C29C30C31C32C33C34C35C36C37C38C39C40C41C42C43C44C45C46C47C48C49C50C51C52C53C54C55C56C57C58C59C60C61C62C63C64C65C66