Open Bible Data Home  About  News  OET Key

OETOET-RVULTUSTBSBOEBWEBBENETTCNTT4TLEBWymthRVKJB-1769KJB-1611BrLXXRelatedTopicsParallelInterlinearReferenceDictionarySearch

BrLXXBy Document By Section By ChapterDetails

BrLXX GENEXOLEVNUMDEUJOSJDGRUTH1SA2SA1KI2KI1CH2CHEZRAJOBPSAPROECCSNGISAJERLAMEZEDNGHOSJOELAMOSOBAYNAMICNAHHABZEPHAGZECMALTOBJDTESGWISSIRBARLJESUSBEL1MA2MA3MA4MAGESMAN

ISAC1C2C3C4C5C6C7C8C9C10C11C12C13C14C15C16C17C18C19C20C21C22C23C24C25C26C27C28C29C30C31C32C33C34C35C36C37C38C39C40C41C42C43C44C45C46C47C48C49C50C51C52C53C54C55C56C57C58C59C60C61C62C63C64C65C66

BrLXX by section ISA 28:1

ISA 28:1–28:29 ©

ΗΣΑΙΑΣ 28

28Οὐαὶ τῷ στεφάνῳ τῆς ὕβρεως, οἱ μισθωτοὶ Ἐφραῒμ, τὸ ἄνθος τὸ ἐκπεσὸν ἐκ τῆς δόξης ἐπὶ τῆς κορυφῆς τοῦ ὄρους τοῦ παχέος, οἱ μεθύοντες ἄνευ οἴνου. 2Ἰδοὺ ἰσχυρὸν καὶ σκληρὸν ὁ θυμὸς Κυρίου, ὡς χάλαζα καταφερομένη οὐκ ἔχουσα σκέπην, βίᾳ καταφερομένη· ὡς ὕδατος πολὺ πλῆθος σῦρον χώραν, τῇ γῇ ποιήσει ἀνάπαυμα· ταῖς χερσὶ, 3καὶ τοῖς ποσὶ καταπατηθήσεται ὁ στέφανος τῆς ὕβρεως, οἱ μισθωτοὶ τοῦ Ἐφραΐμ. 4Καὶ ἔσται τὸ ἄνθος τὸ ἐκπεσὸν τῆς ἐλπίδος τῆς δόζῆς, ἐπʼ ἄκρου τοῦ ὄρους τοῦ ὑψηλοῦ· ὡς πρόδρομος σύκου, ὁ ἰδὼν αὐτό, πρὶν εἰς τὴν χεῖρα αὐτοῦ λαβεῖν αὐτό, θελήσει αὐτὸ καταπιεῖν.

5Τῇ ἡμέρᾳ ἐκείνῃ ἔσται Κύριος σαβαὼθ ὁ στέφανος τῆς ἐλπίδος, ὁ πλεκεὶς τῆς δόξης, τῷ καταλειφθέντι τοῦ λαοῦ. 6Καταλειφθήσονται ἐπὶ πνεύματι κρίσεως ἐπὶ κρίσιν, καὶ ἰσχὺν κωλύων ἀνελεῖν. 7Οὗτοι γὰρ οἴνῳ πεπλημμελημένοι εἰσίν· ἐπλανήθησαν διὰ τὸ σίκερα, ἱερεὺς καὶ προφήτης ἐξέστησαν διὰ τὸ σίκερα, κατεπόθησαν διὰ τὸν οἶνον, ἐσείσθησαν ἀπὸ τῆς μέθης, ἐπλανήθησαν· τοῦτέστι φάσμα. 8Ἀρὰ ἔδεται ταύτην τὴν βουλήν, αὕτη γὰρ ἡ βουλὴ ἕνεκα πλεονεξίας. 9Τίνι ἀνηγγείλαμεν κακά, καὶ τίνι ἀνηγγείλαμεν ἀγγελίαν; οἱ ἀπογεγαλακτισμένοι ἀπὸ γάλακτος, οἱ ἀπεσπασμένοι ἀπὸ μαστοῦ. 10Θλίψιν ἐπὶ θλίψιν προσδέχου, ἐλπίδα ἐπʼ ἐλπίδι, ἐτι μικρὸν ἔτι μικρόν, 11διὰ φαυλισμὸν χειλέων, διὰ γλώσσης ἑτέρας, ὅτι λαλήσουσι τῷ λαῷ τούτῳ, 12λέγοντες αὐτοῖς, τοῦτο τὸ ἀνάπαυμα τῷ πεινῶντι, καὶ τοῦτο τὸ σύντριμμα· καὶ οὐκ ἠθέλησαν ἀκούειν.

13Καὶ ἔσται αὐτοῖς τὸ λόγιον τοῦ Θεοῦ, θλίψις ἐπὶ θλίψιν, ἐλπὶς ἐπʼ ἐλπίδι, ἔτι μικρὸν ἔτι μικρὸν, ἵνα πορεύσωσι καὶ πέσωσιν ὀπίσω· καὶ συντριβήσονται, καὶ κινδυνεύσουσι, καὶ ἁλώσονται.

