Open Bible Data Home About News OET Key
OET OET-RV OET-LV ULT UST BSB BLB AICNT OEB WEBBE WMBB NET LSV FBV TCNT T4T LEB BBE Moff JPS Wymth ASV DRA YLT Drby RV Wbstr KJB-1769 KJB-1611 Bshps Gnva Cvdl TNT Wycl SR-GNT UHB BrLXX BrTr Related Topics Parallel Interlinear Reference Dictionary Search
BrLXX By Document By Section By Chapter Details
EXO C1 C2 C3 C4 C5 C6 C7 C8 C9 C10 C11 C12 C13 C14 C15 C16 C17 C18 C19 C20 C21 C22 C23 C24 C25 C26 C27 C28 C29 C30 C31 C32 C33 C34 C35 C36 C37 C38 C39 C40
40 Καὶ ἐλάλησε Κύριος πρὸς Μωυσῆν, λέγων, 2 ἐν ἡμέρᾳ μιᾷ τοῦ μηνὸς τοῦ πρώτου νουμηνίᾳ, στήσεις τὴν σκηνὴν τοῦ μαρτυρίου. 3 Καὶ θήσεις τὴν κιβωτὸν τοῦ μαρτυρίου, καὶ σκεπάσεις τὴν κιβωτὸν τῷ καταπετάσματι. 4 Καὶ εἰσοίσεις τὴν τράπεζαν, καὶ προθήσεις τὴν πρόθεσιν αὐτῆς· καὶ εἰσοίσεις τὴν λυχνίαν, καὶ ἐπιθήσεις τοὺς λύχνους αὐτῆς. 5 Καὶ θήσεις τὸ θυσιαστήριον τὸ χρυσοῦν, εἰς τὸ θυμιᾷν ἐναντίον τῆς κιβωτοῦ· καὶ ἐπιθήσεις κάλυμμα καταπετάσματος ἐπὶ τὴν θύραν τῆς σκηνῆς τοῦ μαρτυρίου. 6 Καὶ τὸ θυσιαστήριον τῶν καρπωμάτων θήσεις παρὰ τὰς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου· 8 καὶ περιθήσεις τὴν σκηνήν, καὶ πάντα τὰ αὐτῆς ἁγιάσεις κύκλῳ. 9 Καὶ λήψῃ τὸ ἔλαιον τοῦ χρίσματος, καὶ χρίσεις τὴν σκηνὴν, καὶ πάντα τὰ ἐν αὐτῇ, καὶ ἁγιάσεις αὐτὴν, καὶ πάντα τὰ σκεύη αὐτῆς, καὶ ἔσται ἁγία. 10 Καὶ χρίσεις τὸ θυσιαστήριον τῶν καρπωμάτων, καὶ πάντα τὰ σκεύη αὐτοῦ· καὶ ἁγιάσεις τὸ θυσιαστήριον, καὶ ἔσται τὸ θυσιαστήριον ἅγιον τῶν ἁγίων. 12 Καὶ προσάξεις Ἀαρὼν καὶ τοὺς υἱοὺς αὐτοῦ ἐπὶ τὰς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου, καὶ λούσεις αὐτοὺς ὕδατι. 13 Καὶ ἐνδύσεις Ἀαρὼν τὰς στολὰς τὰς ἁγίας, καὶ χρίσεις αὐτὸν, καὶ ἁγιάσεις αὐτὸν, καὶ ἱερατεύει μοι. 14 Καὶ τοὺς υἱοὺς αὐτοῦ προσάξεις, καὶ ἐνδύσεις αὐτοὺς χιτῶνας. 15 Καὶ ἀλείψεις αὐτοὺς ὃν τρόπον ἤλειψας τὸν πατέρα αὐτῶν, καὶ ἱερατεύσουσί μοι· καὶ ἔσται, ὥστε εἶναι αὐτοῖς χρίσμα ἱερατείας εἰς τὸν αἰῶνα, εἰς τὰς γενεὰς αὐτῶν. 16 Καὶ ἐποίησε Μωυσῆς πάντα, ὅσα ἐνετείλατο αὐτῷ Κύριος, οὕτως ἐποίησε.
