Open Bible Data Home  About  News  OET Key

OETOET-RVULTUSTBSBOEBWEBBENETTCNTT4TLEBWymthRVKJB-1769KJB-1611BrLXXRelatedTopicsParallelInterlinearReferenceDictionarySearch

BrLXXBy Document By Section By ChapterDetails

BrLXX GENEXOLEVNUMDEUJOSJDGRUTH1SA2SA1KI2KI1CH2CHEZRAJOBPSAPROECCSNGISAJERLAMEZEDNGHOSJOELAMOSOBAYNAMICNAHHABZEPHAGZECMALTOBJDTESGWISSIRBARLJESUSBEL1MA2MA3MA4MAGESMAN

ISAC1C2C3C4C5C6C7C8C9C10C11C12C13C14C15C16C17C18C19C20C21C22C23C24C25C26C27C28C29C30C31C32C33C34C35C36C37C38C39C40C41C42C43C44C45C46C47C48C49C50C51C52C53C54C55C56C57C58C59C60C61C62C63C64C65C66

BrLXX by section ISA 30:1

ISA 30:1–30:33 ©

ΗΣΑΙΑΣ 30

30Οὐαὶ τέκνα ἀποστάται, λέγει Κύριος· ἐποιήσατε βουλὴν οὐ διʼ ἐμοῦ, καὶ συνθήκας οὐ διὰ τοῦ πνεύματός μου, προσθεῖναι ἁμαρτίας ἐφʼ ἁμαρτίας, 2οἱ πορευόμενοι καταβῆναι εἰς Αἴγυπτον, ἐμὲ δὲ οὐκ ἐπερώτησαν τοῦ βοηθηθῆναι ὑπὸ Φαραὼ, καὶ σκεπασθῆναι ὑπὸ Αἰγυπτίων. 3Ἔσται γὰρ ὑμῖν σκέπη Φαραὼ εἰς αἰσχύνην, καὶ τοῖς πεποιθόσιν ἐπʼ Αἴγυπτον ὄνειδος. 4Ὅτι εἰσὶν ἐν Τάνει ἀρχηγοὶ ἄγγελοι πονηροί. 5Μάτην κοπιάσουσι πρὸς λαὸν, ὃς οὐκ ὠφελήσει αὐτοὺς εἰς βοήθειαν, ἀλλὰ εἰς αἰσχύνην καὶ ὄνειδος.

Ἡ ὍΡΑΣΙΣ ΤΩΝ ΤΕΤΡΑΠΟΔΩΝ ΤΩΝ ἘΝ ΤΗ ἘΡΗΜΩ.

6Ἐν τῇ θλίψει καὶ τῇ στενοχωρίᾳ, λέων καὶ σκύμνος λέοντος, ἐκεῖθεν καὶ ἀσπίδες, καὶ ἔκγονα ἀσπίδων πετομένων, οἳ ἔφερον ἐπὶ ὄνων καὶ καμήλων τὸν πλοῦτον αὐτῶν πρὸς ἔθνος, ὃ οὐκ ὠφελήσει αὐτούς. 7Αἰγύπτιοι μάταια καὶ κενὰ ὠφελήσουσιν ὑμᾶς· ἀπάγγειλον αὐτοῖς, ὅτι ματαία ἡ παράκλησις ὑμῶν αὕτη.

8Νῦν οὖν καθίσας γράψον ἐπὶ πυξίου ταῦτα καὶ εἰς βιβλίον, ὅτι ἔσται εἰς ἡμέρας ταῦτα καιρῷ, καὶ ἕως εἰς τὸν αἰῶνα. 9Ὅτι ὁ λαὸς ἀπειθής ἐστιν, υἱοὶ ψευδεῖς, οἳ οὐκ ἠβούλοντο ἀκούειν τὸν νόμον τοῦ Θεοῦ· 10Οἱ λέγοντες τοῖς προφήταις, μὴ ἀναγγέλλετε ἡμῖν, καὶ τοῖς τὰ ὁράματα ὁρῶσι, μὴ λαλεῖτε ἡμῖν, ἀλλὰ ἡμῖν λαλεῖτε καὶ ἀναγγέλλετε ἡμῖν ἑτέραν πλάνησιν, 11καὶ ἀποστρέψατε ἡμᾶς ἀπὸ τῆς ὁδοῦ ταύτης· ἀφέλετε ἀφʼ ἡμῶν τὸν τρίβον τοῦτον, καὶ ἀφέλετε ἀφʼ ἡμῶν τὸ λόγιον τοῦ Ἰσραήλ.

