Open Bible Data Home About News OET Key
OET OET-RV OET-LV ULT UST BSB BLB AICNT OEB WEBBE WMBB NET LSV FBV TCNT T4T LEB BBE Moff JPS Wymth ASV DRA YLT Drby RV Wbstr KJB-1769 KJB-1611 Bshps Gnva Cvdl TNT Wycl SR-GNT UHB BrLXX BrTr Related Topics Parallel Interlinear Reference Dictionary Search
BrLXX By Document By Section By Chapter Details
EXO C1 C2 C3 C4 C5 C6 C7 C8 C9 C10 C11 C12 C13 C14 C15 C16 C17 C18 C19 C20 C21 C22 C23 C24 C25 C26 C27 C28 C29 C30 C31 C32 C33 C34 C35 C36 C37 C38 C39 C40
6 Καὶ εἶπε Κύριος πρὸς Μωυσῆν, ἤδη ὄψει ἃ ποιήσω τῷ Φαραῷ· ἐν γὰρ χειρὶ κραταίᾳ ἐξαποστελεῖ αὐτούς, καὶ ἐν βραχίονι ὑψηλῷ ἐκβαλεῖ αὐτοὺς ἐκ τῆς γῆς αὐτοῦ. 2 Ἐλάλησε δὲ ὁ Θεὸς πρὸς Μωυσῆν, καὶ εἶπε πρὸς αὐτὸν, ἐγὼ Κύριος. 3 Καὶ ὤφθην πρὸς Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ, Θεὸς ὢν αὐτῶν· καὶ τὸ ὄνομά μου Κύριος οὐκ ἐδήλωσα αὐτοῖς. 4 Καὶ ἔστησα τὴν διαθήκην μου πρὸς αὐτοὺς, ὥστε δοῦναι αὐτοῖς τὴν γῆν τῶν Χαναναίων, τὴν γῆν ἣν παρῳκήκασιν, ἐν ᾗ καὶ παρῴκησαν ἐπʼ αὐτῆς. 5 Καὶ ἐγὼ εἰσήκουσα τὸν στεναγμὸν τῶν υἱῶν Ἰσραήλ, ὃν οἱ Αἰγύπτιοι καταδουλοῦνται αὐτούς, καὶ ἐμνήσθην τῆς διαθήκης ὑμῶν. 6 Βάδιζε, εἶπον τοῖς υἱοῖς Ἰσραὴλ, λέγων, ἐγὼ Κύριος· καὶ ἐξάξω ὑμᾶς ἀπὸ τῆς δυναστείας τῶν Αἰγυπτίων, καὶ ῥύσομαι ὑμᾶς ἐκ τῆς δουλείας, καὶ λυτρώσομαι ὑμᾶς ἐν βραχίονι ὑψηλῷ καὶ κρίσει μεγάλῃ· 7 Καὶ λὴψομαι ἐμαυτῷ ὑμᾶς λαὸν ἐμοὶ, καὶ ἔσομαι ὑμῶν Θεός· καὶ γνώσεσθε ὅτι ἐγὼ Κύριος ὁ Θεὸς ὑμῶν, ὁ ἐξαγαγὼν ὑμᾶς ἐκ τῆς καταδυναστείας τῶν Αἰγυπτίων. 8 Καὶ εἰσάξω ὑμᾶς εἰς τὴν γῆν, εἰς ἣν ἐξέτεινα τὴν χεῖρά μου, δοῦναι αὐτὴν τῷ Ἀβραὰμ, καὶ Ἰσαὰκ, καὶ Ἰακὼβ, καὶ δώσω ὑμῖν αὐτὴν ἐν κληρῷ· ἐγὼ Κύριος. 9 Ἐλάλησε δὲ Μωυσῆς οὕτω τοῖς υἱοῖς Ἰσραήλ· καὶ οὐκ εἰσήκουσαν Μωυσῇ ἀπὸ τῆς ὀλιγοψυχίας, καὶ ἀπὸ τῶν ἔργων τῶν σκληρῶν. 10 Εἶπε δὲ Κύριος πρὸς Μωυσῆν λέγων, 11 εἴσελθε, λάλησον Φαραῷ βασιλεῖ Αἰγύπτου, ἵνα ἐξαποστείλῃ τοὺς υἱοὺς Ἰσραὴλ ἐκ τῆς γῆς αὐτοῦ. 12 Ἐλάλησε δὲ Μωυσῆς ἔναντι Κυρίου, λέγων, ἰδοὺ οἱ υἱοὶ Ἰσραὴλ οὐκ εἰσήκουσάν μου, καὶ πῶς εἰσακούσεταί μου Φαραώ; ἐγὼ δὲ ἄλογός εἰμι. 13 Εἶπε δὲ Κύριος πρὸς Μωυσῆν καὶ Ἀαρὼν, καὶ συνέταξεν αὐτοῖς πρὸς Φαραὼ βασιλέα Αἰγύπτου, ὥστε ἐξαποστεῖλαι τοὺς υἱοὺς Ἰσραὴλ ἐκ γῆς Αἰγύπτου.