17 Καὶ ἐγένετο ἐν τῷ μηνὶ τῷ πρώτῳ, τῷ δευτέρῳ ἔτει, ἐκπορευομένων αὐτῶν ἐξ Αἰγύπτου, νουμηνίᾳ ἐστάθη ἡ σκηνή. 18 Καὶ ἔστησε Μωυσῆς τὴν σκηνὴν, καὶ ἐπέθηκε τὰς κεφαλιδας, καὶ διενέβαλε τοὺς μοχλοὺς, καὶ ἔστησε τοὺς στύλους. 19 Καὶ ἐξέτεινε τὰς αὐλαίας ἐπὶ τὴν σκηνὴν, καὶ ἐπέθηκε τὸ κατακάλυμμα τῆς σκηνῆς ἐπʼ αὐτὴν ἄνωθεν, καθὰ συνέταξε Κύριος τῷ Μωυσῇ. 20 Καὶ λαβὼν τὰ μαρτύρια ἐνέβαλεν εἰς τὴν κιβωτόν· καὶ ὑπέθηκε τοὺς διωστῆρας ὑπὸ τὴν κιβωτὸν, 21 καὶ εἰσήνεγκε τὴν κιβωτὸν εἰς τὴν σκηνὴν, καὶ ἐπέθηκε τὸ κατακάλυμμα τοῦ καταπετάσματος, καὶ ἐσκέπασε τὴν κιβωτὸν τοῦ μαρτυρίου, ὃν τρόπον συνέταξε Κύριος τῷ Μωυσῇ· 22 Καὶ ἐπέθηκε τὴν τράπεζαν εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου, τὸ πρὸς Βοῤῥᾶν ἔξωθεν τοῦ καταπετάσματος τῆς σκηνῆς. 23 Καὶ προσέθηκεν ἐπʼ αὐτῆς ἄρτους τῆς προθέσεως ἔναντι Κυρίου, ὃν τρόπον συνέταξε Κύριος τῷ Μωυσῇ. 24 Καὶ ἔθηκε τὴν λυχνίαν εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου, εἰς τὸ κλίτος τῆς σκηνῆς τὸ πρὸς Νότον. 25 Καὶ ἐπέθηκε τοὺς λύχνους αὐτῆς ἔναντι Κυρίου, ὃν τρόπον συνέταξε Κύριος τῷ Μωυσῇ. 26 Καὶ ἔθηκε τὸ θυσιαστήριον τὸ χρυσοῦν ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου ἀπέναντι τοῦ καταπετάσματος, 27 καὶ ἐθυμίασεν ἐνʼ αὐτοῦ θυμίαμα τῆς συνθέσεως, καθάπερ συνέταξε Κύριος τῷ Μωυσῇ. 29 Καὶ τὸ θυσιαστήριον τῶν καρπωμάτων ἔθηκε παρὰ τὰς θύρας τῆς σκηνῆς. 33 Καὶ ἔστησε τὴν αὐλὴν κύκλῳ τῆς σκηνῆς, και τοῦ θυσιαστηρίου· καὶ συνετέλεσε Μωυσῆς πάντα τὰ ἔργα.
34 Καὶ ἐκάλυψεν ἡ νεφέλη τὴν σκηνὴν τοῦ μαρτυρίου· καὶ δόξης Κυρίου ἐπλήσθη ἡ σκηνή. 35 Καὶ οὐκ ἠδυνάσθη Μωυσῆς εἰσελθεῖν εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου, ὅτι ἐπεσκίαζεν ἐπʼ αὐτὴν ἡ νεφέλη, καὶ δόξης Κυρίου ἐνεπλήσθη ἡ σκηνή. 36 Ἡνίκα δʼ ἂν ἀνέβη ἡ νεφέλη ἀπὸ τῆς σκηνῆς, ἀνεζεύγνυσαν οἱ υἱοὶ Ἰσραὴλ σὺν τῇ ἀπαρτίᾳ αὐτῶν. 37 Εἰ δὲ μὴ ἀνέβη ἡ νεφέλη, οὐκ ἀνεζεύγνυσαν ἕως ἡμέρας, ἧς ἀνέβη ἡ νεφέλη. 38 Νεφέλη γὰρ ἦν ἐπὶ τῆς σκηνῆς ἡμέρας, καὶ πῦρ ἦν ἐπʼ αὐτῆς νυκτὸς ἐναντίον παντὸς Ἰσραὴλ, ἐν πάσαις ταῖς ἀναζυγαῖς αὐτῶν.
EXO C1 C2 C3 C4 C5 C6 C7 C8 C9 C10 C11 C12 C13 C14 C15 C16 C17 C18 C19 C20 C21 C22 C23 C24 C25 C26 C27 C28 C29 C30 C31 C32 C33 C34 C35 C36 C37 C38 C39 C40