12Διατοῦτο τάδε λέγει ὁ ἅγιος τοῦ Ἰσραήλ, ὅτι ἠπειθήσατε τοῖς λόγοις τούτοις, καὶ ἠλπίσατε ἐπὶ ψεύδει, καὶ ὅτι ἐγόγγυσας, καὶ πεποιθὼς ἐγένου ἐπὶ τῷ λόγῳ τούτῳ, 13διατοῦτο ἔσται ὑμῖν ἡ ἁμαρτία αὕτη, ὡς τεῖχος πίπτον παραχρῆμα πόλεως ὀχυρᾶς ἑαλωκυίας, ἧς παραχρῆμα πάρεστι τὸ πτῶμα· 14Καὶ τὸ πτῶμα αὐτῆς ἔσται ὡς σύντριμμα ἀγγείου ὀστρακίνου, ἐκ κεραμίου λεπτὰ, ὥστε μὴ εὑρεῖν ἐν αὐτοῖς ὄστρακον, ἐν ᾧ πῦρ ἀρεῖς, καὶ ἐν ᾧ ἀποσυριεῖς ὕδωρ μικρόν.

15Οὕτω λέγει Κύριος, Κύριος ὁ ἅγιος τοῦ Ἰσραήλ, ὅταν ἀποστραφεὶς στενάξῃς, τότε σωθήσῃ, καὶ γνώσῃ ποῦ ἦσθα, ὅτε ἐπεποίθεις ἐπὶ τοῖς ματαίοις, ματαία ἡ ἰσχὺς ὑμῶν ἐγενήθη· καὶ οὐκ ἠβούλεσθε ἀκούειν, 16ἀλλʼ εἴπατε, ἐφʼ ἵππων φευξόμεθα· διατοῦτο φεύξεσθε· καὶ ἐπὶ κούφοις ἀναβάταις ἐσόμεθα· διατοῦτο κοῦφοι ἔσονται οἱ διώκοντες ὑμᾶς. 17Χίλιοι διὰ φωνὴν ἑνὸς φεύξονται, καὶ διὰ φωνὴν πέντε φεύξονται πολλοί, ἕως ἂν καταλειφθῆτε ὡς ἱστὸς ἐπʼ ὄρους, καὶ ὡς σημαῖαν φέρων ἐπὶ βουνοῦ.

18Καὶ πάλιν μενεῖ ὁ Θεὸς τοῦ οἰκτειρῆσαι ὑμᾶς, καὶ διατοῦτο ὑψωθήσεται τοῦ ἐλεῆσαι ὑμᾶς· διότι κριτὴς Κύριος ὁ Θεὸς ὑμῶν· μακάριοι οἱ ἐμμένοντες ἐπʼ αὐτῷ.

19Διότι λαὸς ἅγιος ἐν Σιὼν οἰκήσει· καὶ Ἰερουσαλὴμ κλαυθμῷ ἔκλαυσεν, ἐλέησόν με· ἐλεήσει σε, τὴν φωνὴν τῆς κραυγῆς σου ἡνίκα εἶδεν, ἐπήκουσέ σου. 20Καὶ δώσει Κύριος ὑμῖν ἄρτον θλίψεως, καὶ ὕδωρ στενὸν, καὶ οὐκ ἔτι μὴ ἐγγίσωσί σοι οἱ πλανῶντές σε· ὅτι οἱ ὀφθαλμοί σου ὄψονται τοὺς πλανῶντάς σε, 21καὶ τὰ ὦτά σου ἀκούσονται τοὺς λόγους τῶν ὀπίσω σε πλανησάντων, οἱ λέγοντες, αὕτη ἡ ὁδὸς, πορευθῶμεν ἐν αὐτῇ, εἴτε δεξιὰ εἴτε ἀριστερά. 22Καὶ μιανεῖς τὰ εἴδωλα τὰ περιηργυρωμένα, καὶ περικεχρυσωμένα λεπτὰ ποιήσῃς, καὶ λικμήσῃς ὡς ὕδωρ ἀποκαθημένης, καὶ ὡς κόπρον ὤσεις αὐτά. 23Τότε ἔσται ὁ ὑετὸς τῷ σπέρματι τῆς γῆς σου, καὶ ὁ ἄρτος τοῦ γενήματος τῆς γῆς σου ἔσται πλησμονὴ καὶ λιπαρός· καὶ βοσκηθήσεταί σου τὰ κτήνη τῇ ἡμέρᾳ ἐκείνῃ τόπον πίονα καὶ εὐρύχωρον. 24Οἱ ταῦροι ὑμῶν καὶ οἱ βόες οἱ ἐργαζόμενοι τὴν γῆν, φάγονται ἄχυρα ἀναπεποιημένα ἐν κριθῇ λελικμημένῃ. 25Καὶ ἔσται ἐπὶ παντὸς ὄρους ὑψηλοῦ, καὶ ἐπὶ παντὸς βουνοῦ μετεώρου ὕδωρ διαπορευόμενον ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, ὅταν ἀπόλωνται πολλοὶ, καὶ ὅταν πέσωσι πύργοι. 26Καὶ ἔσται τὸ φῶς τῆς σελήνης ὡς τὸ φῶς τοῦ ἡλίου, καὶ τὸ φῶς τοῦ ἡλίου ἔσται ἑπταπλάσιον ἐν τῇ ἡμέρα, ὅταν ἰάσηται Κύριος τὸ σύντριμμα τοῦ λαοῦ αὐτοῦ, καὶ τὴν ὀδύνην τῆς πληγῆς σου ἰάσεται.