14Διατοῦτο ἀκούσατε λόγον Κυρίου ἄνδρες τεθλιμμένοι, καὶ οἱ ἄρχοντες τοῦ λαοῦ τούτου τοῦ ἐν Ἰερουσαλήμ· 15Ὅτι εἴπατε, ἐποιήσαμεν διαθήκην μετὰ τοῦ ᾅδου, καὶ μετὰ τοῦ θανάτου συνθήκας· καταιγὶς φερομένη ἐὰν παρέλθῃ, οὐ μὴ ἔλθῃ ἐφʼ ἡμᾶς· ἐθήκαμεν ψεῦδος τὴν ἐλπίδα ἡμῶν, καὶ τῷ ψεύδει σκεπασθησόμεθα. 16Διατοῦτο οὕτω λέγει κύριος Κύριος,

Ἰδοὺ ἐγὼ ἐμβάλλω εἰς τὰ θεμέλια Σιὼν λίθον πολυτελῆ, ἐκλεκτὸν, ἀκρογωνιαῖον, ἔντιμον, εἰς τὰ θεμέλια αὐτῆς, καὶ ὁ πιστεύων οὐ μὴ καταισχυνθῇ. 17Καὶ θήσω κρίσιν εἰς ἐλπίδα, ἡ δὲ ἐλεημοσύνη μου εἰς σταθμούς, καὶ οἱ πεποιθότες μάτην ψεύδει· ὅτι οὐ μὴ παρέλθῃ ὑμᾶς καταιγίς, 18μὴ καὶ ἀφέλῃ ὑμῶν τὴν διαθήκην τοῦ θανάτου, καὶ ἡ ἐλπὶς ὑμῶν ἡ πρὸς τὸν ᾅδην οὐ μὴ ἐμμείνῃ· καταιγὶς φερομένη ἐὰν ἐπέλθῃ, ἔσεσθε αὐτῇ εἰς καταπάτημα. 19Ὅταν παρέλθῃ, λήμψεται ὑμᾶς, πρωῒ πρωῒ παρελεύσεται ἡμέρας, καὶ ἐν νυκτὶ ἔσται ἐλπὶς πονηρά.

20Μάθετε ἀκούειν στενοχωρούμενοι· Οὐ δυνάμεθα μάχεσθαι, αὐτοὶ δὲ ἀσθενοῦμεν τοῦ ὑμᾶς συναχθῆναι. 21Ὥσπερ ὄρος ἀσεβῶν ἀναστήσεται Κύριος, καὶ ἔσται ἐν τῇ φάραγγι Γαβαὼν, μετὰ θυμοῦ ποιήσει τὰ ἔργα αὐτοῦ, πικρίας ἔργον· ὁ δὲ θυμὸς αὐτοῦ ἀλλοτρίως χρήσεται, καὶ ἡ σαπρία αὐτοῦ ἀλλοτρία. 22Καὶ ὑμεῖς μὴ εὐφρανθείητε, μηδὲ ἰσχυσάτωσαν ὑμῶν οἱ δεσμοί· διότι συντετελεσμένα καὶ συντετμημένα πράγματα ἤκουσα παρὰ Κυρίου σαβαὼθ, ἃ ποιήσει ἐπὶ πᾶσαν τὴν γῆν.

23Ἐνωτίζεσθε καὶ ἀκούετε τῆς φωνῆς μου, προσέχετε καὶ ἀκούετε τοὺς λόγους μου. 24Μὴ ὅλην τὴν ἡμέραν ἀροτριάσει ὁ ἀροτριῶν; ἢ σπόρον προετοιμάσει, πρὶν ἐργάσασθαι τὴν γῆν; 25Οὐχ ὅταν ὁμαλίσῃ τὸ πρόσωπον αὐτῆς, τότε σπείρει μικρὸν μελάνθιον ἢ κύμινον, καὶ πάλιν σπείρει πυρὸν, καὶ κριθὴν, καὶ κέγχρον καὶ ζέαν ἐν τοῖς ὁρίοις σου; 26Καὶ παιδευθήσῃ κρίματι Θεοῦ σου, καὶ εὐφρανθήσῃ. 27Οὐ γὰρ μετὰ σκληρότητος καθαίρεται τὸ μελάνθιον, οὐδὲ τροχὸς ἁμάξης περιάξει ἐπὶ τὸ κύμινον· ἀλλὰ ῥάβδῳ τινάσσεται τὸ μελάνθιον, τὸ δὲ κύμινον 28μετὰ ἄρτου βρωθήσεται· οὐ γὰρ εἰς τὸν αἰῶνα ἐγώ εἰμι ὑμῖν ὀργισθήσομαι, οὐδὲ φωνὴ τῆς πικρίας μου καταπατήσει ὑμᾶς. 29Καὶ ταῦτα παρὰ Κυρίου σαβαὼθ ἐξῆλθε τὰ τέρατα· βουλεύσασθε, ὑψώσατε ματαίαν παράκλησιν.

ISA 28:1–28:29 ©

ISAC1C2C3C4C5C6C7C8C9C10C11C12C13C14C15C16C17C18C19C20C21C22C23C24C25C26C27C28C29C30C31C32C33C34C35C36C37C38C39C40C41C42C43C44C45C46C47C48C49C50C51C52C53C54C55C56C57C58C59C60C61C62C63C64C65C66