14 Καὶ οὗτοι ἀρχηγοὶ οἴκων πατριῶν αὐτῶν· υἱοὶ Ῥουβὴν, πρωτοτόκου Ἰσραήλ· Ἑνὼχ, καὶ Φαλλοὺς, Ἀσρὼν, καὶ Χαρμεί· αὕτη ἡ συγγένεια Ῥουβήν. 15 Καὶ υἱοὶ Συμεών· Ἰεμουὴλ, καὶ Ἰαμεὶμ, καὶ Ἀὼδ, καὶ Ἰαχεὶν, καὶ Σαὰρ, καὶ Σαοὺλ ὁ ἐκ τῆς Φοινίσσης· αὗται αἱ πατριαὶ τῶν υἱῶν Συμεών. 16 Καὶ ταῦτα τὰ ὀνόματα τῶν υἱῶν Λευὶ κατὰ συγγενείας αὐτῶν· Γεδσὼν, Καὰθ, καὶ Μεραρεί· καὶ τὰ ἔτη τῆς ζωῆς Λευὶ ἑκατὸν τριάκοντα ἑπτά. 17 Καὶ οὗτοι υἱοὶ Γεδσών· Λοβενεὶ, καὶ Σεμεεί· οἶκοι πατριᾶς αὐτῶν. 18 Καὶ υἱοὶ Καάθ· Ἀμβρὰμ, καὶ Ἰσσαάρ, Χεβρὼν, καὶ Ὀζειήλ· καὶ τὰ ἔτη τῆς ζωῆς Καὰθ ἑκατὸν τριάκοντα τρία ἔτη. 19 Καὶ υἱοὶ Μεραρεί· Μοολεὶ, καὶ Ὀμουσεί. οὗτοι οἱ οἶκοι πατριῶν Λευὶ κατὰ συγγενείας αὐτῶν. 20 Καὶ ἔλαβεν Ἀμβρὰν τὴν Ἰωχαβὲδ, θυγατέρα τοῦ ἀδελφοῦ τοῦ πατρὸς αὐτοῦ, ἑαυτῷ εἰς γυναῖκα· καὶ ἐγέννησεν αὐτῷ τόν τε Ἀαρὼν καὶ τὸν Μωυσῆν, καὶ Μαριὰμ τὴν ἀδελφὴν αὐτῶν· τὰ δὲ ἔτη τῆς ζωῆς Ἀμβρὰμ, ἑκατὸν τριάκοντα δύο ἔτη. 21 Καὶ υἱοὶ Ἰσσαάρ· Κορὲ, καὶ Ναφὲκ, καὶ Ζεχρεί. 22 Καὶ υἱοὶ Ὀζειήλ· Μισαὴλ, καὶ Ἐλισαφὰν, καὶ Σεγρεί. 23 Ἔλαβε δὲ Ἀαρὼν τὴν Ἐλισαβὲθ θυγατέρα Ἀμιναδὰβ, ἀδελφὴν Ναασσὼν, αὐτῷ γυναῖκα· καὶ ἔτεκεν αὐτῷ τόν τε Ναδὰβ, καὶ Ἀβιοὺδ, καὶ τὸν Ἐλεάζαρ, καὶ Ἰθάμαρ. 24 Υἱοὶ δὲ Κορέ· Ἀσεὶρ, καὶ Ἑλκανὰ, καὶ Ἀβιασάρ· αὗται αἱ γενέσεις Κορέ. 25 Καὶ Ἐλεάζαρ ὁ τοῦ Ἀαρὼν ἔλαβε τῶν θυγατέρων Φουτιὴλ αὐτῷ γυναῖκα· καὶ ἔτεκεν αὐτῷ τὸν Φινεές· αὗται αἱ ἀρχαὶ πατριᾶς Λευιτῶν, κατὰ γενέσεις αὐτῶν. 26 Οὗτος Ἀαρὼν καὶ Μωυσῆς, οἷς εἶπεν αὐτοῖς ὁ Θεὸς ἐξαγαγεῖν τοὺς υἱοὺς Ἰσραὴλ ἐκ γῆς Αἰγύπτου σὺν δυνάμει αὐτῶν. 27 Οὗτοί εἰσιν οἱ διαλεγόμενοι πρὸς Φαραὼ βασιλέα Αἰγύπτου· καὶ ἐξήγαγον τοὺς υἱοὺς Ἰσραὴλ ἐκ γῆς Αἰγύπτου αὐτὸς Ἀαρὼν καὶ Μωυσὴς, 28 ᾗ ἡμέρᾳ ἐλάλησε Κύριος Μωυσῇ ἐν γῇ Αἰγύπτῳ. 29 Καὶ ἐλάλησε Κύριος πρὸς Μωυσῆν, λέγων, ἐγὼ Κύριος· λάλησον πρὸς Φαραὼ βασιλέα Αἰγύπτου ὅσα ἐγὼ λέγω πρὸς σέ. 30 Καὶ εἶπε Μωυσῆς ἐναντίον Κυρίου, ἰδοὺ ἐγὼ ἰσχνόφωνός εἰμι, καὶ πῶς εἰσακούσεταί μου Φαραώ,
EXO C1 C2 C3 C4 C5 C6 C7 C8 C9 C10 C11 C12 C13 C14 C15 C16 C17 C18 C19 C20 C21 C22 C23 C24 C25 C26 C27 C28 C29 C30 C31 C32 C33 C34 C35 C36 C37 C38 C39 C40