27Ἰδοὺ τὸ ὄνομα Κυρίου ἔρχεται διὰ χρόνου, καιόμενος θυμός· μετὰ δόξης τὸ λόγιον τῶν χειλέων αὐτοῦ, λόγιον ὀργῆς πλῆρες, καὶ ἡ ὀργὴ τοῦ θυμοῦ ὡς πῦρ ἔδεται. 28Καὶ τὸ πνεῦμα αὐτοῦ ὡς ὕδωρ ἐν φάραγγι σὺρον, ἥξει ἕως τοῦ τραχήλου, καὶ διαιρεθήσεται, τοῦ ταράξαι ἔθνη ἐπὶ πλανήσει ματαίᾳ, καὶ διώξεται αὐτοὺς πλάνησις, καὶ λήψεται αὐτοὺς κατὰ πρόσωπον αὐτῶν. 29Μὴ διαπαντὸς δεῖ ὑμᾶς εὐφραίνεσθαι, καὶ εἰσπορεύεσθαι εἰς τὰ ἅγιά μου διαπαντὸς, ὡσεὶ ἑορτάζοντας, καὶ ὡσεὶ εὐφραινομένους εἰσελθεῖν μετὰ αὐλοῦ εἰς τὸ ὄρος Κυρίου πρὸς τὸν Θεὸν τοῦ Ἰσραήλ; 30Καὶ ἀκουστὴν ποιήσει Κύριος τὴν δόξαν τῆς φωνῆς αὐτοῦ, καὶ τὸν θυμὸν τοῦ βραχίονος αὐτοῦ, δεῖξαι μετὰ θυμοῦ καὶ ὀργῆς, καὶ φλογὸς κατεσθιούσης, κεραυνώσει βιαίως, καὶ ὡς ὕδωρ καὶ χάλαζα συγκαταφερομένη βίᾳ. 31Διὰ γὰρ τῆς φωνῆς Κυρίου ἡττηθήσονται Ἀσσύριοι, τῇ πληγῇ ᾗ ἂν πατάξῃ αὐτούς. 32Καὶ ἔσται αὐτῷ κυκλόθεν, ὅθεν ἦν αὐτῶν ἡ ἐλπὶς τῆς βοηθείας, ἐφʼ ᾗ αὐτὸς ἐπεποίθει, αὐτοὶ μετὰ τυμπάνων καὶ κιθάρας πολεμήσουσιν αὐτὸν ἐκ μεταβολῆς. 33Σὺ γὰρ πρὸ ἡμερῶν ἀπαιτηθήσῃ· μὴ καί σοὶ ἡτοιμάσθη βασιλεύειν; φάραγγα βαθείαν, ξύλα κείμενα, πῦρ καὶ ξύλα πολλὰ, ὁ θυμὸς Κυρίου ὡς φάραγξ ὑπὸ θείου καιομένη.

ISA 30:1–30:33 ©

ISAC1C2C3C4C5C6C7C8C9C10C11C12C13C14C15C16C17C18C19C20C21C22C23C24C25C26C27C28C29C30C31C32C33C34C35C36C37C38C39C40C41C42C43C44C45C46C47C48C49C50C51C52C53C54C55C56C57C58C59C60C61C62C63C64C65C66